Humanitext Reader

亚里士多德 · 解释篇 §10#2

对立命题的真假关系与语序换位

第 7 段,共 13 段 · 希腊语

内容简介

论述普遍命题中相反关系与矛盾关系真假值的不同,以及个别事物与普遍事物在否定回答时的逻辑推论差异。此外,解释涉及不定名词的对立性质,并证明名词和动词的位置换位不影响命题的意义。

§10#2Ἐπεὶ δὲ ἐναντία ἀπόφασίς ἐστι τῇ ἅπαν ἐστὶ ζῷον δίκαιον ἡ σημαίνουσα ὅτι οὐδέν ἐστι ζῷον δίκαιον, αὗται μὲν φανερὸν ὅτι οὐδέποτε ἔσονται οὔτε ἀληθεῖς ἅμα οὔτε ἐπὶ τοῦ αὐτοῦ, αἱ δὲ ἀντικείμεναι ταύταις ἔσονταί ποτε, οἷον οὐ πᾶν ζῷον δίκαιον καὶ ἔστι τι ζῷον δίκαιον.
既然与“每个动物都是公正的”相反的否定是指称“没有一个动物是公正的”的那一个,显而易见,这两者绝不会同时为真,也不会关于同一对象为真,而与这两者对立的命题有时则会同时为真,例如“并非每个动物都是公正的”和“有些动物是公正的”。
Ἀκολουθοῦσι δὲ αὗται, τῇ μὲν πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν ἡ οὐδείς ἐστιν ἄνθρωπος δίκαιος, τῇ δὲ ἔστι τις ἄνθρωπος δίκαιος ἡ ἀντικειμένη ὅτι οὐ πᾶς ἄνθρωπός ἐστιν οὐ δίκαιος· ἀνάγκη γὰρ εἶναί τινα.
而这些是相互伴随的:伴随着“每个人都是不公正的”的是“没有人是公正的”;而伴随着“有的人是公正的”是其对立面“并非每个人都是不公正的”;因为必然会有某个人是公正的。
Φανερὸν δὲ καὶ ὅτι ἐπὶ μὲν τῶν καθ᾿ ἕκαστον, εἰ ἀληθὲς ἐρωτηθέντα ἀποφῆσαι, ὅτι καὶ καταφῆσαι ἀληθές· οἷον ἆρά γε Σωκράτης σοφός;
显而易见,对于个别事物,如果在被问及后作否定回答是真实的,那么作肯定判断也是真实的;例如,“苏格拉底聪明吗?
οὔ.
”“不。
Σωκράτης ἄρα οὐ σοφός.
” “所以苏格拉底是不聪明的。
Ἐπὶ δὲ τῶν καθόλου οὐκ ἀληθὴς ἡ ὁμοίως λεγομένη, ἀληθὴς δὲ ἡ ἀπόφασις, οἷον ἆρά γε πᾶς ἄνθρωπος σοφός;
”但在普遍事物的情况下,以类似方式说出的那个命题并不是真实的,而否定才是真实的;例如,“每个人都聪明吗?
οὔ.
”“不。
Πᾶς ἄρα ἄνθρωπος οὐ σοφός· τοῦτο γὰρ ψεῦδος.
”“所以每个人都是不聪明的”;因为这是假的。
Ἀλλὰ τὸ οὐ πᾶς ἄρα ἄνθρωπος σοφός ἀληθές· αὕτη δέ ἐστιν ἡ ἀντικειμένη, ἐκείνη δὲ ἡ ἐναντία.
相反,“所以并非每个人都聪明”才是真的;而这是对立命题,那一命题则是相反命题。
Αἱ δὲ κατὰ τὰ ἀόριστα ἀντικείμεναι ὀνόματα καὶ ῥήματα, οἷον ἐπὶ τοῦ μὴ ἄνθρωπος καὶ μὴ δίκαιος, ὥσπερ ἀποφάσεις ἄνευ ὀνόματος καὶ ῥήματος δόξειαν ἂν εἶναι.
另一方面,根据不定名词和不定动词而来的对立,例如在“非人”和“不公正”情况下的对立,似乎可以被看作是没有名词和动词的否定。
Οὐκ εἰσὶ δέ· ἀεὶ γὰρ ἀληθεύειν ἀνάγκη ἢ ψεύδεσθαι τὴν ἀπόφασιν, ὁ δ᾿ εἰπὼν οὐκ ἄνθρωπος οὐδὲν μᾶλλον τοῦ εἰπόντος ἄνθρωπος ἀλλὰ καὶ ἧττον ἠλήθευκέ τι ἢ ἔψευσται, ἐὰν μήτι προστεθῇ.
但它们并不是;因为否定必定总是或真或假,而说出“非人”的人,比起说出“人”的人来,并没有更是在说真话或假话,反而在没有附加任何东西的情况下,还要说得更少。
Σημαίνει δὲ τὸ ἔστι πᾶς οὐκ ἄνθρωπος δίκαιος οὐδεμιᾷ ἐκείνων ταὐτόν, οὐδὲ ἡ ἀντικειμένη ταύτῃ ἡ οὐκ ἔστι πᾶς οὐκ ἄνθρωπος δίκαιος· τὸ δὲ πᾶς οὐ δίκαιος οὐκ ἄνθρωπος τῷ οὐδεὶς δίκαιος οὐκ ἄνθρωπος ταὐτὸν σημαίνει.
并且,“每个非人都是公正的”与之前的那些命题中的任何一个都不指称相同的东西,与此对立的“并非每个非人都是公正的”也是如此;但是“每个非人都是不公正的”与“没有一个非人是公正的”指称相同的东西。
Μετατιθέμενα δὲ τὰ ὀνόματα καὶ τὰ ῥήματα ταὐτὸν σημαίνει, οἷον ἔστι λευκὸς ἄνθρωπος, ἔστιν ἄνθρωπος λευκός.
此外,名词和动词在换位后仍指称相同的东西,例如“人是白色的”和“白的人是”。
Εἰ γὰρ μὴ τοῦτό ἐστι, τοῦ αὐτοῦ πλείους ἔσονται ἀποφάσεις.
因为如果不这样的话,同一个肯定命题就会有多个否定命题。
Ἀλλ᾿ ἐδέδεικτο ὅτι μία μιᾶς.
但已经证明过,一个肯定命题只有一个否定命题。
Τοῦ μὲν γὰρ ἔστι λευκὸς ἄνθρωπος ἀπόφασις τὸ οὐκ ἔστι λευκὸς ἄνθρωπος· τοῦ δὲ ἔστιν ἄνθρωπος λευκός, εἰ μὴ ἡ αὐτή ἐστι τῇ ἔστι λευκὸς ἄνθρωπος, ἔσται ἀπόφασις ἤτοι τὸ οὐκ ἔστιν οὐκ ἄνθρωπος λευκός ἢ τὸ οὐκ ἔστιν ἄνθρωπος λευκός.
因为对“人是白色的”的否定是“人不是白色的”;而对“白的人是”,如果它与“人是白色的”不相同,其否定要么是“非人不是白色的”,要么是“人不是白色的”。
Ἀλλ᾿ ἡ ἑτέρα μέν ἐστιν ἀπόφασις τοῦ ἔστιν οὐκ ἄνθρωπος λευκός, ἡ ἑτέρα δὲ τοῦ ἔστι λευκὸς ἄνθρωπος, ὥστε ἔσονται δύο μιᾶς.
但是,前者是“非人是白色的”的否定,而后者是“人是白色的”的否定,这样同一个肯定命题就会有两个否定命题。
Ὅτι μὲν οὖν μετατιθεμένου τοῦ ὀνόματος καὶ τοῦ ῥήματος ἡ αὐτὴ γίνεται κατάφασις καὶ ἀπόφασις, δῆλον.
因此,显然,当名词和动词换位时,产生的是相同的肯定和否定命题。

词汇与语法注释

  1. 10ἐναντία ἀπόφασίς — “相反的否定”是指与全称肯定命题相对应的全称否定命题(相反对立)。而“对立的命题”(ἀντικειμένη)是指矛盾对立。文中解释说,前者绝不能同时为真,而后者有时可以同时为真(例如特称肯定和特称否定)。
  2. 11ἀκολουθοῦσι δὲ αὗται — 动词 ἀκολουθοῦσι 支配与格,在此表示“B(主格)伴随着A(与格)”的关系。前半句中,主格的 ἡ οὐδείς ἐστιν ἄνθρωπος δίκαιος 伴随着与格的 τῇ μὲν πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν;后半句中,主格的 ἡ ἀντικειμένη ὅτι οὐ πᾶς ἄνθρωπός ἐστιν οὐ δίκαιος 伴随着与格的 τῇ δὲ ἔστι τις ἄνθρωπος δίκαιος。
  3. 12εἰ ἀληθὲς ἐρωτηθέντα ἀποφῆσαι, ὅτι καὶ καταφῆσαι ἀληθές — 个别事物中的逻辑关系。如果被问及并以“不”(οὔ)进行否定(ἀποφῆσαι)是真实的,那么建立一个以不定名词(或不定形容词)为谓语的肯定命题,即肯定判断(καταφῆσαι)“某某是非什么样的”也同样是真实的。例如从“苏格拉底聪明吗?”“不。”推导出“苏格拉底是不聪明的”。
  4. 15τὸ δὲ πᾶς οὐ δίκαιος οὐκ ἄνθρωπος — 词组 `πᾶς οὐ δίκαιος οὐκ ἄνθρωπος` 中省略了系动词 `ἐστιν`,实际意为 `πᾶς [ἐστιν] οὐ δίκαιος οὐκ ἄνθρωπος`(“每个非人都是不公正的”)。文中指出它与 `οὐδεὶς [ἐστι] δίκαιος οὐκ ἄνθρωπος`(“没有一个非人是公正的”)是等值(ταὐτόν)的。
  5. 16Μετατιθέμενα δὲ τὰ ὀνόματα καὶ τὰ ῥήματα — 分词 `Μετατιθέμενα` 表示条件(“当换位时”)。这里所谓“名词”(`ὄνομα`)和“动词”(`ῥῆμα`)的换位,从所给的例子 `ἔστι λευκὸς ἄνθρωπος` 和 `ἔστιν ἄνθρωπος λευκός` 可以看出,是指主词名词与谓词形容词(在此被视为 `ῥῆμα`)之语序的改变。

引用这一段

亚里士多德, 解释篇 §10#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg017.humanitext-grc1:10%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。