§77 ἑκάστην τῶν ἐν τοῖς ῥηθεῖσι μέρεσιν ἀρχῶν, δῆλον οὖν ὡς ἢ μόνοις ἢ μάλιστα τούτοις ὑπάρχει τῶν ζῴων ἡ κατὰ τόπον κίνησις, ἃ δυσὶν ἢ τέτταρσι ποιεῖται σημείοις τὴν κατὰ τόπον μεταβολήν.
7 朝向所述部分中的各个原理。 因此显然,在动物中,场所性移动仅存在于或主要存在于那些以两点或四点进行场所性变化的动物中。
ὥστʼ ἐπεὶ σχεδὸν τοῖς ἐναίμοις τοῦτο μάλιστα συμβέβηκε, φανερὸν ὅτι πλείοσί τε σημείοις τεττάρων οὐθὲν οἷόν τε κινεῖσθαι τῶν ἐναίμων ζῴων, καὶ εἴ τι τέτταρσι σημείοις κινεῖσθαι πέφυκε μόνον, ἀναγκαῖον τοῦτʼ εἶναι ἔναιμον.
因此,既然这几乎最主要发生在有血动物身上,那么显然,有血动物中没有任何一个能以多于四个点来运动;而如果有什么事物在自然上仅以四个点运动,它必然是有血动物。
ὁμολογεῖ δὲ τοῖς λεχθεῖσι καὶ τὰ συμβαίνοντα περὶ τὰ ζῷα.
而关于动物所发生的情况也与所述一致。
τῶν μὲν γὰρ ἐναίμων οὐδὲν εἰς πλείω διαιρούμενον δύναται ζῆν οὐθένα χρόνον ὡς εἰπεῖν, τῆς τε κατὰ τόπον κινήσεως, καθʼ ἣν ἐκινεῖτο συνεχὲς ὂν καὶ μὴ διῃρημένον, οὐ δύναται κοινωνεῖν· τῶν δʼ ἀναίμων τε καὶ πολυπόδων ἔνια διαιρούμενα δύναται ζῆν πολὺν χρόνον ἑκάστῳ τῶν μερῶν, καὶ κινεῖσθαι τὴν αὐτὴν ἥνπερ καὶ πρὶν διαιρεθῆναι κίνησιν, οἷον αἵ τε καλούμεναι σκολόπενδραι καὶ ἄλλα τῶν ἐντόμων καὶ προμήκων· πάντων γὰρ τούτων καὶ τὸ ὄπισθεν μέρος ἐπὶ τὸ αὐτὸ πσιεῖται τὴν πορείαν τῷ ἔμπροσθεν.
因为在有血动物中,可以说没有任何一个被分割成几部分后还能存活哪怕片刻,也无法参与它们在保持连续且未分割时所进行的那种场所性运动;但在无血且多足的动物中,有些在分割后其各个部分能存活很长时间,并能像分割前一样进行相同的运动,例如所谓的蜈蚣以及其他昆虫和细长型的动物;因为在所有这些动物中,其后部也朝着与前部相同的方向前行。
αἴτιον δὲ τοῦ διαιρούμενα ζῆν ὅτι, καθάπερ ἂν εἴ τι συνεχὲς ἐκ πολλῶν εἴη ζῴων συγκείμενον, οὕτως ἕκαστον αὐτῶν συνέστηκε.
被分割后仍能存活的原因在于,它们中每一个的构造,就如同是由许多动物组成的一个连续体一样。
φανερὸν δὲ τοῦτο ἐκ τῶν πρότερον εἰρημένων, διότι τοῦτον ἔχει τὸν τρόπον.
而这一点从之前所述中是显而易见的,即为什么它们是这样的形式。
δυσὶ γὰρ ἢ τέτταρσι κινεῖσθαι πέφυκε σημείοις τὰ μάλιστα συνεστηκότα κατὰ φύσιν, ὁμοίως δὲ καὶ τῶν ἐναίμων ὅσα ἄποδά ἐστι.
因为在自然上构造最完善的生物是自然地以两点或四点运动,同样地,在有血动物中那些无足的也是如此。
καὶ γὰρ ταῦτα κινεῖται τέτταρσι σημείοις, διʼ ὧν τὴν κίνησιν ποιεῖται.
因为这些动物也是以四个点运动,并以此来进行运动的。
δυσὶ γὰρ χρώμενα προέρχεται καμπαῖς· τὸ γὰρ δεξιὸν καὶ ἀριστερὸν τὸ πρόσθιον καὶ ὀπίσθιον ἐν τῷ πλάτει ἐστὶν ἐν ἑκατέρᾳ τῇ καμπῇ αὐτοῖς, ἐν μὲν τῷ πρὸς τὴν κεφαλὴν μέρει τὸ πρόσθιον σημεῖον δεξιόν τε καὶ ἀριστερόν, ἐν δὲ τῷ πρὸς τὴν οὐρὰν τὰ ὀπίσθια σημεῖα.
事实上,它们是利用两个屈曲来前行的;因为对它们而言,右和左、前和后,都存在于它们每一个屈曲的宽度中,也就是说,在朝向头部的部分是右和左的前部点,而在朝向尾部的部分是后部的点。
δοκεῖ δὲ δυοῖν σημείοιν κινεῖσθαι, τῇ τʼ ἔμπροσθεν ἁφῇ καὶ τῇ ὕστερον.
然而它们看起来似乎仅以两个点运动,即通过前部的接触和后部的接触。
αἴτιον δʼ ὅτι στενὸν κατὰ πλάτος ἐστίν, ἐπεὶ καὶ ἐν τούτοις τὸ δεξιὸν ἡγεῖται, καὶ ἀνταποδίδωσι κατὰ τὸ ὄπισθεν, ὥσπερ ἐν τοῖς τετράποσι.
其原因在于它们在宽度上很窄,因为即使在这些生物中也是右侧主导,并且在后部做出相应的反应,正如在四足动物中那样。
τῶν δὲ κάμψεων αἴτιον τὸ μῆκος· ὥσπερ γὰρ οἱ μακροὶ τῶν ἀνθρώπων λορδοὶ βαδίζουσι, καὶ τοῦ δεξιοῦ ὤμου εἰς τὸ πρόσθεν ἡγουμένου (τὸ γὰρ ἀριστερὸν ἰσχίον εἰς | τοὔπισθεν μᾶλλον ἀποκλίνει, καὶ τὸ μέσον κοῖλον γίνεται καὶ λορδόν) οὕτω δεῖ νοεῖν καὶ τοὺς ὄφεις κινουμένους ἐπὶ τῇ γῇ λορδούς.
而屈曲的原因在于长度;因为正如身材高大的人走路时身体会弯曲,且右肩引导向前(而左侧髋部则更多地向后偏斜,中间则变得凹陷且弯曲),同样也必须理解蛇在地面上以弯曲的方式运动。
σημεῖον δʼ ὅτι ὁμοίως κινοῦνται τοῖς τετράποσιν· ἐν μέρει γὰρ μεταβάλλουσι τὸ κοῖλον καὶ τὸ κυρτόν.
它们与四足动物运动相似的证据在于,它们交替变换凹面和凸面。
ὅταν γὰρ τὸ ἀριστερὸν πάλιν τῶν προσθίων ἡγήσηται, ἐξ ἐναντίας πάλιν τὸ κοῖλον γίνεται· τὸ γὰρ δεξιὸν ἐντὸς πάλιν γίνεται.
因为当左侧的前部再次引导时,相反的一侧再次变得凹陷;因为右侧再次变成了内侧。
σημεῖον δεξιὸν πρόσθιον ἐφʼ οὗ Α, ἀριστερὸν ἐφʼ οὗ Β, ὀπίσθιον ἀριστερὸν ἐφʼ οὗ Γ. δεξιὸν ἐφʼ οὗ ∠.
设右前方的点为A,左前方的点为B,左后方的点为Γ,右方的点为∠。
οὕτω δὲ κινοῦνται τῶν μὲν χερσαίων οἱ ὄφεις, τῶν δʼ ἐνύδρων αἱ ἐγχέλεις καὶ οἱ γόγγροι καὶ αἱ μύρσιναι, καὶ τῶν ἄλλων ὅσα ἔχει τὴν μορφὴν ὀφιωδεστέραν.
陆生动物中的蛇,以及水生动物中的鳗鱼、康吉鳗和海蛇,以及其他所有具有较像蛇之形态的动物,都是这样运动的。
πλὴν ἔνια μὲν τῶν ἐνύδρων τῶν τοιούτων οὐδὲν ἔχει πτερύγιον, οἷον αἱ μύραιναι, ἀλλὰ χρῆται τῇ θαλάττῃ ὥσπερ οἱ ὄφεις τῇ γῇ καὶ τῇ θαλάττῃ (νέουσι γὰρ οἱ ὄφεις ὁμοίως καὶ ὅταν κινῶνται ἐπὶ τῆς γῆς) τὰ δὲ δύʼ ἔχει πτερύγια μόνον, οἷον οἵ τε γόγγροι καὶ αἱ ἐγχέλυες καὶ γένος τι κεστρέων, ο γίνονται ἐν τῇ λίμνῃ τῇ ἐν Σιφαῖς.
不过,这类水生动物中,有些根本没有鳍,例如鲡,它们利用海洋,正如蛇利用陆地和海洋一样(因为蛇游泳的方式,与它们在地面上运动时是一样的);而另一些则仅有两个鳍,例如康吉鳗、鳗鱼以及在西法伊湖里产的一种鲻鱼。
καὶ διὰ τοῦτο ταῖς καμπαῖς ἐλάττοσι κινοῦνται ἐν τῷ ὑγρῷ ἢ ἐν τῇ γῇ τὰ ζῆν εἰωθότα ἐν τῇ γῇ, καθάπερ τὸ τῶν ἐγχελύων γένος.
也正因为如此,那些习惯在陆地生活的动物在水中运动时,其屈曲次数要少于其在陆地上的屈曲,正如鳗鱼类一样。
οἱ δὲ δύο πτερύγια ἔχοντες τῶν κεστρέων τῇ καμπῇ ἀνισάζουσιν ἐν τῷ ὑγρῷ τὰ τέτταρα σημεῖα.
而具有两个鳍的鲻鱼类,则在水中通过其屈曲,使这四个点达到平衡。