- 底本
- Aristotle. Aristotelis Opera, Volume 1. Bekker, Immanuel, editor (Academia Regia Borussica). Berlin: Reimer, 1831. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg016.humanitext-grc1:3#1
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
睡眠中に生じる夢のメカニズムが説明され、外部刺激が減少する夜間に感覚の運動が身体の根源へと集まることで、様々なイメージが夢として現れるプロセスが、川の渦巻きや水中の物体の例えを用いて論じられている。
Ἐκ δὴ τούτων φανερὸν ὅτι οὐ μόνον ἐγρηγορότων αἱ κινήσεις αἱ ἀπὸ τῶν αἰσθημάτων γινόμεναι τῶν τε θύραθεν καὶ τῶν ἐκ τοῦ σώματος ἐνυπαρχουσῶν,1 ἀλλὰ καὶ ὅταν γένηται τὸ πάθος τοῦτο ὃ καλεῖται ὕπνος, καὶ μᾶλλον τότε φαίνονται. μεθ᾽ ἡμέραν μὲν γὰρ ἐκκρούονται ἐνεργουσῶν τῶν αἰσθήσεων καὶ τῆς διανοίας, καὶ ἀφανίζονται ὥσπερ παρὰ πολὺ πῦρ ἔλαττον2 καὶ λῦπαι καὶ ἡδοναὶ μικραὶ παρὰ μεγάλας, παυσαμένων δ᾽ ἐπιπολάζει καὶ τὰ μικρά· νύκτωρ δὲ δι᾽ ἀργίαν τῶν κατὰ μόριον αἰσθήσεων καὶ ἀδυναμίαν τοῦ ἐνεργεῖν, διὰ τὸ ἐκ τῶν ἔξω εἰς τὸ ἐντὸς γίνεσθαι3 τὴν τοῦ θερμοῦ παλίρροιαν, ἐπὶ τὴν ἀρχὴν τῆς αἰσθήσεως καταφέρονται καὶ γίνονται φανεραὶ καθισταμένης τῆς ταραχῆς. δεῖ δ᾽ ὑπολαβεῖν ὥσπερ τὰς μικρὰς δίνας τὰς ἐν τοῖς ποταμοῖς γινομένας, οὕτω τὴν κίνησιν ἑκάστην γίνεσθαι συνεχῶς, πολλάκις μὲν ὁμοίως, πολλάκις δὲ διαλυομένας εἰς ἄλλα σχήματα διὰ τὴν ἀντίκρουσιν. διὸ καὶ μετὰ τὴν τροφὴν καὶ πάμπαν νέοις οὖσιν, οἷον τοῖς παιδίοις, οὐ γίνεται ἐνύπνια· πολλὴ γὰρ ἡ κίνησις διὰ τὴν ἀπὸ τῆς τροφῆς θερμότητα. ὥστε καθάπερ ἐν ὑγρῷ, ἐὰν σφόδρα κινῇ τις, ὁτὲ μὲν οὐδὲν φαίνεται εἴδωλον ὁτὲ δὲ φαίνεται μὲν διεστραμμένον δὲ πάμπαν, ὥστε φαίνεσθαι ἀλλοῖον ἢ οἷόν ἐστιν, ἠρεμήσαντος δὲ καθαρὰ καὶ φανερά, οὕτω καὶ ἐν τῷ καθεύδειν τὰ φαντάσματα καὶ αἱ ὑπόλοιποι κινήσεις αἱ συμβαίνουσαι ἀπὸ τῶν αἰσθημάτων ὁτὲ μὲν ὑπὸ μείζονος οὔσης τῆς εἰρημένης κινήσεως ἀφανίζονται πάμπαν, ὁτὲ δὲ τεταραγμέναι φαίνονται αἱ ὄψεις καὶ τερατώδεις καὶ οὐκ ἐρρωμένα4 τὰ ἐνύπνια, οἷον τοῖς μελαγχολικοῖς καὶ πυρέττουσι καὶ οἰνωμένοις· πάντα γὰρ τὰ τοιαῦτα πάθη πνευματώδη ὄντα πολλὴν ποιεῖ κίνησιν καὶ ταραχήν. καθισταμένου δὲ καὶ διακρινομένου τοῦ αἵματος ἐν τοῖς ἐναίμοις, σωζομένη τῶν αἰσθημάτων ἡ κίνησις ἀφ᾽ ἑκάστου τῶν αἰσθητηρίων ἐρρωμένα τε ποιεῖ τὰ ἐνύπνια, καὶ φαίνεσθαί τι καὶ δοκεῖν διὰ μὲν τὰ ἀπὸ τῆς ὄψεως καταφερόμενα ὁρᾶν, διὰ δὲ τὰ ἀπὸ τῆς ἀκοῆς ἀκούειν. ὁμοιοτρόπως δὲ καὶ ἀπὸ τῶν ἄλλων αἰσθητηρίων· τῷ μὲν γὰρ ἐκεῖθεν ἀφικνεῖσθαι τὴν κίνησιν πρὸς τὴν ἀρχὴν καὶ ἐγρηγορὼς δοκεῖ ὁρᾶν καὶ ἀκούειν καὶ αἰσθάνεσθαι, καὶ διὰ τὸ τὴν ὄψιν ἐνίοτε κινεῖσθαι δοκεῖν οὐ κινουμένην ὁρᾶν φαμέν, καὶ τῷ τὴν ἁφὴν δύο κινήσεις εἰσαγγέλλειν τὸ ἓν δύο δοκεῖν. ὅλως γὰρ τὸ ἀφ᾽ ἑκάστης αἰσθήσεώς φησιν ἡ ἀρχή, ἐὰν μὴ ἑτέρα κυριωτέρα ἀντιφῇ. φαίνεται μὲν οὖν πάντως, δοκεῖ δὲ οὐ πάντως τὸ φαινόμενον, ἀλλ᾽ ἐὰν τὸ ἐπικρῖνον κατέχηται ἢ μὴ κινῆται τὴν οἰκείαν κίνησιν. ὥσπερ δ᾽ εἴπομεν ὅτι ἄλλοι δι᾽ ἄλλο πάθος εὐαπάτητοι, οὕτως ὁ καθεύδων διὰ τὸν ὕπνον καὶ τὸ κινεῖσθαι τὰ αἰσθητήρια καὶ τἆλλα τὰ συμβαίνοντα περὶ τὴν αἴσθησιν, ὥστε τὸ μικρὰν ἔχον ὁμοιότητα φαίνεται ἐκεῖνο. ὅταν γὰρ καθεύδῃ, κατιόντος τοῦ πλείστου αἵματος ἐπὶ τὴν ἀρχὴν συγκατέρχονται αἱ ἐνοῦσαι κινήσεις, αἱ μὲν δυνάμει αἱ δὲ ἐνεργείᾳ. οὕτω δ᾽ ἔχουσιν ὥστε ἐν τῇ κινήσει τῃδὶ ἥδε ἐπιπολάσει ἐξ αὐτοῦ ἡ κίνησις, ἂν δ᾽ αὕτη φθαρῇ, ἥδε. καὶ πρὸς ἀλλήλας δ᾽ ἔχουσιν ὥσπερ οἱ πεπλασμένοι βάτραχοι οἱ ἀνιόντες ἐν τῷ ὕδατι τηκομένου τοῦ ἁλός.5 οὕτως ἔνεισι δυνάμει, ἀνειμένου δὲ τοῦ κωλύοντος ἐνεργοῦσιν· καὶ λυόμεναι ἐν ὀλίγῳ τῷ λοιπῷ αἵματι τῷ ἐν τοῖς αἰσθητηρίοις κινοῦνται, ἔχουσαι ὁμοιότητα ὥσπερ τὰ ἐν τοῖς νέφεσιν, ἃ παρεικάζουσιν ἀνθρώποις καὶ κενταύροις ταχέως μεταβάλλοντα.
これらのことから明らかなのは、目覚めているときだけでなく、外部のものおよび身体の内部に存在するものの双方の感覚から生じる運動が、睡眠と呼ばれるこの状態が生じるときにも存在し、むしろそのときこそ、それらがいっそう現れるということである。日中には、感覚や思考が活動しているためにそれらの運動は押し出され、大きな火のそばで小さな火が、また大きな苦痛や快楽のそばで小さなものが消し去られるように消え去るが、活動が止むと、小さな運動も表面に現れる。これに対して夜には、個々の感覚が休止し活動できなくなることによって、また外部から内部へと熱が逆流することによって、感覚の根源へと運ばれ、混濁が収まるにつれて明らかになる。川に生じる小さな渦巻きのように、それぞれの運動が絶えず生じ、しばしば同様に、しかししばしば衝突によって他の形に分解されながら生じると想定しなければならない。それゆえ、食事の後や、乳幼児のように完全に若い者たちには、夢は生じない。食事から生じる熱によって運動が激しいからである。その結果、水の中で、誰かが激しく動かすと、時にはいかなる影像も現れず、時には現れても完全に歪んでいて、本来のあり方とは異なって見えるが、静まると清らかで明らかに見えるように、そのように眠っているときにも、感覚から生じる幻象や残存する運動は、時には上述の運動がより大きいために完全に消え去り、時にはイメージが混乱して怪物のように現れ、夢が不完全なものになる。例えば、憂鬱症の者や熱病の者、酔っぱらった者たちにおいてそうである。というのも、このような状態はすべて気を含んだものであり、多くの運動と混乱を引き起こすからである。しかし、有血動物において血液が静まり純化されると、それぞれの感覚器官から保存されている感覚の運動が、はっきりした夢を作り出し、あるものが現れてそうであると思われるようになる。すなわち、視覚から伝わってきたものによって見ていると思い、聴覚からのものによって聞いていると思うのである。他の感覚器官からも同様である。というのも、そこから運動が根源へと到達することによって、目覚めているときにも見、聞き、感覚していると思うのであり、また、視覚が時には動いていないのに動いているように思われることによって、我々は見ていると言うのであり、触覚が二つの運動を伝えることによって、一つのものが二つに思われるからである。全体として、別のより支配的な感覚が反論しない限り、根源はそれぞれの感覚からのものであると言明するからである。したがって、現れることは常に生じるが、現れるものが常にそうであると思われるわけではなく、判定を下すものが抑制されているか、あるいはそれ独自の運動を行っていない場合にそのように思われるのである。そして、異なる人々が異なる感情のために欺かれやすいと我々が言ったように、そのように眠っている者も、睡眠、感覚器官が動かされること、および感覚に関して起こるその他のことのために、わずかな類似性しか持たないものが、そのものであるかのように現れるのである。なぜなら、眠っているとき、大部分の血液が根源へと下っていくのに伴って、内にある運動が一緒に下っていくからであり、それらはあるものは可能的に、あるものは現実的に存在する。そしてそれらは、ある特定の運動があるときには、その特定の運動がそれ自体から表面に現れ、もしこれが消滅すれば、別の特定の運動が現れる、という関係にある。またそれらは互いに、水の中で塩が溶けるにつれて浮上してくる細工物の蛙のような関係にある。そのようにそれらは可能的に存在しており、妨げていたものが緩められると、現実的に活動するのである。そして、感覚器官の中にある、わずかに残された血液の中で解放されて動き、雲の中にある形のような類似性を持つ。それらは、急速に変化しながら人間やケンタウロスに例えられるものである。
- 460b30ἐνυπαρχουσῶν
女性属格複数分詞であり、κινήσεων(運動、女性名詞)または αἰσθήσεων(感覚、女性名詞)に一致する。文脈上、身体の内部にすでに存在する運動を指す。
- 461a3παρὰ πολὺ πῦρ ἔλαττον
前置詞 παρά(対格支配)は、ここでは「〜に比べて」「〜の傍らで」という比較・対比の意味で用いられており、大きな火の陰で小さな火が目立たなくなる(消える)様子を表している。
- 461a5γίνεσθαι
不定詞 γίνεσθαι は、直前の δεῖ δ’ ὑπολαβεῖν(〜と想定せねばならない)に支配された対格不定詞構文(A.C.I.)の一部であり、その意味上の主語は τὴν κίνησιν ἑκάστην である。
- 461a20ἐρρωμένα
動詞 ποιεῖ の目的語である τὰ ἐνύπνια(夢)に対する述語的補語(「夢を健全な/はっきりしたものにする」)として機能している。
- 461b15τηκομένου τοῦ ἁλός
属格独立構文(分詞 τηκομένου と名詞 τοῦ ἁλός)であり、「塩が溶けるにつれて/溶けるときに」という時・条件の副詞的意味を表す。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 訳文 1 件
