Humanitext Reader

亚里士多德 · 解释篇 §12

模态命题中肯定与否定的矛盾对立

第 9 段,共 13 段 · 希腊语

内容简介

本章讨论了在可能、容许、不可能、必然等模态概念中,肯定与否定对立如何构成。亚里士多德阐明了普通陈述与模态命题的结构差异,表明通过将“存在”与“不存在”作为主项,并把模态表达视为附加成分,才能确立正确的矛盾对立关系。

§12Τούτων δὲ διωρισμένων σκεπτέον ὅπως ἔχουσιν αἱ ἀποφάσεις καὶ καταφάσεις πρὸς ἀλλήλας αἱ τοῦ δυνατὸν εἶναι καὶ μὴ δυνατὸν καὶ ἐνδεχόμενον καὶ μὴ ἐνδεχόμενον, καὶ περὶ τοῦ ἀδυνάτου τε καὶ ἀναγκαίου· ἔχει γὰρ ἀπορίας τινάς.
在对此做出规定之后,我们必须考量:可能存在、不可能存在、容许存在、不容许存在,以及关于不可能与必然的否定与肯定,它们彼此之间是如何关联的;因为这存在着一些疑难。
Εἰ γὰρ τῶν συμπλεκομένων αὗται ἀλλήλαις ἀντίκεινται ἀντιφάσεις, ὅσαι κατὰ τὸ εἶναι καὶ μὴ εἶναι τάττονται, οἷον τοῦ εἶναι ἄνθρωπον ἀπόφασις τὸ μὴ εἶναι ἄνθρωπον, οὐ τὸ εἶναι μὴ ἄνθρωπον, καὶ τοῦ εἶναι λευκὸν ἄνθρωπον τὸ μὴ εἶναι λευκὸν ἄνθρωπον, ἀλλ᾿ οὐ τὸ εἶναι μὴ λευκὸν ἄνθρωπον.
因为在那些复合的命题中,如果那些依据“存在”与“不存在”来排列的矛盾命题是彼此对立的——例如,“是人”的否定是“不是人”,而不是“是非人”,且“是白人”的否定是“不是白人”,而不是“是白非人”。
Εἰ γὰρ κατὰ παντὸς ἡ κατάφασις ἢ ἡ ἀπόφασις, τὸ ξύλον ἔσται ἀληθὲς εἰπεῖν εἶναι μὴ λευκὸν ἄνθρωπον.
因为如果对任何事物,要么肯定要么否定为真,那么对木头说它是“白非人”就会是真的。
Εἰ δὲ τοῦτο οὕτως, καὶ ὅσοις τὸ εἶναι μὴ προστίθεται, τὸ αὐτὸ ποιήσει τὸ ἀντὶ τοῦ εἶναι λεγόμενον, οἷον τοῦ ἄνθρωπος βαδίζει οὐ τὸ οὐκ ἄνθρωπος βαδίζει ἀπόφασις ἔσται, ἀλλὰ τὸ οὐ βαδίζει ἄνθρωπος· οὐδὲν γὰρ διαφέρει εἰπεῖν ἄνθρωπον βαδίζειν ἢ ἄνθρωπον βαδίζοντα εἶναι.
如果这是这样,那么在所有没有附加“存在”的命题中,代替“存在”而被说出的词也会起到同样的作用。 例如,“人行走”的否定将不是“非人行走”,而是“人不行走”;因为说“人行走”或说“人是行走的”并无二致。
Ὥστε εἰ οὕτως πανταχοῦ, καὶ τοῦ δυνατὸν εἶναι ἀπόφασις ἔσται τὸ δυνατὸν μὴ εἶναι, ἀλλ᾿ οὐ τὸ μὴ δυνατὸν εἶναι.
因此,如果到处都是如此,那么“可能存在”的否定就将是“可能不存在”,而不是“不可能存在”。
Δοκεῖ δὲ τὸ αὐτὸ δύνασθαι καὶ εἶναι καὶ μὴ εἶναι· πᾶν γὰρ τὸ δυνατὸν τέμνεσθαι ἢ βαδίζειν καὶ μὴ βαδίζειν καὶ μὴ τέμνεσθαι δυνατόν.
然而,同一事物似乎既能够存在也能够不存在;因为凡是能够被分割或能够行走的,也都能够不行走、能够不被分割。
Λόγος δέ, ὅτι ἅπαν τὸ οὕτω δυνατὸν οὐκ ἀεὶ ἐνεργεῖ, ὥστε ὑπάρξει αὐτῷ καὶ ἡ ἀπόφασις· δύναται γὰρ καὶ μὴ βαδίζειν τὸ βαδιστικὸν καὶ μὴ ὁρᾶσθαι τὸ ὁρατόν.
其理由是,所有以这种方式可能的事物并不总是处于活动中,因此其否定也同样属于它;因为有步行能力者也可能不行走,可见之物也可能不被看见。
Ἀλλὰ μὴν ἀδύνατον κατὰ τοῦ αὐτοῦ ἀληθεύεσθαι τὰς ἀντικειμένας φάσεις· οὐκ ἄρα τοῦ δυνατὸν εἶναι ἀπόφασίς ἐστι τὸ δυνατὸν μὴ εἶναι.
然而,对同一事物,对立的陈述绝不可能同时为真;因此,“可能存在”的否定并不是“可能不存在”。
Συμβαίνει γὰρ ἐκ τούτων ἢ τὸ αὐτὸ φάναι καὶ ἀποφάναι ἅμα καὶ κατὰ τοῦ αὐτοῦ, ἢ μὴ κατὰ τὸ εἶναι καὶ μὴ εἶναι τὰ προστιθέμενα γίνεσθαι φάσεις καὶ ἀποφάσεις.
因为由此导致的结果,要么是我们在同一时间对同一事物既肯定又否定,要么是那些被附加的内容并不是依据“存在”与“不存在”来构成肯定与否定的。
Εἰ οὖν ἐκεῖνο ἀδύνατον, τοῦτ᾿ ἂν εἴη αἱρετόν.
如果前者是不可能的,那么后者就应当是被采纳的。
Ἔστιν ἄρα ἀπόφασις τοῦ δυνατὸν εἶναι τὸ μὴ δυνατὸν εἶναι.
因此,“可能存在”的否定是“不可能存在”。
Ὁ δ᾿ αὐτὸς λόγος καὶ περὶ τοῦ ἐνδεχόμενον εἶναι· καὶ γὰρ τούτου ἀπόφασις τὸ μὴ ἐνδεχόμενον εἶναι.
而同样的道理也适用于“容许存在”;因为这者的否定也是“不容许存在”。
Καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοιοτρόπως, οἷον ἀναγκαίου τε καὶ ἀδυνάτου.
对于其他的词,如“必然的”和“不可能的”,也以同样的方式处理。
Γίνεται γὰρ ὥσπερ ἐπ᾿ ἐκείνων τὸ εἶναι καὶ τὸ μὴ εἶναι προσθέσεις, τὰ δ᾿ ὑποκείμενα πράγματα τὸ μὲν λευκὸν τὸ δ᾿ ἄνθρωπος; οὕτως ἐνταῦθα τὸ μὲν εἶναι καὶ μὴ εἶναι ὡς ὑποκείμενον γίνεται, τὸ δὲ δύνασθαι καὶ τὸ ἐνδέχεσθαι προσθέσεις διορίζουσαι, ὥσπερ ἐπ᾿ ἐκείνων τὸ εἶναι καὶ μὴ εἶναι, τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὁμοίως αὗται ἐπὶ τοῦ εἶναι δυνατὸν καὶ εἶναι οὐ δυνατόν.
因为正如在那些情况下,“存在”与“不存在”是附加词,而底层的事物则是“白色”或“人”;与此相同,在这里,“存在”与“不存在”变成了类似于底层事物(主语)的角色,而“能够”与“容许”则是规定它们的附加词,正如在那些情况下,“存在”与“不存在”决定了真与假,这些词也同样在“可能存在”与“不可能存在”上起作用。
Τοῦ δὲ δυνατὸν μὴ εἶναι ἀπόφασις οὐ τὸ οὐ δυνατὸν εἶναι, ἀλλὰ τὸ οὐ δυνατὸν μὴ εἶναι, καὶ τοῦ δυνατὸν εἶναι οὐ τὸ δυνατὸν μὴ εἶναι, ἀλλὰ τὸ μὴ δυνατὸν εἶναι.
而“可能不存在”的否定不是“不可能存在”,而是“不可能不存在”;“可能存在”的否定不是“可能不存在”,而是“不可能存在”。
Διὸ καὶ ἀκολουθεῖν ἂν δόξειαν ἀλλήλαις αἱ τοῦ δυνατὸν εἶναι καὶ δυνατὸν μὴ εἶναι· τὸ γὰρ αὐτὸ δυνατὸν εἶναι καὶ μὴ εἶναι· οὐ γὰρ ἀντιφάσεις ἀλλήλων αἱ τοιαῦται, τὸ δυνατὸν εἶναι καὶ δυνατὸν μὴ εἶναι.
因此,“可能存在”与“可能不存在”似乎会相互伴随;因为同一事物可能存在也可能不存在;因为诸如“可能存在”与“可能不存在”这样的命题并不是彼此的矛盾对立。
Ἀλλὰ τὸ δυνατὸν εἶναι καὶ μὴ δυνατὸν εἶναι οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ ἅμα ἀληθεύονται· ἀντίκεινται γάρ.
但是,“可能存在”与“不可能存在”绝不可能同时对同一事物为真;因为它们是对立的。
Οὐδέ γε τὸ δυνατὸν μὴ εἶναι καὶ οὐ δυνατὸν μὴ εἶναι οὐδέποτε ἅμα ἐπὶ τοῦ αὐτοῦ ἀληθεύονται.
而且,“可能不存在”与“不可能不存在”也绝不可能同时对同一事物为真。
Ὁμοίως δὲ καὶ τοῦ ἀναγκαῖον εἶναι ἀπόφασις οὐ τὸ ἀναγκαῖον μὴ εἶναι, ἀλλὰ τὸ μὴ ἀναγκαῖον εἶναι· τοῦ δὲ ἀναγκαῖον μὴ εἶναι τὸ μὴ ἀναγκαῖον μὴ εἶναι.
同样地,“必然存在”的否定也不是“必然不存在”,而是“并非必然存在”;而“必然不存在”的否定则是“并非必然不存在”。
Καὶ τοῦ ἀδύνατον εἶναι οὐ τὸ ἀδύνατον μὴ εἶναι, ἀλλὰ τὸ μὴ ἀδύνατον εἶναι· τοῦ δὲ ἀδύνατον μὴ εἶναι τὸ οὐκ ἀδύνατον μὴ εἶναι.
而“不可能存在”的否定也不是“不可能不存在”,而是“并非不可能存在”;“不可能不存在”的否定则是“并非不可能不存在”。
Καὶ καθόλου δέ, ὥσπερ εἴρηται, τὸ μὲν εἶναι καὶ μὴ εἶναι δεῖ τιθέναι ὡς τὰ ὑποκείμενα, κατάφασιν δὲ καὶ ἀπόφασιν ταῦτα ποιοῦντα πρὸς τὸ εἶναι καὶ μὴ εἶναι. συντάττειν.
而且,正如已说过的,从普遍意义上,必须将“存在”与“不存在”置于底层(作为主语),然后将那些使它们成为肯定与否定的词与“存在”与“不存在”结合起来。
Καὶ ταύτας οἴεσθαι χρὴ εἶναι τὰς ἀντικειμένας φάσεις, δυνατόν — οὐ δυνατόν, ἐνδεχόμενον — οὐκ ἀνδεχόμενον, ἀδύνατον — οὐκ ἀδύνατον, ἀναγκαῖον — οὐκ ἀναγκαῖον, ἀληθές — οὐκ ἀληθές.
应当认为这些才是彼此对立的陈述:“可能的——不可能的”、“容许的——不容许的”、“不可能的——并非不可能的”、“必然的——并非必然的”、“真的——并非真的”。

词汇与语法注释

  1. ¦1¦αἱ τοῦ δυνατὸν εἶναι καὶ μὴ δυνατὸν — 复数女性冠词 αἱ 复指句首的 αἱ ἀποφάσεις καὶ καταφάσεις(否定与肯定)。后面的属格冠词不定式(τοῦ δυνατὸν εἶναι 等)修饰这些名词,表示“关于可能存在等的否定与肯定”。
  2. ¦7¦τὸ μὲν εἶναι καὶ μὴ εἶναι ὡς ὑποκείμενον γίνεται — 亚里士多德在此讨论了普通命题与模态命题在结合结构上的反转。在普通的陈述中(例如“人是白的”),底层物(主语 ὑποκείμενον)是“白”和“人”,而“存在”是附加。但在模态命题中,“存在与不存在”本身作为逻辑上的底层(主语 ὡς ὑποκείμενον)起作用,而“能够”和“容许”则是限定其逻辑状态的附加语(προσθέσεις)。

引用这一段

亚里士多德, 解释篇 §12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg017.humanitext-grc1:12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。