§13#2Ἀπορήσειε δ᾿ ἄν τις εἰ τῷ ἀναγκαῖον εἶναι τὸ δυνατὸν εἶναι ἕπεται.
人们也许会产生疑问:“可能存在”是否随伴着“必然存在”。
Εἴ τε γὰρ μὴ ἕπεται, ἡ ἀντίφασις ἀκολουθήσει, τὸ μὴ δυνατὸν εἶναι· καὶ εἴ τις ταύτην μὴ φήσειεν εἶναι ἀντίφασιν, ἀνάγκη λέγειν τὸ δυνατὸν μὴ εἶναι· ἅπερ ἄμφω ψευδῆ κατὰ τοῦ ἀναγκαῖον εἶναι.
因为如果它不随伴,那么矛盾对立面——“不可能存在”——就会随伴;而如果有人说这页并不是矛盾对立,那就必须说“可能不存在”;而这两者对于“必然存在”来说都是假的。
Ἁλλὰ μὴν πάλιν τὸ αὐτὸ εἶναι δοκεῖ δυνατὸν τέμνεσθαι καὶ μὴ τέμνεσθαι καὶ εἶναι καὶ μὴ εἶναι, ὥστε ἔσται τὸ ἀναγκαῖον εἶναι ἐνδεχόμενον μὴ εἶναι· τοῦτο δὲ ψεῦδος.
然而,另一方面,同一事物似乎既能够被分割也能够不被分割,既能够存在也能够不存在,从而,“必然存在”将会变成“容许不存在”;但这是假的。
Φανερὸν δὴ ὅτι οὐ πᾶν τὸ δυνατὸν ἢ εἶναι ἢ βαδίζειν καὶ τὰ ἀντικείμενα δύναται, ἀλλ᾿ ἔστιν ἐφ᾿ ὧν οὐκ ἀληθές, πρῶτον μὲν ἐπὶ τῶν μὴ κατὰ λόγον δυνατῶν, οἷον τὸ πῦρ θερμαντικὸν καὶ ἔχει δύναμιν ἄλογον.
因此,显然并非所有能够存在或步行的事物也都能够做其相反的事,而是在某些情况下这并不真,首先是在那些不按理性而具有能力的事物中,例如火具有发热的能力,且拥有一种非理性的能力。
Αἱ μὲν οὖν μετὰ λόγου δυνάμεις αἱ αὐταὶ πλειόνων καὶ τῶν ἐναντίων, αἱ δ᾿ ἄλογοι οὐ πᾶσαι, ἀλλ᾿ ὥσπερ εἴρηται, τὸ πῦρ οὐ δυνατὸν θερμαίνειν καὶ μή, οὐδ᾿ ὅσα ἅλλα ἐνεργεῖ ἀεί.
因此,伴随理性的能力本身能够产生多种结果,且能产生相反的结果;但非理性的能力并非全都如此,而是如前所述,火不可能既发热又不发热,其他一切始终处于活动中的事物也是如此。
Ἔνια μέντοι δύναται καὶ τῶν κατὰ τὰς ἀλόγους δυνάμεις ἅμα τὰ ἀντικείμενα δέξασθαι.
然而,即使在按照非理性能力作用的事物中,也有一些能够同时接受相反状态。
Ἀλλὰ τοῦτο μὲν τούτου χάριν εἴρηται, ὅτι οὐ πᾶσα δύναμις τῶν ἀντικειμένων, οὐδ᾿ ὅσαι λέγονται κατὰ τὸ αὐτὸ εἶδος.
不过说这些是为了说明,并非所有的能力都是指向相反者的,甚至那些按同一种类来称呼的能力也不尽然。
Ἔνιαι δὲ δυνάμεις ὁμώνυμοί εἰσιν.
而且,有些能力是同名异义的。
Τὸ γὰρ δυνατὸν οὐχ ἁπλῶς λέγεται, ἀλλὰ τὸ μὲν ὅτι ἀληθὲς ὡς ἐνεργείᾳ ὄν, οἷον δυνατὸν βαδίζειν ὅτι βαδίζει, καὶ ὅλως δυνατὸν εἶναι ὅτι ἤδη ἔστι κατ᾿ ἐνέργειαν ὃ λέγεται εἶναι δυνατόν, τὸ δὲ ὅτι ἐνεργήσειεν ἄν, οἷον δυνατὸν εἶναι βαδίζειν ὅτι βαδίσειεν ἄν.
因为“可能”并不仅仅在单一意义上被使用,而是一方面因为作为现实存在而是真的,例如,因为正在步行所以“能够步行”,总的来说,因为被称为可能的事物已经现实地存在所以“可能存在”;另一方面则是由于它可能会付诸实现,例如,因为可能会去步行所以“能够步行”。
Καὶ αὕτη μὲν ἐπὶ τοῖς κινητοῖς ἐστὶ μόνοις ἡ δύναμις, ἐκείνη δὲ καὶ ἐπὶ τοῖς ἀκινήτοις.
而这种能力仅属于可运动的事物,那种能力也属于不可运动的事物。
Ἅμφω δὲ ἀληθὲς εἰπεῖν τὸ μὴ ἀδύνατον εἶναι βαδίζειν ἢ εἶναι, καὶ τὸ βαδίζον ἤδη καὶ ἐνεργοῦν καὶ τὸ βαδιστικόν.
而且在两种情况下,说步行或存在并非不可能是真的,无论对于已经正在步行且活动着的事物,还是对于具有步行能力的事物。
Τὸ μὲν οὖν οὕτω δυνατὸν οὐκ ἀληθὲς κατὰ τοῦ ἀναγκαίου ἁπλῶς εἰπεῖν, θάτερον δὲ ἀληθές.
因此,对于必然者而言,在前一种意义上简单地称其为“可能”是不真的,但在后一种意义上则是真的。
Ὥστε ἐπεὶ τῷ ἐν μέρει τὸ καθόλου ἕπεται, τῷ ἐξ ἀνάγκης ὄντι ἕπεται τὸ δύνασθαι εἶναι, οὐ μέντοι πᾶν.
因此,既然普遍者随伴着特殊者,那么伴随必然存在的事物的就是能够存在,然而并非在所有意义上都是如此。
Καὶ ἔστι δὴ ἀρχὴ ἴσως τὸ ἀναγκαῖον καὶ μὴ ἀναγκαῖον πάντων ἢ εἶναι ἢ μὴ εἶναι, καὶ τἆλλα ὡς τούτοις ἀκολουθοῦντα ἐπισκοπεῖν δεῖ.
而且,必然与非必然或许是万物存在或不存在的本原,其他事物应当被视为随伴着这些而被考察。
Φανερὸν δὴ ἐκ τῶν εἰρημένων ὅτι τὸ ἐξ ἀνάγκης ὂν κατ᾿ ἐνέργειάν ἐστιν, ὥστε εἰ πρότερα τὰ ἀΐδια, καὶ ἡ ἐνέργεια δυνάμεως προτέρα.
由前所述,显然必然存在的事物是处于现实中的,因此,如果永恒的事物是先在的,那么现实也先于能力。
Καὶ τὰ μὲν ἄνευ δυνάμεως ἐνέργειαί εἰσιν, οἷον αἱ πρῶται οὐσίαι, τὰ δὲ μετὰ δυνάμεως, ἃ τῇ μὲν φύσει πρότερα τῷ δὲ χρόνῳ ὕστερα, τὰ δὲ οὐδέποτε ἐνέργειαί εἰσιν ἀλλὰ δυνάμεις μόνον.
有些事物是不带能力的现实,例如第一实体,而另一些事物则伴随着能力,它们在自然上先在,但在时间上后在,还有一些则绝非现实,而仅仅是能力。