Humanitext Reader

亚里士多德 · 论梦 §2#2

残存感觉印象与内在状态引起的知觉欺骗

第 3 段,共 5 段 · 希腊语

内容简介

亚里士多德通过镜子、葡萄酒和香油的例子说明感觉器官能反作用于对象且感觉印象会留存,并利用主导判断能力与产生幻象能力之间的不一致,阐明了人类因情感或疾病等内在状态而极易产生知觉欺骗的机制。

§2#2Ὥσ περ δὲ τῶν ἱματίων τὰ μάλιστα καθαρὰ τάχιστα κηλιδοῦται· τὸ γὰρ καθαρὸν ἀκριβῶς δηλοῖ ὅ τι ἂν δέξηται, καὶ μάλιστα τὰς ἐλαχίστας κινήσεις.
正如最干净的衣服最快被弄脏——因为干净的东西能准确地显露出它所接受的任何东西,尤其是最微小的运动。
Ὁ δὲ χαλκὸς διὰ μὲν τὸ λεῖος εἶναι ὁποιασοῦν ἁφῆς μάλιστα αἰσθάνεται (δεῖ δὲ νοῆσαι οἷον τρίψιν οὖσαν τὴν τοῦ ἀέρος ἁφὴν καὶ ὥσπερ ἔκμαξιν καὶ ἀνάπλυσιν), διὰ δὲ τὸ καθαρὸν ἔκδηλος γίνεται ὁπηλικηοῦν οὖσα.
而青铜由于光滑,对任何接触都最为敏感(我们必须将空气的接触理解为一种摩擦,就像是拭抹和浸透),又由于干净,那污渍无论多么微小都变得显而易见。
Τοῦ δὲ μὴ ἐξιέναι ταχέως ἐκ τῶν καινῶν κατόπτρων αἴτιον τὸ καθαρὸν εἶναι καὶ λεῖον· διαδύεται γὰρ διὰ τῶν τοιούτων καὶ εἰς βάθος καὶ πάντῃ, διὰ μὲν τὸ καθαρὸν εἰς βάθος, διὰ δὲ τὸ λεῖον πάντῃ.
而污渍不易从新镜子上迅速消退的原因,在于它们干净且光滑;因为在这样的镜子里,污渍既向深处渗透,也向四面八方扩散,由于干净而向深处,由于光滑而向四面八方。
Ἐν δὲ τοῖς παλαιοῖς οὐκ ἐμμένει, ὅτι οὐχ ὁμοίως εἰσδύεται ἡ κηλὶς ἀλλ’ ἐπιπολαιότερον.
但在旧镜子中,它不会残留,因为污渍不会以同样的方式渗入,而是更为表面。
Ὅτι μὲν οὖν καὶ ὑπὸ τῶν μικρῶν διαφορῶν γίνεται κίνησις, καὶ ὅτι ταχεῖα ἡ αἴσθησις, ἔτι δὲ ὅτι οὐ μόνον πάσχει ἀλλὰ καὶ ἀντιποιεῖ τὸ τῶν χρωμάτων αἰσθητήριον, φανερὸν ἐκ τούτων.
因此,即使是微小的差异也会引起运动,且感觉是迅速的,此外,色彩的感觉器官不仅承受作用,而且也产生反作用,这些从上述事实中是显而易见的。
Μαρτυρεῖ δὲ τοῖς εἰρημένοις καὶ τὰ περὶ τοὺς οἴνους καὶ τὴν μυρεψίαν συμβαίνοντα.
关于葡萄酒和香油制造中所发生的事情也为所说的话提供了佐证。
Τό τε γὰρ παρασκευασθὲν ἔλαιον ταχέως λαμβάνει τὰς τῶν πλησίον ὀσμάς, καὶ οἱ οἶνοι τὸ αὐτὸ τοῦτο πάσχουσιν· οὐ γὰρ μόνον τῶν ἐμβαλλομένων ἢ ὑποκιρναμένων, ἀλλὰ καὶ τῶν πλησίον τοῖς ἀγγείοις τιθεμένων ἢ πεφυκότων ἀναλαμβάνουσι τὰς ὀσμάς.
因为调配好的油能迅速吸收邻近之物的气味,葡萄酒也承受这同样的影响;因为它们不仅吸收投入其中或混入其中的东西的气味,而且还吸收放置在容器附近或生长在附近的植物的气味。
Πρὸς δὲ τὴν ἐξ ἀρχῆς σκέψιν ὑποκείσθω ἓν μέν, ὅπερ ἐκ τῶν εἰρημένων φανερόν, ὅτι καὶ ἀπελθόντος τοῦ θύραθεν αἰσθητοῦ ἐμμένει τὰ αἰσθήματα αἰσθητὰ ὄντα, πρὸς δὲ τούτοις ὅτι ῥᾳδίως ἀπατώμεθα περὶ τὰς αἰσθήσεις ἐν τοῖς πάθεσιν ὄντες, ἄλλοι δ’ ἐν ἄλλοις, οἷον ὁ δειλὸς ἐν φόβῳ, ὁ δ’ ἐρωτικὸς ἐν ἔρωτι, ὥστε δοκεῖν ἀπὸ μικρᾶς ὁμοιότητος τὸν μὲν τοὺς πολεμίους ὁρᾶν, τὸν δὲ τὸν ἐρώμενον· καὶ ταῦτα ὅσῳ ἂν ἐμπαθέστερος ᾖ, τοσούτῳ ἀπ’ ἐλάσσονος ὁμοιότητος φαίνεται.
对于最初的探讨,让我们把这作为一前提:正如从所说的话中显而易见的那样,即使在外部感觉对象消退之后,感觉印象作为可感觉的东西依然存在;除这些之外,当我们处于某种情感状态中时,我们很容易在感觉上受到欺骗,不同的人处于不同的状态中——例如懦夫处于恐惧中,情人处于恋爱中——以至于由于微小的相似性,前者似乎看到了敌人,后者似乎看到了所爱之人;而且,一个人越是感情用事,这种显现就越是源于更微小的相似性。
Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν ὀργαῖς καὶ ἐν πάσαις ἐπιθυμίαις εὐαπάτητοι γίνονται πάντες, καὶ μᾶλλον ὅσῳ ἂν μᾶλλον ἐν τοῖς πάθεσιν ὦσιν.
同样,在愤怒和一切欲望中,所有人都会变得极易受骗,且越是深陷于这些状态中就越是如此。
Διὸ καὶ τοῖς πυρέττουσιν ἐνίοτε φαίνεται ζῷα ἐν τοῖς τοίχοις ἀπὸ μικρᾶς ὁμοιότητος τῶν γραμμῶν συντιθεμένων.
因此,对于发烧的人来说,有时由于墙上线条拼凑出的微小相似性,墙上就会显现出动物来。
Καὶ ταῦτ’ ἐνίοτε συνεπιτείνει τοῖς πάθεσιν οὕτως ὥστ’ ἐὰν μὲν μὴ σφόδρα κάμνωσι, μὴ λανθάνειν ὅτι ψεῦδος, ἐὰν δὲ μεῖζον ᾖ τὸ πάθος, καὶ κινεῖσθαι πρὸς αὐτά.
这些现象有时会随着情感状态的加剧而增强,以至于如果他们病得不重,就不会忽视这是虚假的,但如果情感状态更严重,他们甚至会朝着它们行动。
Αἴτιον δὲ τοῦ συμβαίνειν ταῦτα τὸ μὴ κατὰ τὴν αὐτὴν δύναμιν κρίνειν τό τε κύριον καὶ ᾧ τὰ φαντάσματα γίνεται.
而这些事情发生的原因在于,起支配作用的部分与产生幻象的部分并不是根据相同的能力来进行判断。
Τούτου δὲ σημεῖον ὅτι φαίνεται μὲν ὁ ἥλιος ποδιαῖος, ἀντίφησι δὲ πολλάκις ἕτερόν τι πρὸς τὴν φαντασίαν.
这方面的一个证据是,太阳看起来只有一尺宽,但往往有别的东西反驳这一显现。
Καὶ τῇ ἐπαλλάξει τῶν δακτύλων τὸ ἓν δύο φαίνεται, ἀλλ’ ὅμως οὔ φαμεν δύο· κυριωτέρα γὰρ τῆς ἁφῆς ἡ ὄψις.
而且通过手指的交叉,一个东西看起来是两个,但我们绝不说它们是两个;因为视觉比触觉更有权威。
Εἰ δ’ ἦν ἡ ἁφὴ μόνη, κἂν ἐκρίνομεν τὸ ἓν δύο.
但如果触觉是唯一的,我们就会判定一个东西是两个。
Τοῦ δὲ διεψεῦσθαι αἴτιον ὅτι οὐ μόνον τοῦ αἰσθητοῦ κινουμένου φαίνεται ἁδήποτε, ἀλλὰ καὶ τῆς αἰσθήσεως κινουμένης αὐτῆς, ἐὰν ὡσαύτως κινῆται ὥσπερ καὶ ὑπὸ τοῦ αἰσθητοῦ· λέγω δ’ οἷον ἡ γῆ δοκεῖ τοῖς πλέουσι κινεῖσθαι κινουμένης τῆς ὄψεως ὑπ’ ἄλλου.
而受欺骗的原因在于,不仅在感觉对象运动时会产生某种显现,而且在感觉本身运动时,如果它以与受感觉对象推动时相同的方式运动,也会产生显现;我的意思是,例如,对于航海的人来说,由于视觉被其他东西所推动,大地看起来像是在运动。

词汇与语法注释

  1. p.303ὁπηλικηοῦν οὖσα — 由于这是一个阴性单数主格分词,它在语法上与未明示的阴性名词一致,需补出“污渍”(ἡ κηλίς)或“运动”(ἡ κίνησις)作为主语。这表示由于青铜的干净,污渍或变化“无论多么微小”(ὁπηλικηοῦν)都会显现出来。
  2. p.304ὥστε δοκεῖν ἀπὸ μικρᾶς ὁμοιότητος τὸν μὲν τοὺς πολεμίους ὁρᾶν, τὸν δὲ τὸν ἐρώμενον — 在由 ὥστε 引导带不定式 δοκεῖν 的结果从句中,嵌套了一个对格代不定式结构:以 ὁρᾶν 为不定式,对格的 τὸν μὲν... τὸν δὲ...(“前者……后者……”)作为其逻辑主语。这描述了处于强烈情感中的人因微小的相似性而产生错误判断(幻觉)的结果。
  3. p.304ᾧ τὰ φαντάσματα γίνεται — 关系代词 ᾧ(与格)的先行词被省略,意为 ἐν τούτῳ ᾧ(“在……之中”)。该短语与前面的 τό τε κύριον(“起支配作用的部分”,即判断/控制中枢)并列,构成了支配不定式 κρίνειν 的对格逻辑主语。
  4. p.305κἂν ἐκρίνομεν — κἂν 是 καὶ 批 ἄν 的合音,在此处将语气小词 ἄν 与直说式过去时(未完成过去时)的 ἐκρίνομεν 结合。它与前句“如果只有触觉”这一与事实相反的虚拟条件从句(εἰ + 直说式过去时)呼应,构成了归结从句,表达了与当前事实相反的假设:“我们就会判定一个东西是两个(但实际上因为视觉优先,我们并不会这样判定)”。

引用这一段

亚里士多德, 论梦 §2#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg016.humanitext-grc1:2%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。