§3#1Ἐκ δὴ τούτων φανερὸν ὅτι οὐ μόνον ἐγρηγορότων αἱ κινήσεις αἱ ἀπὸ τῶν αἰσθημάτων γινόμεναι τῶν τε θύραθεν καὶ τῶν ἐκ τοῦ σώματος ἐνυπαρχουσῶν, ἀλλὰ καὶ ὅταν γένηται τὸ πάθος τοῦτο ὃ καλεῖται ὕπνος, καὶ μᾶλλον τότε φαίνονται.
由此显而易见,不仅在清醒时,由外部事物和存在于体内的两者的感觉所产生的运动存在,而且当被称为睡眠的这种状态发生时,它们也存在,甚至在那时它们显得更加明显。
Μεθ’ ἡμέραν μὲν γὰρ ἐκκρούονται ἐνεργουσῶν τῶν αἰσθήσεων καὶ τῆς διανοίας, καὶ ἀφανίζονται ὥσπερ παρὰ πολὺ πῦρ ἔλαττον καὶ λῦπαι καὶ ἡδοναὶ μικραὶ παρὰ μεγάλας, παυσαμένων δ’ ἐπιπολάζει καὶ τὰ μικρά·
因为在白天,由于感觉和理智处于活动中,它们被排挤出去,并消失了,就像大火旁的小火,以及大痛苦和快乐旁的小痛苦和快乐一样;但当这些活动停止时,微小的运动也会浮现出来。
νύκτωρ δὲ δι’ ἀργίαν τῶν κατὰ μόριον αἰσθήσεων καὶ ἀδυναμίαν τοῦ ἐνεργεῖν, διὰ τὸ ἐκ τῶν ἔξω εἰς τὸ ἐντὸς γίνεσθαι τὴν τοῦ θερμοῦ παλίρροιαν, ἐπὶ τὴν ἀρχὴν τῆς αἰσθήσεως καταφέρονται καὶ γίνονται φανεραὶ καθισταμένης τῆς ταραχῆς.
而在夜间,由于各个部分感觉的闲置和无法活动,又由于热量从外部流回内部,它们被带到感觉的源头,并随着混乱的平息而变得清晰。
Δεῖ δ’ ὑπολαβεῖν ὥσπερ τὰς μικρὰς δίνας τὰς ἐν τοῖς ποταμοῖς γινομένας, οὕτω τὴν κίνησιν ἑκάστην γίνεσθαι συνεχῶς, πολλάκις μὲν ὁμοίως, πολλάκις δὲ διαλυομένας εἰς ἄλλα σχήματα διὰ τὴν ἀντίκρουσιν.
必须想象,正如河流中产生的微小漩涡一样,每一个运动都是连续产生的,往往是以相同的方式,但往往由于碰撞而分解成其他的形状。
Διὸ καὶ μετὰ τὴν τροφὴν καὶ πάμπαν νέοις οὖσιν, οἷον τοῖς παιδίοις, οὐ γίνεται ἐνύπνια· πολλὴ γὰρ ἡ κίνησις διὰ τὴν ἀπὸ τῆς τροφῆς θερμότητα.
因此,在进食后以及对完全年轻的人(如婴幼儿)来说,梦不会产生;因为由于食物产生的热量,运动非常剧烈。
Ὥστε καθάπερ ἐν ὑγρῷ, ἐὰν σφόδρα κινῇ τις, ὁτὲ μὲν οὐδὲν φαίνεται εἴδωλον ὁτὲ δὲ φαίνεται μὲν διεστραμμένον δὲ πάμπαν, ὥστε φαίνεσθαι ἀλλοῖον ἢ οἷόν ἐστιν, ἠρεμήσαντος δὲ καθαρὰ καὶ φανερά, οὕτω καὶ ἐν τῷ καθεύδειν τὰ φαντάσματα καὶ αἱ ὑπόλοιποι κινήσεις αἱ συμβαίνουσαι ἀπὸ τῶν αἰσθημάτων ὁτὲ μὲν ὑπὸ μείζονος οὔσης τῆς εἰρημένης κινήσεως ἀφανίζονται πάμπαν, ὁτὲ δὲ τεταραγμέναι φαίνονται αἱ ὄψεις καὶ τερατώδεις καὶ οὐκ ἐρρωμένα τὰ ἐνύπνια, οἷον τοῖς μελαγχολικοῖς καὶ πυρέττουσι καὶ οἰνωμένοις· πάντα γὰρ τὰ τοιαῦτα πάθη πνευματώδη ὄντα πολλὴν ποιεῖ κίνησιν καὶ ταραχήν.
结果,正如在液体中,如果有人剧烈搅动,有时根本不显现任何影像,有时显现但完全扭曲,以至于显得与其实际的样子不同,而在静止时则显得干净而清晰;同样,在睡眠中,由于上述运动更大,源自感觉的幻象和残留运动有时会完全消失,有时显现的意象显得混乱和怪诞,梦境不健全,例如对忧郁症患者、发烧者和醉酒者来说就是如此;因为所有这些处于气态的状态都会产生巨大的运动和混乱。
Καθισταμένου δὲ καὶ διακρινομένου τοῦ αἵματος ἐν τοῖς ἐναίμοις, σωζομένη τῶν αἰσθημάτων ἡ κίνησις ἀφ’ ἑκάστου τῶν αἰσθητηρίων ἐρρωμένα τε ποιεῖ τὰ ἐνύπνια, καὶ φαίνεσθαί τι καὶ δοκεῖν διὰ μὲν τὰ ἀπὸ τῆς ὄψεως καταφερόμενα ὁρᾶν, διὰ δὲ τὰ ἀπὸ τῆς ἀκοῆς ἀκούειν.
但是,当有血动物的血液静止并分离纯化时,各个感觉器官保存的感觉运动就会产生健全的梦境,使某种东西显现并显得存在;因此,由于从视觉传来的运动而显得在看,由于从听觉传来的运动而显得在听。
Ὁμοιοτρόπως δὲ καὶ ἀπὸ τῶν ἄλλων αἰσθητηρίων· τῷ μὲν γὰρ ἐκεῖθεν ἀφικνεῖσθαι τὴν κίνησιν πρὸς τὴν ἀρχὴν καὶ ἐγρηγορὼς δοκεῖ ὁρᾶν καὶ ἀκούειν καὶ αἰσθάνεσθαι, καὶ διὰ τὸ τὴν ὄψιν ἐνίοτε κινεῖσθαι δοκεῖν οὐ κινουμένην ὁρᾶν φαμέν, καὶ τῷ τὴν ἁφὴν δύο κινήσεις εἰσαγγέλλειν τὸ ἓν δύο δοκεῖν.
从其他感觉器官来看也是类似的;因为由于运动从那里到达源头,即使在清醒时,人也似乎在看、在听、在感觉,而且由于视觉有时在不运动时似乎在运动,我们便说在看,又由于触觉传递了两个运动,一个东西便显得是两个。
Ὅλως γὰρ τὸ ἀφ’ ἑκάστης αἰσθήσεώς φησιν ἡ ἀρχή, ἐὰν μὴ ἑτέρα κυριωτέρα ἀντιφῇ.
因为总的来说,除非另一个更有权威的感觉予以反驳,否则源头就会断定来自每个感觉的内容。
Φαίνεται μὲν οὖν πάντως, δοκεῖ δὲ οὐ πάντως τὸ φαινόμενον, ἀλλ’ ἐὰν τὸ ἐπικρῖνον κατέχηται ἢ μὴ κινῆται τὴν οἰκείαν κίνησιν. Ὥσπερ δ’ εἴπομεν ὅτι ἄλλοι δι’ ἄλλο πάθος εὐαπάτητοι, οὕτως ὁ καθεύδων διὰ τὸν ὕπνον καὶ τὸ κινεῖσθαι τὰ αἰσθητήρια καὶ τἆλλα τὰ συμβαίνοντα περὶ τὴν αἴσθησιν, ὥστε τὸ μικρὰν ἔχον ὁμοιότητα φαίνεται ἐκεῖνο.
因此,显现固然在任何情况下都会发生,但显现出的东西并不在任何情况下都显得存在,而只有在进行判断的部分被抑制或没有进行其特有的运动时,才会如此显现。 正如我们所说,不同的人由于不同的情感状态而容易受骗,同样,睡眠中的人由于睡眠、感觉器官的活动以及关于感觉所发生的其他事情,以至于仅有微小相似性的东西也会显得就是那件东西。
Ὅταν γὰρ καθεύδῃ, κατιόντος τοῦ πλείστου αἵματος ἐπὶ τὴν ἀρχὴν συγκατέρχονται αἱ ἐνοῦσαι κινήσεις, αἱ μὲν δυνάμει αἱ δὲ ἐνεργείᾳ.
因为当人睡眠时,随着大部分血液流向源头,存在于其中的运动也一同下降,有的处于潜能状态,有的处于现实状态。
Οὕτω δ’ ἔχουσιν ὥστε ἐν τῇ κινήσει τῃδὶ ἥδε ἐπιπολάσει ἐξ αὐτοῦ ἡ κίνησις, ἂν δ’ αὕτη φθαρῇ, ἥδε. Καὶ πρὸς ἀλλήλας δ’ ἔχουσιν ὥσπερ οἱ πεπλασμένοι βάτραχοι οἱ ἀνιόντες ἐν τῷ ὕδατι τηκομένου τοῦ ἁλός.
它们彼此之间的关系是,在这一特定的运动中,那一特定的运动会自发地浮现出来,而如果这一运动消退,那一运动就会浮现。 它们之间的关系就像那些塑料青蛙,当盐在水中溶解时它们就会上升。
Οὕτως ἔνεισι δυνάμει, ἀνειμένου δὲ τοῦ κωλύοντος ἐνεργοῦσιν· καὶ λυόμεναι ἐν ὀλίγῳ τῷ λοιπῷ αἵματι τῷ ἐν τοῖς αἰσθητηρίοις κινοῦνται, ἔχουσαι ὁμοιότητα ὥσπερ τὰ ἐν τοῖς νέφεσιν, ἃ παρεικάζουσιν ἀνθρώποις καὶ κενταύροις ταχέως μεταβάλλοντα.
它们就是这样以潜能状态存在于其中,当阻碍物被解除时,它们就变得活跃;在感觉器官中仅存的少量血液中被释放出来并运动,具有像云中形状那样的相似性,人们把这些快速变化的形状比作人和半人马。