Humanitext Reader

亚里士多德 · 解释篇 §11

复合谓项的结合条件与单一命题的成立

第 8 段,共 13 段 · 希腊语

内容简介

本章讨论了多个项结合形成单一命题的条件,区分了“因其自身”的陈述与“偶然的”陈述。文章指出无限制的结合会导致无限倒退与荒谬结论,并确定了属性在何种情况下可以有效结合以及对个别事物作无条件陈述的有效性标准。

§11Τὸ δὲ ἓν κατὰ πολλῶν ἢ πολλὰ καθ᾿ ἑνὸς καταφάναι ἢ ἀποφάναι, ἐὰν μὴ ἕν τι ᾖ τὸ ἐκ τῶν πολλῶν δηλούμενον, οὐκ ἔστι κατάφασις μία οὐδὲ ἀπόφασις.
¦1/ 然,凡关于多数事物肯定或否定一个事物,或者关于一个事物肯定或否定许多事物,如果从这许多事物中所表示的并非某个单一的事物,这就不是一个肯定,也不是一个否定。
Λέγω δὲ ἓν οὐκ ἐὰν ὄνομα ἓν ᾖ κείμενον, μὴ ᾖ δὲ ἕν τι ἐξ ἐκείνων, οἷον ὁ ἄνθρωπος ἴσως ἐστὶ καὶ ζῷον καὶ δίπουν καὶ ἥμερον, ἀλλὰ καὶ ἕν τι γίνεται ἐκ τούτων· ἐκ δὲ τοῦ λευκοῦ καὶ τοῦ ἀνθρώπου καὶ τοῦ βαδίζειν οὐχ ἕν.
我所说的“一”,并不是指在定下一个名字的情况下、却不能从它们之中产生某个单一事物的情况;例如,人也许既是动物、又是双足的、又是驯良的,而且从这些中也确实产生了一个单一的事物,但从白色、人和行走中,却不能产生一个单一的事物。
Ὥστε οὔτ᾿ ἐὰν ἕν τι κατὰ τούτων καταφήσῃ τις μία κατάφασις, ἀλλὰ φωνὴ μὲν μία καταφάσεις δὲ πολλαί, οὔτε ἐὰν καθ᾿ ἑνὸς ταῦτα, ἀλλ᾿ ὁμοίως πολλαί.
¦2/ 因此,如果有人关于这些肯定某个单一的事物,这也不是一个肯定——相反,声音虽然是一个,肯定却是许多个——如果关于一个事物肯定这些,同样也是许多个。
Εἰ οὖν ἡ ἐρώτησις ἡ διαλεκτικὴ ἀποκρίσεώς ἐστιν αἴτησις, ἢ τῆς προτάσεως ἢ θατέρου μορίου τῆς ἀντιφάσεως, ἡ δὲ πρότασις ἀντιφάσεως μιᾶς μόριον, οὐκ ἂν εἴη ἀπόκρισις μία πρὸς ταῦτα· οὐδὲ γὰρ ἡ ἐρώτησις μία, οὐδ᾿ ἐὰν ᾖ ἀληθής.
那么,如果辩证的问题是对回答的请求——请求给出前提或矛盾的其中一部分——而前提是单一矛盾的一部分,那么对于这些就不会有一个单一的回答;因为问题也不是一个,即使它是真的。
Εἴρηται δὲ ἐν τοῖς Τοπικοῖς περὶ αὐτῶν.
关于这些已经在《论题篇》中讨论过。
Ἅμα δὲ δῆλον ὅτι οὐδὲ τὸ τί ἐστιν ἐρώτησίς ἐστι διαλεκτική· δεῖ γὰρ δεδόσθαι ἐκ τῆς ἐρωτήσεως ἑλέσθαι ὁπότερον βούλεται τῆς ἀντιφάσεως μόριον ἀποφήνασθαι.
¦3/ 同时,显而易见,“是什么”的问题也不是辩证的问题;因为必须从问题中给予回答者选择他想要陈述的矛盾之哪一部分的自由。
Ἀλλὰ δεῖ τὸν ἐρωτῶντα προσδιορίσαι πότερον τόδε ἐστὶν ὁ ἄνθρωπος ἢ οὐ τοῦτο.
相反,提问者必须进一步限定,人是这个还是不是这个。
Ἐπεὶ δὲ τὰ μὲν κατηγορεῖται συντιθέμενα, ὡς ἓν τὸ πᾶν κατηγόρημα τῶν χωρὶς κατηγορουμένων, τὰ δ᾿ οὔ, τίς ἡ διαφορά;
¦4/ 既然在被陈述的属性中,有些是在结合后作为一个整体述语被陈述的(相对于分别被陈述的属性),而有些则不然,那么这区别是什么呢?
κατὰ γὰρ τοῦ ἀνθρώπου ἀληθὲς εἰπεῖν καὶ χωρὶς ζῷον καὶ χωρὶς δίπουν, καὶ ταῦτα ὡς ἕν, καὶ ἄνθρωπον καὶ λευκόν, καὶ ταῦθ᾿ ὡς ἕν.
因为关于人,分别说“动物”和“双足的”是真的,且把这些作为一个整体也是真的,又如分别说“人”和“白色的”,把这些作为一个整体也是真的。
Ἀλλ᾿ οὐχί, εἰ σκυτεὺς καὶ ἀγαθός, καὶ σκυτεὺς ἀγαθός.
但如果他是“鞋匠”和“好的”,却不意味着他也是“好的鞋匠”。
Εἰ γάρ, ὅτι ἑκάτερον ἀληθές, εἶναι δεῖ καὶ τὸ συνάμφω, πολλὰ καὶ ἄτοπα ἔσται.
因为如果因为每一项都是真的,它们的结合也必须是真的,那么就会产生许多荒谬的结果。
Κατὰ γὰρ τοῦ ἀνθρώπου καὶ τὸ ἄνθρωπος ἀληθὲς καὶ τὸ λευκόν, ὥστε καὶ τὸ ἅπαν.
¦5/ 因为关于人,说“人”是真的,说“白色的”也是真的,因此它们的整体也是真的。
Πάλιν εἰ τὸ λευκὸν αὐτό, καὶ τὸ ἅπαν, ὥστε ἔσται ἄνθρωπος λευκὸς λευκός, καὶ τοῦτο εἰς ἄπειρον.
再次,如果说“白色”本身也是真的,其整体也是真的,这样就会有“白色白色的人”,并且这会无限进行下去。
Καὶ πάλιν μουσικὸς λευκὸς βαδίζων· καὶ ταῦτα πολλάκις πεπλεγμένα εἰς ἄπειρον.
再如“懂音乐的白色的行走的”,这些会多次交织以至无限。
Ἔτι εἰ ὁ Σωκράτης Σωκράτης καὶ ἄνθρωπος, καὶ Σωκράτης Σωκράτης ἄνθρωπος.
此外,如果苏格拉底是“苏格拉底”和“人”,那么他就会是“苏格拉底苏格拉底人”。
Καὶ εἰ ἄνθρωπος καὶ δίπους, καὶ ἄνθρωπος ἄνθρωπος δίπους.
如果他是“人”和“双足的”,那么就是“人人双足的”。
Ὅτι μὲν οὖν εἴ τις ἁπλῶς φήσει τὰς συμπλοκὰς γίνεσθαι, πολλὰ συμβαίνει λέγειν ἄτοπα, δῆλον· ὅπως δὲ θετέον, λέγομεν νῦν.
¦6/ 因此,显而易见,如果有人认为结合是无条件产生的,就会说出许多荒谬的话;但我们现在来讨论应当如何规定。
Τῶν δὴ κατηγορουμένων, καὶ ἐφ᾿ οἷς κατηγορεῖσθαι συμβαίνει, ὅσα μὲν λέγεται κατὰ συμβεβηκὸς ἢ κατὰ τοῦ αὐτοῦ ἢ θάτερον κατὰ θατέρου, ταῦτα οὐκ ἔσται ἕν, οἷον ἄνθρωπος λευκός ἐστι καὶ μουσικός, ἀλλ᾿ οὐχ ἓν τὸ λευκὸν καὶ τὸ μουσικόν·
在被陈述的属性中,以及它们所依附的陈述对象中,凡是偶然被陈述的——无论是关于同一事物,还是其中之一关于另一者——这些都不会是一个。
συμβεβηκότα γὰρ ἄμφω τῷ αὐτῷ.
例如,人是白色的且懂音乐的,但“白色的”和“懂音乐的”不是一个;因为两者都偶然依附于同一事物。
Οὐδ᾿ εἰ τὸ λευκὸν μουσικὸν ἀληθὲς εἰπεῖν, ὅμως οὐκ ἔσται τὸ μουσικὸν λευκὸν ἕν τι· κατὰ συμβεβηκὸς γὰρ τὸ μουσικὸν λευκόν, ὥστε οὐκ ἔσται τὸ λευκὸν μουσικὸν ἕν τι.
¦7/ 而且,即使说“白的是懂音乐的”是真的,但“懂音乐的白的”仍然不是某个单一的事物;因为懂音乐的只是偶然是白色的,所以“白色的懂音乐的”不会是一个。
Διὸ οὐδ᾿ ὁ σκυτεὺς ἁπλῶς ἀγαθός, ἀλλὰ ζῷον δίπουν· οὐ γὰρ κατὰ συμβεβηκός.
因此,鞋匠也不是无条件地是好的,但[人是]“双足动物”[却是可以结合的];因为它们不是偶然的。
Ἔτι οὐδ᾿ ὅσα ἐνυπάρχει ἐν τῷ ἑτέρῳ.
此外,那些已经包含在另一者中的属性也不行。
Διὸ οὔτε τὸ λευκὸν πολλάκις οὔτε ὁ ἄνθρωπος ἄνθρωπος ζῷόν ἐστιν ἢ δίπουν· ἐνυπάρχει γὰρ ἐν τῷ ἀνθρώπῳ τὸ ζῷον καὶ τὸ δίπουν.
¦8/ 因此,既不能多次重复“白色”,也不能对“人”说“人是动物”或“人是双足的”;因为动物和双足的已经包含在人之中了。
Ἀληθὲς δέ ἐστιν εἰπεῖν κατὰ τοῦ τινὸς καὶ ἁπλῶς, οἷον τὸν τινὰ ἄνθρωπον ἄνθρωπον ἢ τὸν τινὰ λευκὸν ἄνθρωπον ἄνθρωπον λευκόν·
但是,关于个别事物,无条件地陈述也是真的,例如,说某个具体的人是“人”,或者某个具体的白人是“白人”。
οὐκ ἀεὶ δέ, ἀλλ᾿ ὅταν μὲν ἐν τῷ προσκειμένῳ τῶν ἀντικειμένων τι ἐνυπάρχῃ ᾧ ἕπεται ἀντίφασις, οὐκ ἀληθὲς ἀλλὰ ψεῦδος, οἷον τὸν τεθνεῶτα ἄνθρωπον ἄνθρωπον εἰπεῖν, ὅταν δὲ μὴ ἐνυπάρχῃ, ἀληθές.
然而并非总是如此;当附加词中包含着某种对立物、从而会导致矛盾时,这就不是真的,而是假的——例如,说一个死人是“人”——但当它没有包含时,就是真的。
Ἢ ὅταν μὲν ἐνυπάρχῃ, ἀεὶ οὐκ ἀληθές, ὅταν δὲ μὴ ἐνυπάρχῃ, οὐκ ἀεὶ ἀληθές, ὥσπερ Ὅμηρός ἐστί τι, οἷον ποιητής.
¦9/ 或者说,当它包含在内时,总是非真的,而当它不包含在内时,也不总是真的;例如,“荷马是某物”,比如“诗人”。
Ἀρ᾿ οὖν καὶ ἔστιν, ἢ οὔ;
那么他因此也就是“存在的”吗,还是不呢?
κατὰ συμβεβηκὸς γὰρ κατηγορεῖται τοῦ Ὁμήρου τὸ ἔστιν· ὅτι γὰρ ποιητής ἐστιν, ἀλλ᾿ οὐ καθ᾿ αὑτό, κατηγορεῖται κατὰ τοῦ Ὁμήρου τὸ ἔστιν.
因为“是(存在)”对于荷马是偶然被陈述的;因为正是因为他是诗人,而不是因其自身,“是”才被关于荷马陈述。
Ὥστε ἐν ὅσαις κατηγορίαις μήτε ἐναντιότης ἔνεστιν, ἐὰν λόγοι ἀντ᾿ ὀνομάτων λέγωνται, καὶ καθ᾿ ἑαυτὰ κατηγορῆται καὶ μὴ κατὰ συμβεβηκός, ἐπὶ τούτων τὸ τὶ καὶ ἁπλῶς ἀληθὲς ἔσται εἰπεῖν.
¦10/ 因此,在所有这些陈述中,如果用定义代替名词时其中不包含相反性,且它们是因其自身而不是偶然被陈述的,在这些情况下,关于个别事物无条件地陈述也将会是真的。
Τὸ δὲ μὴ ὄν, ὅτι δοξαστόν, οὐκ ἀληθὲς εἰπεῖν ὄν τι· δόξα γὰρ αὐτοῦ οὐκ ἔστιν ὅτι ἔστιν, ἀλλ᾿ ὅτι οὐκ ἔστιν.
但对于“非存在”,不能因为它是被想象的对象,就说它是一个“存在者”是真的;因为关于它的观点并不是“它是”,而是“它不是”。

词汇与语法注释

  1. ¦1¦Τὸ δὲ ἓν κατὰ πολλῶν ἢ πολλὰ καθ᾿ ἑνὸς καταφάναι ἢ ἀποφάναι — 不定式短语“肯定或否定……”作为句子的主语,而主句的述语是“不是一个肯定,也不是一个否定”(οὐκ ἔστι κατάφασις μία οὐδὲ ἀπόφασις)。
  2. ¦1¦Λέγω δὲ ἓν οὐκ ἐὰν ὄνομα ἓν ᾖ κείμενον, μὴ ᾖ δὲ ἕν τι ἐξ ἐκείνων — 句式结构为“我所说的‘一’并不是指……的情况”(λέγω δὲ ἕν οὐκ ἐὰν……)。在条件从句“如果定下一个名字”(ἐὰν……)中,嵌套了第二个否定条件“但不能从它们之中产生某个单一事物”(μὴ ᾖ δὲ ἕν τι ἐξ ἐκείνων)。
  3. ¦2¦οὐκ ἂν εἴη ἀπόκρισις μία πρὸς ταῦτα — 带有语气词 ἄν 的希求语气动词 εἴη 构成潜在语气(“不会有一个单一的回答”),作为以 εἰ οὖν ἡ ἐρώτησις... 开始的条件句的主句。
  4. ¦6¦Τῶν δὴ κατηγορουμένων, καὶ ἐφ᾿ οἷς κατηγορεῖσθαι συμβαίνει — “被陈述的属性”(κατηγορουμένων)与“它们所依附的陈述对象”(ἐφ᾿ οἷς...)这两个属格在句首被提出,作为关系代词 ὅσα 的先行范围,从而限定其中“偶然被陈述的”(κατὰ συμβεβηκός)属性。
  5. ¦8¦ὅταν μὲν ἐν τῷ προσκειμένῳ τῶν ἀντικειμένων τι ἐνυπάρχῃ ᾧ ἕπεται ἀντίφασις — 关系代词 ᾧ 的先行词是不定代词“某些对立物”(τῶν ἀντικειμένων τι),表示“矛盾随之而来的对立物”。虚拟语气动词 ἐνυπάρχῃ 由 ὅταν (ὅτε + ἄν) 引导,用以描述一般的条件或事态。
  6. ¦9¦κατὰ συμβεβηκὸς γὰρ κατηγορεῖται τοῦ Ὁμήρου τὸ ἔστιν· ὅτι γὰρ ποιητής ἐστιν, ἀλλ᾿ οὐ καθ᾿ αὑτό — 通过说明原因的 ὅ提 从句“因为他是诗人”(ὅτι γὰρ ποιητής ἐστιν)来解释为什么“是(存在)”(ἔστιν)对荷马是偶然被陈述的。“而不是因其自身”(ἀλλ᾿ οὐ καθ᾿ αὑτό)与“偶然”形成对比。

引用这一段

亚里士多德, 解释篇 §11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg017.humanitext-grc1:11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。