Humanitext Reader

亚里士多德 · 解释篇 §14#2

矛盾否定才是真信念的相反信念之论证

第 13 段,共 13 段 · 希腊语

内容简介

亚里士多德论证了与真信念相反的并不是判定相反属性的信念,而是判定矛盾对立的否定信念,并将这一原则推导至言语中全称肯定命题与否定命题的相反关系。

§14#2Εἰ οὖν ἐναντία μὲν τούτων ἡ ἑτέρα, ἐναντιωτέρα δὲ ἡ τῆς ἀντιφάσεως, δῆλον ὅτι αὕτη ἂν εἴη ἐναντία.
因此,如果这些(两个假信念)中,有一者是相反的,而矛盾关系的信念更为相反,那么显然这后者才是相反的。
Ἡ δὲ τοῦ ὅτι κακὸν τὸ ἀγαθὸν συμπεπλεγμένη ἐστί· καὶ γὰρ ὅτι οὐκ ἀγαθὸν ἀνάγκη ἴσως ὑπολαμβάνειν τὸν αὐτόν.
而判定善为恶的信念是复合的;因为同一个人也许必然也同时设想其非善。
Ἔτι δέ, εἰ καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως δεῖ ἔχειν, καὶ ταύτῃ ἂν δόξειε καλῶς εἰρῆσθαι· ἢ γὰρ πανταχοῦ τὸ τῆς ἀντιφάσεως ἢ οὐδαμοῦ.
此外,如果对于其他事物也必须同样如此,那么这样看来也说得很妥当;因为要么在所有地方矛盾关系的信念是相反的,要么在任何地方都不是。
Ὅσοις δὲ μή ἐστιν ἐναντία, περὶ τούτων ἔστι μὲν ψευδὴς ἡ τῇ ἀληθεῖ ἀντικειμένη, οἷον ὁ τὸν ἄνθρωπον οὐκ ἄνθρωπον οἰόμενος διέψευσται.
而对于那些没有相反者事物,与真信念对立的假信念便是相反的,例如,判定人不是人的人就错(被欺骗)了。
Εἰ οὖν αὗται ἐναντίαι, καὶ αἱ ἄλλαι αἱ τῆς ἀντιφάσεως.
因此,如果这些是相反的,那么其他属于矛盾关系的信念也同样是相反的。
Ἔτι ὁμοίως ἔχει ἡ τοῦ ἁγαθοῦ ὅτι ἀγαθὸν καὶ ἡ τοῦ μὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθόν, καὶ πρὸς ταύταις ἡ τοῦ ἀγαθοῦ ὅτι οὐκ ἀγαθὸν καὶ ἡ τοῦ μὴ ἀγαθοῦ ὅτι ἀγαθόν.
此外,关于善判定其为善的信念与关于非善判定其非善的信念具有同样的关系,与此相对,关于善判定其非善的信念与关于非善判定其为善的信念也是如此。
Τῇ οὖν τοῦ μὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθὸν ἀληθεῖ οὔσῃ δόξῃ τίς ἂν εἴη ἡ ἐναντία;
那么,关于非善判定其非善的真信念,什么信念会与之相反呢?
οὐ γὰρ δὴ ἡ λέγουσα ὅτι κακόν· ἅμα γὰρ ἄν ποτε εἴη ἀληθής, οὐδέποτε δὲ ἀληθὴς ἀληθεῖ ἐναντία· ἔστι γάρ τι μὴ ἀγαθὸν κακόν, ὥστε ἐνδέχεται ἅμα ἀληθεῖς εἶναι.
绝不是判定其为恶的信念;因为这有时可能同时为真,而一个真信念绝不与另一个真信念相反;因为存在某种既是非善又是恶的事物,所以它们有可能同时为真。
Οὐδ᾿ αὖ ἡ ὅτι οὐ κακόν·
同样也不是判定其非恶的信念;因为这同样是真的。
ἀληθὴς γὰρ καὶ αὕτη. Ἅμα γὰρ καὶ ταῦτα ἂν εἴη.
因为这些也有可能同时为真。
Λείπεται οὖν τῇ τοῦ μὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθὸν ἐναντία ἡ τοῦ μὴ ἀγαθοῦ ὅτι ἀγαθόν· ψευδὴς γὰρ αὕτη.
见于非善判定其非善的信念,只剩下关于非善判定其为善的信念与其相反;因为这(后者)是假的。
Ὥστε καὶ ἡ τοῦ ἀγαθοῦ ὅτι οὐκ ἀγαθὸν τῇ τοῦ ἀγαθοῦ ὅτι ἀγαθόν.
所以,关于善判定其非善的信念也与关于善判定其为善的信念相反。
Φανερὸν δὲ ὅτι οὐδὲν διοίσει οὐδ᾿ ἂν καθόλου τιθῶμεν τὴν κατάφασιν· ἡ γὰρ καθόλου ἀπόφασις ἐναντία ἔσται, οἷον τῇ δόξῃ τῇ δοξαζούσῃ ὅτι πᾶν ὃ ἂν ᾖ ἀγαθὸν ἀγαθόν ἐστιν ἡ ὅτι οὐδὲν τῶν ἀγαθῶν ἀγαθόν.
显然,即使我们把肯定命题设为全称的,也没有任何区别;因为全称否定命题将会是相反的,例如,对于判定“任何是善的东西都是善的”的信念,相反的是判定“没有任何善的东西是善的”的信念。
Ἡ γὰρ τοῦ ἀγαθοῦ ὅτι ἀγαθόν, εἰ καθόλου τὸ ἀγαθόν, ἡ αὐτή ἐστι τῇ ὅτι ὃ ἂν ᾖ ἀγαθὸν δοξαζούσῃ ὅτι ἀγαθόν· τοῦτο δὲ οὐδὲν διαφέρει τοῦ ὅτι πᾶν ὃ ἂν ᾖ ἀγαθὸν ἀγαθόν ἐστιν.
因为关于善是善的信念,如果善是全称的,就与判定“凡是善的东西就是善的”的信念相同;这与判定“每一个是善的东西都是善的”没有任何区别。
Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ μὴ ἀγαθοῦ.
关于非善也是同样如此。
Ὥστε εἴπερ ἐπὶ δόξης οὕτως ἔχει, εἰσὶ δὲ αἱ ἐν τῇ φωνῇ καταφάσεις καὶ ἀποφάσεις σύμβολα τῶν ἐν τῇ ψυχῇ, δῆλον ὅτι καὶ καταφάσει ἐναντία μὲν ἀπόφασις ἡ περὶ τοῦ αὐτοῦ καθόλου, οἷον τῇ ὅτι πᾶν ἀγαθὸν ἀγαθὸν ἢ ὅτι πᾶς ἄνθρωπος ἀγαθὸς ἡ ὅτι οὐδὲν ἢ οὐδείς, ἀντιφατικῶς δὲ ὅτι ἢ οὐ πᾶν ἢ οὐ πᾶς.
所以,如果对于信念而言确是如此,而言语中的肯定和否定是灵魂中信念的符号,那么显然,对于全称肯定命题,相反命题是关于同一主项的全称否定命题,例如对于“每个善都是善的”或“每个人都是善的”,相反的是“没有一个(善)”或“没有人(是善的)”,而矛盾命题则是“并非每个”或“并非每个人”。
Φανερὸν δὲ ὅτι καὶ ἀληθῆ ἀληθεῖ οὐκ ἐνδέχεται ἐναντίαν εἶναι οὔτε δόξαν οὔτε ἀπόφασιν.
显然,一个真信念或真否定也不可能与另一个真的相反。
Ἐναντίαι μὲν γὰρ αἱ περὶ τὰ ἀντικείμενα, περὶ ταῦτα δὲ ἐνδέχεται ἀληθεύειν τὸν αὐτόν· ἅμα δὲ οὐκ ἐνδέχεται τὰ ἐναντία ὑπάρχειν τῷ αὐτῷ.
因为相反的信念是关于对立物的信念,而关于这些对立物,同一个人有可能同时做出真的判定;但相反属性不可能同时属于同一事物。

词汇与语法注释

  1. §14#2τούτων — 指示代词的复数属格。在语境中,它指代前一节末尾提到的两种假信念:即“非善(否定)”和“为恶(相反)”。
  2. ¦8¦συμπεπλεγμένη ἐστί — 动词 συμπλέκω 的完成时被动分词。在此表示判定某物为恶并非单一判定,而是隐含有判定其非善的“复合”性质。
  3. ¦11¦ἅμα γὰρ ἄν ποτε εἴη ἀληθής — 小词 ἄν 与希求法动词 εἴη 的结合,表示潜在可能性。表明由于存在既是非善又是恶的事物,这两种信念有“可能同时为真”。

引用这一段

亚里士多德, 解释篇 §14#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg017.humanitext-grc1:14%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。