§3#2Τούτων δὲ ἕκαστόν ἐστιν, ὥσπερ εἴρηται, ὑπόλειμμα τοῦ ἐν τῇ ἐνεργείᾳ αἰσθήματος·
正如已经说过的,这些中的每一个都是现实活动中感觉的残留物。
καὶ ἀπελθόντος τοῦ αἰσθήματος τοῦ ἀληθοῦς ἔνεστι, καὶ ἀληθὲς εἰπεῖν ὅτι τοιοῦτον οἷον Κορίσκος, ἀλλ’ οὐ Κορίσκος.
即使在真实的感觉消失之后,它依然存在,并且可以真实地断言:它是像科里斯克斯那样的东西,但不是科里斯克斯本身。
Ὅτε δ’ ᾐσθάνετο, οὐκ ἔλεγε Κορίσκον τὸ κύριον καὶ τὸ ἐπικρῖνον, ἀλλὰ διὰ τοῦτο ἐκεῖνον Κορίσκον τὸν ἀληθινόν.
而在他感觉的时候,处于主导和判定地位的部分并没有把(这个影像仅仅)称为科里斯克斯,而是通过这个感觉,把那个人称为真实的科里斯克斯。
Οὗ δὴ καὶ αἰσθανόμενον λέγει τοῦτο, ἐὰν μὴ παντελῶς κατέχηται ὑπὸ τοῦ αἵματος, ὥσπερ μὴ αἰσθανόμενον τοῦτο, κινεῖται ὑπὸ τῶν κινήσεων τῶν ἐν τοῖς αἰσθητηρίοις.
实际上,在感觉时它所说的这个东西,如果它没有完全被血液所抑制,它就会被感觉器官中的运动所推动,就像没有感觉它一样。
Καὶ δοκεῖ τὸ ὅμοιον αὐτὸ εἶναι ἀληθές.
而相似的东西就显得是其真实本身。
Καὶ τοσαύτη τοῦ ὕπνου ἡ δύναμις ὥστε ποιεῖν τοῦτο λανθάνειν.
睡眠的力量是如此之大,以至于使这一过程不被察觉。
Ὥσπερ οὖν εἴ τινα λανθάνοι ὑποβαλλόμενος ὁ δάκτυλος τῷ ὀφθαλμῷ, οὐ μόνον φανεῖται ἀλλὰ καὶ δόξει εἶναι δύο τὸ ἕν, ἂν δὲ μὴ λανθάνῃ, φανεῖται μὲν οὐ δόξει δέ, οὕτω καὶ ἐν τοῖς ὕπνοις, ἐὰν μὲν αἰσθάνηται ὅτι καθεύδει, καὶ τοῦ πάθους ἐν ᾧ ἡ αἴσθησις τοῦ ὑπνωτικοῦ, φαίνεται μέν, λέγει δέ τι ἐν αὐτῷ ὅτι φαίνεται μὲν Κορίσκος, οὐκ ἔστι δὲ Κορίσκος (πολλάκις γὰρ καθεύδοντος λέγει τι ἐν τῇ ψυχῇ ὅτι ἐνύπνιον τὸ φαινόμενον)· ἐὰν δὲ λανθάνῃ ὅτι καθεύδει, οὐδὲν ἀντίφησι τῇ φαντασίᾳ.
因此,正如如果有人没有察觉到手指按在眼睛下面,一个东西不仅会显现为两个,而且会显得真的是两个,但如果他察觉到了,它虽然显现为两个,却不显得是两个,同样,在睡眠中,如果人察觉到自己正在睡觉,并且察觉到感觉处于睡眠状态的这种承受,那么(影像)虽然显现,但他的内心会有某种东西说,虽然科里斯克斯显现了,但那并不是科里斯克斯(因为往往在人睡眠时,灵魂中的某种东西会说显现的内容只是梦境);但如果他没有察觉到自己正在睡觉,就没有什么能够反驳这种幻象。
Ὅτι δ’ ἀληθῆ λέγομεν καὶ εἰσὶ κινήσεις φανταστικαὶ ἐν τοῖς αἰσθητηρίοις, δῆλον, ἐάν τις προσέχων πειρᾶται μνημονεύειν ἃ πάσχομεν καταφερόμενοί τε καὶ ἐγειρόμενοι·
我们所说的是真实的,并且感觉器官中确实存在产生幻象的运动,这一点是显而易见的,如果有人注意并试图记住我们在入睡和醒来时所经历的事情。
ἐνίοτε γὰρ τὰ φαινόμενα εἴδωλα καθεύδοντι φωράσει ἐγειρόμενος κινήσεις οὔσας ἐν τοῖς αἰσθητηρίοις· ἐνίοις γὰρ τῶν νεωτέρων καὶ πάμπαν διαβλέπουσιν, ἐὰν ᾖ σκότος, φαίνεται εἴδωλα πολλὰ κινούμενα, ὥστ’ ἐγκαλύπτεσθαι πολλάκις φοβουμένους.
因为有时在醒来时,人会发现睡眠中显现的影像其实是感觉器官中的运动;因为一些年轻人在完全睁开眼睛时,如果是黑暗的,也会看到许多移动的影像,以至于他们经常因为害怕而把头蒙起来。
Ἐκ δὴ τούτων ἁπάντων δεῖ συλλογίσασθαι ὅτι ἐστὶ τὸ ἐνύπνιον φάντασμα μέν τι καὶ ἐν ὕπνῳ·
从所有这些中必须推论出,梦是睡眠中的某种幻象。
τὰ γὰρ ἄρτι λεχθέντα εἴδωλα οὐκ ἔστιν ἐνύπνια, οὐδ’ εἴ τι ἄλλο λελυμένων τῶν αἰσθήσεων φαίνεται· οὐδὲ τὸ ἐν ὕπνω φάντασμα πᾶν.
因为刚才所说的那些影像并不是梦,即使在感觉解放时显现出其他任何东西,那也不是梦;而且并非睡眠中的所有幻象都是梦。
Πρῶτον μὲν γὰρ ἐνίοις συμβαίνει καὶ αἰσθάνεσθαί πῃ καὶ ψόφων καὶ φωτὸς καὶ χυμοῦ καὶ ἁφῆς, ἀσθενικῶς μέντοι καὶ οἷον πόρρωθεν· ἤδη γὰρ ἐν τῶ καθεύδειν ὑποβλέποντες, ὃ ἠρέμα ἑώρων φῶς τοῦ λύχνου καθεύδοντες, ὡς ᾤοντο, ἐπεγερθέντες εὐθὺς ἐγνώρισαν τὸ τοῦ λύχνου ὄν, καὶ ἀλεκτρυόνων καὶ κυνῶν φωνὴν ἠρέμα ἀκούοντες ἐγερθέντες σαφῶς ἐγνώρισαν.
因为首先,对某些人来说,在睡眠中确实会以某种方式感觉到声音、光线、味道和触觉,尽管很微弱,且仿佛来自远方;因为已经有人在睡觉时微微睁眼,把睡觉时隐约看到的灯光(正如他们所想的那样)在醒来后立刻认出那是灯光,而在隐约听到雄鸡和狗的叫声后,醒来时也清楚地认出了它们。
Ἔνιοι δὲ καὶ ἀποκρίνονται ἐρωτώμενοι· ἐνδέχεται γὰρ τοῦ ἐγρηγορέναι καὶ καθεύδειν ἁπλῶς θατέρου ὑπάρχοντος θάτερόν πῃ ὑπάρχειν.
有些人甚至在被提问时还能回答;因为在清醒和睡眠中的任何一个绝对存在时,另一个也有可能以某种方式存在。
Ὧν οὐδὲν ἐνύπνιον φατέον.
这些都不应该被称为梦。
Οὐδ’ ὅσαι δὴ ἐν τῷ ὕπνῳ γίνονται ἀληθεῖς ἔννοιαι παρὰ τὰ φαντάσματα.
在睡眠中除幻象之外产生的那些真实的思想也不算。
Ἀλλὰ τὸ φάντασμα τὸ ἀπὸ τῆς κινήσεως τῶν αἰσθημάτων, ὅταν ἐν τῷ καθεύδειν ᾖ, ᾗ καθεύδει, τοῦτ’ ἐστὶν ἐνύπνιον.
相反,源于感觉运动的幻象,当其存在于睡眠中,且在睡眠的限度内发生时,这才是梦。
Ἤδη δέ τισι συμβέβηκεν ὥστε μηδὲν ἐνύπνιον ἑωρακέναι κατὰ τὸν βίον.
但是,已经有一些人一生中从未做过梦。
Σπάνιον μὲν οὖν τὸ τοιοῦτόν ἐστι, συμβαίνει δ’ ὅμως.
这种情况虽然罕见,但确实会发生。
Καὶ τοῖς μὲν ὅλως διετέλεσεν, ἐνίοις δὲ καὶ προελθοῦσι πόρρω τῆς ἡλικίας ἐγένετο, πρότερον οὐδὲν ἐνύπνιον ἑωρακόσιν.
对有些人来说,这是一生都如此,而对另一些人来说,则是在年龄很大之后才开始做梦,在此之前从未做过梦。
Τὸ δ’ αἴτιον τοῦ μὴ γίνεσθαι παραπλήσιόν τι δεῖ νομίζειν, ὅτι οὐδὲ μετὰ τὴν τροφὴν καθυπνώσασιν οὐδὲ τοῖς παιδίοις γίνεται ἐνύπνιον· ὅσοις γὰρ τοῦτον τὸν τρόπον συνέστηκεν ἡ φύσις ὥστε πολλὴν προσπίπτειν ἀναθυμίασιν πρὸς τὸν ἄνω τόπον, ἣ πάλιν καταφερομένη ποιεῖ πλῆθος κινήσεως, εὐλόγως τούτοις οὐδὲν φαίνεται φάντασμα.
必须认为,不做梦的原因与进食后入睡者及婴幼儿不做梦的原因非常相似;因为对于那些体质如此以至于有大量蒸气上升到上方区域,而这些蒸气再次下降又产生大量运动的人来说,他们身上不显现任何幻象是理所当然的。
Προϊούσης δὲ τῆς ἡλικίας οὐδὲν ἄτοπον φανῆναι ἐνύπνιον· μεταβολῆς γάρ τινος γενομένης ἢ καθ’ ἡλικίαν ἢ κατὰ πάθος ἀναγκαῖον συμβῆναι τὴν ἐναντίωσιν ταύτην.
然而,随着年龄的增长,出现梦境并无奇妙之处;因为当由于年龄或由于某种病症发生某种改变时,这种相反的情况必然会发生。