§1## ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ.
ΠΡΩΤΟΝ δεῖ θέσθαι τί ὄνομα καὶ τί ῥῆμα, ἔπειτα τί ἐστιν ἀπόφασις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγος.
¦1 论解释首先应当确定什么是名词和什么是动词,其次什么是否定、肯定、宣告和话语。
Ἔστι μὲν οὖν τὰ ἐν τῇ φωνῇ τῶν ἐν τῇ ψυχῇ παθημάτων σύμβολα, καὶ τὰ γραφόμενα τῶν ἐν τῇ φωνῇ.
¦2 口语是心灵中状态的符号,而笔头字是口语的符号。
Καὶ ὥσπερ οὐδὲ γράμματα πᾶσι τὰ αὐτά, οὐδὲ φωναὶ αἱ αὐταί·
正如文字并非所有人皆相同,口语也并非所有人皆相同。
ὧν μέντοι ταῦτα σημεῖα πρώτως, ταὐτὰ πᾶσι παθήματα τῆς ψυχῆς, καὶ ὧν ταῦτα ὁμοιώματα, πράγματα ἤδη ταὐτά.
然而,这些符号首要表明的东西,即心灵的状态,对所有人都是相同的;而这些状态作为其摹本的东西,即事物,也已经对所有人都是相同的。
Περὶ μὲν οὖν τούτων εἴρηται ἐν τοῖς περὶ ψυχῆς· ἄλλης γὰρ πραγματείας.
关于这些,已在《论灵魂》中讨论过,¦3 因为它们属于另一门学问。
Ἔστι δ᾿, ὥσπερ ἐν τῇ ψυχῇ ὁτὲ μὲν νόημα ἄνευ τοῦ ἀληθεύειν ἢ ψεύδεσθαι, ὁτὲ δὲ ἤδη ᾧ ἀνάγκη τούτων ὑπάρχειν θάτερον, οὕτω καὶ ἐν τῇ φωνῇ·
但是,正如在灵魂中,有时有不伴随真或假的思维,有时则有必然具有这两者之一的思维,在口语中也是如此。
περὶ γὰρ σύνθεσιν καὶ διαίρεσίν ἐστι τὸ ψεῦδος καὶ τὸ ἀληθές.
因为假与真涉及到结合与分离。
Τὰ μὲν οὖν ὀνόματα αὐτὰ καὶ τὰ ῥήματα ἔοικε τῷ ἄνευ συνθέσεως καὶ διαιρέσεως νοήματι, οἷον τὸ ἄνθρωπος ἢ τὸ λευκόν, ὅταν μὴ προστεθῇ τι·
¦4 因此,单独的名词和动词类似于没有结合和分离的思维,例如“人”或“白的”,在没有添加任何东西的时候。
οὔτε γὰρ ψεῦδος οὔτε ἀληθές πω.
因为它们还既不真也不假。
Σημεῖον δ᾿ ἐστὶ τοῦδε· καὶ γὰρ ὁ τραγέλαφος σημαίνει μέν τι, οὔπω δὲ ἀληθὲς ἢ ψεῦδος, ἐὰν μὴ τὸ εἶναι ἢ μὴ εἶναι προστεθῇ, ἢ ἁπλῶς ἢ κατὰ χρόνον.
这有一个证据:因为“鹿角兔”固然表明了某物,但还既不真也不假,除非加上“是”或“不是”,无论是无条件地还是根据时间。
§2Ὄνομα μὲν οὖν ἐστὶ φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνου, ἧς μηδὲν μέρος ἐστὶ σημαντικὸν κεχωρισμένον·
¦1 名词是由约定俗成而具有意义的声音,不伴随时间,且其任何部分在分离时都不具有意义。
ἐν γὰρ τῷ Κάλλιππος τὸ ἵππος οὐδὲν αὐτὸ καθ᾿ ἑαυτὸ σημαίνει, ὥσπερ ἐν τῷ λόγῳ τῷ καλὸς ἵππος.
因为在“卡里普斯”中,“马”本身并不表明任何东西,而不像在“一匹骏马”这一话语中那样。
Οὐ μὴν οὐδ᾿ ὥσπερ ἐν τοῖς ἁπλοῖς ὀνόμασιν, οὕτως ἔχει καὶ ἐν τοῖς συμπεπλεγμένοις·
¦2 然而,在简单名词和复合名词中,情况并不相同。
ἐν ἐκείνοις μὲν γὰρ τὸ μέρος οὐδαμῶς σημαντικόν, ἐν δὲ τούτοις βούλεται μέν, ἀλλ᾿ οὐδενὸς κεχωρισμένον, οἷον ἐν τῷ ἐπακτροκέλης τὸ κέλης οὐδὲν σημαίνει καθ᾿ ἑαυτό.
因为在前者中,部分完全不具有意义;而在后者中,部分虽有此意图,但在分离时却不表明任何东西,例如在¦p.40 “捕盗船”中,“快船”本身并不表明任何东西。
Τὸ δὲ κατὰ συνθήκην, ὅτι φύσει τῶν ὀνομάτων οὐδέν ἐστιν, ἀλλ᾿ ὅταν γένηται σύμβολον, ἐπεὶ δηλοῦσί γέ τι καὶ οἱ ἀγράμματοι ψόφοι, οἷον θηρίων, ὧν οὐδέν ἐστιν ὄνομα.
“约定俗成”是指没有什么是天生的名词,而只有当它成为符号时才是名词。 因为即便是不成文的噪音(例如野兽的叫声)也显示某些东西,但其中没有一个是名词。
Τὸ δ᾿ οὐκ ἄνθρωπος οὐκ ὄνομα.
¦3 而“非人”不是名词。
Οὐ μὴν οὐδὲ κεῖται ὄνομα ὅ τι δεῖ καλεῖν αὐτό·
确实,也没有确立一个名称来称呼它。
οὔτε γὰρ λόγος οὔτε ἀπόφασίς ἐστιν.
因为它既不是话语也不是否定。
Ἀλλ᾿ ἔστω ὄνομα ἀόριστον, ὅτι ὁμοίως ἐφ᾿ ὁτουοῦν ὑπάρχει καὶ ὄντος καὶ μὴ ὄντος.
但我们且称之为“无定名词”,因为它同样适用于任何事物,无论其存在与否。
Τὸ δὲ Φίλωνος ἢ Φίλωνι καὶ ὅσα τοιαῦτα, οὐκ ὀνόματα ἀλλὰ πτώσεις ὀνόματος.
至于“菲隆的”或“给菲隆”以及所有此类,它们不是名词,而是名词的格。
Λόγος δέ ἐστιν αὐτοῦ τὰ μὲν ἄλλα κατὰ τὰ αὐτά· ὅτι δὲ μετὰ τοῦ ἔστιν ἢ ἦν ἢ ἔσται οὐκ ἀληθεύει ἢ ψεύδεται, τὸ δὲ ὄνομα ἀεί·
¦4 它的定义在其他方面与名词相同,但当它与“是”、“曾是”或“将是”结合时,它并不表达真或假,而名词则总是如此。
οἷον Φίλωνός ἐστιν ἢ οὐκ ἔστιν· οὐδὲν γάρ πω οὔτε ἀληθεύει οὔτε ψεύδεται.
例如,“菲隆的是”或“菲隆的不是”,因为此时它既不表达真,也不表达假。
§3Ῥῆμα δέ ἐστι τὸ προσσημαῖνον χρόνον, οὗ μέρος οὐδὲν σημαίνει χωρίς, καὶ ἔστιν ἀεὶ τῶν καθ᾿ ἑτέρου λεγομένων σημεῖον.
¦1 动词是附带表明时间的东西,其任何部分在分离时都不表明意义,并且它总是作为述说他物之物的记号。
Λέγω δ᾿ ὅτι προσσημαίνει χρόνον, οἷον ὑγίεια μὲν ὄνομα, τὸ δὲ ὑγιαίνει ῥῆμα· προσσημαίνει γὰρ τὸ νῦν ὑπάρχειν.
我说“附带表明时间”,例如,“健康”是一个名词,而“健康着”是一个动词,因为它附带表明了“现在”具有。
Καὶ ἀεὶ τῶν καθ᾿ ἑτέρου λεγομένων σημεῖόν ἐστιν, οἷον τῶν καθ᾿ ὑποκειμένου ἢ ἐν ὑποκειμένῳ.
而且它总是作为述说他物之物的记号,例如,作为述说主词或在主词中之物的记号。
Τὸ δὲ οὐχ ὑγιαίνει καὶ τὸ οὐ κάμνει οὐ ῥῆμα λέγω·
¦2 而“不健康着”和“不生病着”我不称之为动词。
προσσημαίνει μὲν γὰρ χρόνον καὶ ἀεὶ κατά τινος ὑπάρχει, τῇ δὲ διαφορᾷ ὄνομα οὐ κεῖται·
因为它们虽然附带表明时间,并且总是适用于某物,但对于这一差别并没有确立的名称。
ἀλλ᾿ ἔστω ἀόριστον ῥῆμα, ὅτι ὁμοίως ἐφ᾿ ὁτουοῦν ὑπάρχει, καὶ ὄντος καὶ μὴ ὄντος.
但我们且称之为“无定动词”,因为它同样适用于任何事物,无论其存在与否。
Ὁμοίως δὲ καὶ τὸ ὑγίανεν ἢ τὸ ὑγιανεῖ οὐ ῥῆμα, ἀλλὰ πτῶσις ῥήματος·
¦3 同样,“曾健康”或“将健康”也不是动词,而是动词的格。
διαφέρει δὲ τοῦ ῥήματος, ὅτι τὸ μὲν τὸν παρόντα προσσημαίνει χρόνον, τὰ δὲ τὸ πέριξ.
它与动词不同,因为动词附带表明现在的时间,而这些则表明其周围的时间。
Αὐτὰ μὲν οὖν καθ᾿ ἑαυτὰ λεγόμενα τὰ ῥήματα ὀνόματά ἐστι καὶ σημαίνει τι (ἵστησι γὰρ ὁ λέγων τὴν διάνοιαν, καὶ ὁ ἀκούσας ἠρέμησεν), ἀλλ᾿ εἰ ἔστιν ἢ μή, οὔπω σημαίνει·
¦4 动词本身单独说出来时,它们是名词并且表明某物(因为说话者停顿了其思想,听话者也静止了),但它尚未表明其存在或不存在。
οὐδὲ γὰρ τὸ εἶναι ἢ μὴ εἶναι σημεῖόν ἐστι τοῦ πράγματος, οὐδ᾿ ἐὰν τὸ ὂν εἴπῃς αὐτὸ καθ᾿ ἑαυτὸ ψιλόν.
因为“是”或“不是”本身并不是事物的记号,¦p.41 即便你单单说出“存在”本身也是如此。
Αὐτὸ μὲν γὰρ οὐδέν ἐστι, προσσημαίνει δὲ σύνθεσίν τινα, ἣν ἄνευ τῶν συγκειμένων οὐκ ἔστι νοῆσαι.
因为它本身什么都不是,而只是附带表明了某种结合,而如果没有结合的成分,就无法思索这种结合。