Humanitext Reader

亚里士多德 · 动物的行进 §8

蛇类无足的原因与行行动物足具偶数的必然性

第 5 段,共 12 段 · 希腊语

内容简介

结合自然的优化原理和有血动物的运动限制,解释了蛇没有脚的原因。随后,根据行走运动的力学原理(交替的体重转移与支撑点的确保),论证了所有行走动物必须拥有偶数只脚的必然性。

§88 τοῖς δʼ ὄφεσιν αἴτιον τῆς ἀποδίας τό τε τὴν φύσιν μηθὲν ποιεῖν μάτην, ἀλλὰ πάντα πρὸς τὸ ἄριστον ἀποβλέπουσαν ν ἑκάστῳ ἐκ τῶν ἐνδεχομένων, διασώζουσαν ἑκάστου τὴν ἰδίαν | οὐσίαν καὶ τὸ τί ἦν αὐτῷ εἶναι· ἔτι δὲ καὶ τὸ πρότερον ἡμῖν εἰρημένον, τὸ τῶν ἐναίμων μηθὲν οἷόν τʼ εἶναι πλείοσι κινεῖσθαι σημείοις ἢ τέτταρσιν.
8 蛇没有脚的原因在于:自然既不做任何无用之事,反而始终在可能的前提下关注每个事物中的最善,并维持每个事物特有的本质与“它是其所是”;此外,还有我们此前所说过的,即有血动物没有一个能够以多于四个点来运动。
ἐκ τούτων γὰρ φανερὸν ὅτι τῶν ἐναίμων ὅσα κατὰ τὸ μῆκος ἀσύμμετρά ἐστι πρὸς τὴν ἄλλην τοῦ σώματος φύσιν, καθάπερ οἱ ὄφεις, οὐθὲν αὐτῶν οἷόν θʼ ὑπόπουν εἶναι.
因为由此显然可知,在有血动物中,凡是在长度上与身体的其他自然构造不成比例的(正如蛇那样),它们都不可能长脚。
πλείους μὲν γὰρ τεττάρων οὐχ οἷόν τε αὐτὰ πόδας ἔχειν (ἄναιμα γὰρ ἂν ἦν), ἔχοντα δὲ δύο πόδας ἢ τέτταρας σχεδὸν ἦν ἂν ἀκίνητα πάμπαν· οὕτω βραδεῖαν ἀναγκαῖον εἶναι καὶ ἀνωφελῆ τὴν κίνησιν.
因为它们不可能拥有多于四只脚(否则它们就是无血动物了),而若拥有两只或四只脚,它们几乎会完全无法动弹;因为那样一来,其运动必然极其缓慢且无用。
Ἅπαν δὲ τὸ ὑπόπουν ἐξ ἀνάγκης ἀρτίους ἔχει τοὺς πόδας·
另一方面,凡是有脚的动物,必然拥有偶数只脚。
ὅσα μὲν γὰρ ἅλσει χρώμενα μόνον ποιεῖται τὴν κατὰ τόπον μεταβολήν, οὐθὲν ποδῶν πρός γε τὴν τοιαύτην δεῖται κίνησιν· ὅσα δὲ χρῆται μὲν ἄλσει, μή ἐστι δʼ αὐτοῖς αὐτάρκης αὕτη ἡ κίνησις ἀλλὰ καὶ πορείας προσδέονται, δῆλον ὡς τοῖς μὲν βέλτιον τοῖς δʼ ὅλως ἀδύνατον πορεύεσθαι.
因为凡是仅靠跳跃进行场所变化的动物,至少对于这种运动而言,根本不需要脚;但对于那些虽采用跳跃、但仅靠这种运动并不足够,还需要行走功能的动物而言,显然,对某些动物来说拥有偶数脚更好,而对另一些动物来说,若不如此(即拥有奇数脚)则根本无法行走。
οὔσης γὰρ τῆς τοιαύτης μεταβολῆς κατὰ μέρος, ἀλλʼ οὐκ ἀθρόῳ παντὶ τῷ σώματι καθάπερ τῆς ἅλσεως, ἀναγκαῖόν ἐστι τοῖς μὲν μένειν μεταβαλλόντων τῶν ποδῶν τοῖς δὲ κινεῖσθαι, καὶ τοῖς ἀντικειμένοις τούτων ποιεῖν ἑκάτερον, μεταβάλλον ἀπὸ τῶν κινουμένων ἐπὶ τὰ μένοντα τὸ βάρος.
因为此类(行走的)变化是局部进行的,而不是像跳跃那样整个身体一次性移动,所以在脚部交替时,必然是一些脚静止而另一些脚运动,且它们相对置的脚各自履行这两者之一,体重则从运动着的脚转移到静止着的脚上。
διόπερ οὔτε τρισὶ μὲν οὐθὲν οὔθʼ ἑνὶ χρώμενον βαδίζειν οἷόν τε· τὸ μὲν γὰρ οὐθὲν ὅλως ὑπόστημα ἔχει ἐφʼ τὸ τοῦ σώματος ἕξει βάρος, τὸ δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν μόνην, ὥστʼ ἀναγκαῖον αὐτὸ οὕτως ἐπιχειροῦν κινεῖσθαι πίπτειν.
因此,既不可能靠三只脚行走,也不可能靠一只脚行走;因为后者(一只脚)完全没有可以承载身体重量的支点,而前者(三只脚)仅在单侧的相对置处拥有支点,以至于以此种方式试图运动时,它必然会摔倒。
ὅσα δὲ πολύποδά ἐστιν, οἷον αἱ σκολόπενδραι, τούτοις δυνατὸν μὲν καὶ ἀπὸ περιττῶν ποδῶν πορείαν γίνεσθαι, καθάπερ φαίνεται ποιούμενα καὶ νῦν, ἄν τις αὐτῶν ἕνα πηρώσῃ τῶν ποδῶν, διὰ τὸ τὴν τῶν ἀντιστοίχων ποδῶν κολόβωσιν ἰᾶσθαι τῷ λοιπῷ πλήθει τῶν ἐφʼ ἑκάτερα ποδῶν· γίνεται γὰρ τούτοις οἷον ἔφελξις τοῦ πεπηρωμένου μορίου τοῖς ἄλλοις.
另一方面,对于那些多足的动物(例如蜈蚣),即使有人将它们的一只脚致残,也可以依靠奇数只脚进行行走(正如现在所见它们所做的那样),这是因为对应脚部的残缺可以通过两侧其余大量的脚来得以补偿;因为在这些动物中,残疾的部分会产生一种被其他脚拖着走的情形。
οὐ μὴν ἀλλὰ φανερόν γε ὅτι βέλτιον ἂν καὶ ταῦτα ποιοῖτο τὴν μεταβολὴν ἀρτίους ἔχοντα τοὺς πόδας, καὶ μηθενὸς ἐλλείποντος, ἀλλʼ ἀντιστοίχους ἔχοντα τοὺς πόδας· οὕτω γὰρ ἂν αὑτῶν ἀνισάζειν τε δύναιντο τὸ βάρος καὶ μὴ ταλαντεύειν ἐπὶ θάτερα μᾶλλον, εἰ ἀντίστοιχα ἐρείσματʼ ἔχοι καὶ μὴ κενὴν τὴν ἑτέραν χώραν τῶν ἀντικειμένων.
然而显而易见的是,若这些动物也拥有偶数只脚且无一缺失,而是拥有相互对称的脚,它们也会更好地进行这种变化;因为如果它们拥有相互对称的支撑物,而相对置的某一位置不空缺,它们就能使自身的重量达到平衡,而不会偏向某一方倾斜。
προβαίνει δʼ ἀφʼ ἑκατέρου τῶν μερῶν ἐναλλὰξ πορευόμενον· οὕτω γὰρ εἰς ταὐτὸ τῷ ἐξ ἀρχῆς σχήματι γίνεται ἡ κατάστασις.
且行走的动物是交替从两侧向前迈进的;因为只有这样,才能恢复到与开始时相同的姿势。

词汇与语法注释

  1. 708a11-12τὸ τί ἦν αὐτῷ εἶναι — 亚里士多德哲学中表示“本质(它是其所是)”的核心术语。带有一个与格代词(此处为 αὐτῷ)以指明主体,其中未完成过去时 ἦν 并非指时间上的过去,而是指逻辑上或超时间的存在定义。
  2. 708b2-3τὸ μὲν ... τὸ δέ — 这两个对照小词对应前文的 τρισὶ μὲν ... οὔθ' ἑνί(三只脚,或一只脚)。从文意来看,τὸ μέν 指代后者(一只脚,即“完全没有支点”),而 τὸ δέ 指代前者(三只脚,即“仅在单侧相对置处拥有支点”),这在构文上呈现出交叉配列(chiasmus)的特征。
  3. 708b10τοῖς ἄλλοις — 表示手段或施事者的与格(意为“通过其他[脚]”)。它解释了即使多足动物伤了一只脚,其余健康的脚也能支撑重量,通过拖曳残疾部分来补偿这一运动损伤。

引用这一段

亚里士多德, 动物的行进 §8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg015.humanitext-grc1:8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。