§14#1Πότερον δὲ ἐναντία ἐστὶν ἡ κατάφασις τῇ ἀποφάσει ἢ ἡ κατάφασις τῇ καταφάσει, καὶ ὁ λόγος τῷ λόγῳ ὁ λέγων ὅτι πᾶς ἄνθρωπος δίκαιος τῷ οὐδεὶς ἄνθρωπος δίκαιος, ἢ τὸ πᾶς ἄνθρωπος δίκαιος τῷ πᾶς ἄνθρωπος ἄδικος, οἷον ἔστι Καλλίας δίκαιος — οὐκ ἔστι Καλλίας δίκαιος — Καλλίας ἄδικός ἐστι·
究竟是肯定命题与否定命题相反,还是肯定命题与肯定命题相反;亦即,“每个人都是公正的”这一言论是与“没有人是公正的”相反,还是“每个人都是公正的”与“每个人都是不公正的”相反——例如,“卡里亚是公正的”——“卡里亚不是公正的”——“卡里亚是不公正的”。
ποτέρα δὴ ἐναντία τούτων;
在这些之中究竟哪一个是相反的呢?
εἰ γὰρ τὰ μὲν ἐν τῇ φωνῇ ἀκολουθεῖ τοῖς ἐν τῇ διανοίᾳ, ἐκεῖ δὲ ἐναντία δόξα ἡ τοῦ ἐναντίου, οἷον ὅτι πᾶς ἄνθρωπος δίκαιος τῇ πᾶς ἄνθρωπος ἄδικος, καὶ ἐπὶ τῶν ἐν τῇ φωνῇ καταφάσεων ἀνάγκη ὁμοίως ἔχειν.
因为如果言语中的东西随伴着思想中的东西,而在思想中,相反事物的信念是相反的(例如,判定“每个人都是不公正的”的信念与“每个人都是公正的”的信念相反),那么对于言语中的肯定命题也必然同样如此。
Εἰ δὲ μὴ ἐκεῖ ἡ τοῦ ἐναντίου δόξα ἐναντία ἐστίν, οὐδὲ ἡ κατάφασις τῇ καταφάσει ἔσται ἐναντία, ἀλλ᾿ ἡ εἰρημένη ἀπόφασις.
但如果在那儿相反者的信念并不是相反的,那么肯定命题也不会与肯定命题相反,而是上述的否定命题。
Ὥστε σκεπτέον ποία δόξα ἀληθὴς ψευδεῖ δόξῃ ἐναντία, πότερον ἡ τῆς ἀποφάσεως ἢ ἡ τὸ ἐναντίον εἶναι δοξάζουσα.
因此,应当考察什么样的真信念是与假信念相反的,究竟是否定命题的信念,还是判定相反者存在的信念。
Λέγω δὲ ὧδε. Ἔστι τις δόξα ἀληθὴς τοῦ ἀγαθοῦ ὅτι ἀγαθόν, ἄλλη δὲ ὅτι οὐκ ἀγαθὸν ψευδής, ἑτέρα δὲ ὅτι κακόν.
我指的是:关于善存在一种其为善的真信念,另一种其非善的假信念,以及另一种其为恶的信念。
Ποτέρα δὴ τούτων ἐναντία τῇ ἀληθεῖ;
那么,这些之中哪一个是与真信念相反的?
καὶ εἰ ἔστι μία, καθ᾿ ὁποτέραν ἡ ἐναντία;
如果有一个,是按照哪一个相反?
τὸ μὲν δὴ τούτῳ οἴεσθαι τὰς ἐναντίας δόξας ὡρίσθαι, τῷ τῶν ἐναντίων εἶναι, ψεῦδος· τοῦ γὰρ ἀγαθοῦ ὅτι ἀγαθὸν καὶ τοῦ κακοῦ ὅτι κακὸν ἡ αὐτὴ ἴσως καὶ ἀληθὴς ἔσται, εἴτε πλείους εἴτε μία ἐστίν.
认为相反的信念是以“关于相反者”来定义的,这是错误的;因为关于善是善的信念和关于恶是恶的信念,也许是同一且真的,无论它们是多个还是一个。
Ἐναντία δὲ ταῦτα.
而这些是相反的。
Ἀλλ᾿ οὐ τῷ ἐναντίων εἶναι ἐναντία, ἀλλὰ μᾶλλον τῷ ἐναντίως.
但它们并不是因为关于相反者而相反,而是因为以相反的方式。
Εἰ δὴ ἔστι μὲν τοῦ ἀγαθοῦ ὅτι ἐστὶν ἀγαθὸν δόξα, ἄλλη δ᾿ ὅτι οὐκ ἀγαθόν, ἔστι δὲ ἄλλο τι ὃ οὐχ ὑπάρχει οὐδ᾿ οἷόν τε ὑπάρξαι, τῶν μὲν δὴ ἄλλων οὐδεμίαν θετέον, οὔτε ὅσαι ὑπάρχειν τὸ μὴ ὑπάρχον δοξάζουσιν οὔθ᾿ ὅσαι μὴ ὑπάρχειν τὸ ὑπάρχον (ἄπειροι γὰρ ἀμφότεραι, καὶ ὅσαι ὑπάρχειν δοξάζουσι τὸ μὴ ὑπάρχον καὶ ὅσαι μὴ ὑπάρχειν τὸ ὑπάρχον), ἀλλ᾿ ἐν ὅσαις ἐστὶν ἡ ἀπάτη.
如果关于善有其为善的信念,另一种有其非善的信念,并且存在某种既不属于也不可能属于善的其他事物;那么在其他信念中,无论是判定不属于的东西属于,还是判定属于的东西不属于,都不应被设立(因为两者都是无限的,既有判定不属于的东西属于的信念,也有判定属于的东西不属于的信念),而应当设立那些其中存在欺骗(错误)的信念。
Αὗται δέ εἰσιν ἐξ ὧν αἱ γενέσεις.
而这些信念正是生成所由产生的地方。
Ἐκ των ἀντικειμένων δὲ αἱ γενέσεις, ὥστε καὶ αἱ ἀπάται.
生成源于对立者,因此欺骗(错误)也是如此。
Εἰ οὖν τὸ ἀγαθὸν καὶ ἀγαθὸν καὶ οὐ κακόν ἐστι, καὶ τὸ μὲν καθ᾿ ἑαυτὸ τὸ δὲ κατὰ συμβεβηκός (συμβέβηκε γὰρ αὐτῷ οὐ κακῷ εἶναι), μᾶλλον δὲ ἑκάστου ἀληθὴς ἡ καθ᾿ ἑαυτό, καὶ ψευδής, εἴπερ καὶ ἀληθής.
所以,如果善既是善又不是恶,且一者是就其自身而言,另一者是偶然地(因为对善而言,不是恶是偶然的),而且关于每个事物的就其自身而言的信念更为真,那么,如果存在真信念,其相应的假信念也是如此。
Ἡ μὲν οὖν ὅτι οὐκ ἀγαθὸν τὸ ἀγαθὸν τοῦ καθ᾿ ἑαυτὸ ὑπάρχοντος ψευδής, ἡ δὲ τοῦ ὅτι κακὸν τοῦ κατὰ συμβεβηκός.
因此,关于善判定其非善的信念是关于其自身所属于之物的假信念,而判定其为恶的信念则是关于偶然所属于之物的假信念。
Ὥστε μᾶλλον ἂν εἴη ψευδὴς τοῦ ἀγαθοῦ ἡ τῆς ἀποφάσεως ἢ ἡ τοῦ ἐναντίου δόξα.
所以,关于善的否定信念会比相反者的信念更为假。
Διέψευσται δὲ μάλιστα περὶ ἕκαστον ὁ τὴν ἐναντίαν ἔχων δόξαν· τὰ γὰρ ἐναντία τῶν πλεῖστον διαφερόντων περὶ τὸ αὐτό.
而且,关于每一事物,持有相反信念的人错得最厉害;因为相反者是在关于同一事物的差异最大者之中。