Humanitext Reader

亚里士多德 · 动物志 §9.12-9.13

水鸟的生态与各类鸟类的筑巢习性

第 160 段,共 189 段 · 希腊语

内容简介

本章节描述了各种水鸟和猛禽的栖息环境与行为,并详细介绍了姬沓、美洛普斯、克洛里斯以及传说中的肉桂鸟等鸟类的筑巢与繁育习性。

§9.12Εἰσὶ δέ τινες οἳ περὶ τὴν θάλατταν βιοῦσιν, οἷον κίγκλος.
也有一些鸟生活在海边,例如金格洛斯。
Ἔστι δὲ τὸ ἦθος ὁ κίγκλος πανοῦργος καὶ δυσθήρατος, ὅταν δὲ ληφθῇ, τιθασσότατος.
金格洛斯在天性上诡诈且难以捕捉,但一旦被捕获,就会变得极其温顺。
Τυγχάνει δ’ ὢν καὶ ἀνάπηρος· ἀκρατὴς γὰρ τῶν ὄπισθέν ἐστιν.
它也恰好有些残疾;因为他无法控制自己的后部。
Ζῶσι δὲ περὶ θάλατταν καὶ ποταμοὺς καὶ λίμνας οἱ μὲν στεγανόποδες ἅπαντες· ἡ γὰρ φύσις αὐτὴ ζητεῖ τὸ πρόσφορον·
所有蹼足类鸟类都生活在海边、河流和湖泊旁;因为自然本身就在寻找适合它们的环境。
πολλοὶ δὲ καὶ τῶν σχιζοπόδων περὶ τὰ ὕδατα καὶ τὰ ἕλη βιοτεύουσιν, οἷον ἄνθος περὶ τοὺς ποταμούς· ἔχει δὲ τὴν χρόαν καλὴν καὶ ἔστιν εὐβίοτον.
许多裂趾类鸟类也生活在水边和沼泽旁,例如生活在河边的安索斯;它颜色美丽,生活富足。
Ὁ δὲ καταρράκτης ζῇ μὲν περὶ θάλατταν, ὅταν δὲ καθῇ αὑτὸν εἰς τὸ βαθύ, μένει χρόνον οὐκ ἐλάττονα ἢ ὅσον πλέθρον διέλθοι τις· ἔστι δ’ ἔλαττον ἱέρακος τὸ ὄρνεον.
卡塔拉克特斯生活在海边,当它潜入深水时,它在水下停留的时间不少于一个人走完一普勒特戎的时间;这种鸟比鹰还小。
Καὶ οἱ κύκνοι δ’ εἰσὶ μὲν τῶν στεγανοπόδων, καὶ βιοτεύουσι περὶ λίμνας καὶ ἕλη, εὐβίοτοι δὲ καὶ εὐήθεις καὶ εὔτεκνοι καὶ εὔγηροι, καὶ τὸν ἀετόν, ἐὰν ἄρξηται, ἀμυνόμενοι νικῶσιν, αὐτοὶ δ’ οὐκ ἄρχουσι μάχης.
天鹅也属于蹼足类,它们生活在湖泊和沼泽旁;它们生活富足、温顺、善待幼鸟且长寿,如果雕发起攻击,它们会自卫并战胜它,但它们自己绝不主动挑起战斗。
Ὠιδικοὶ δέ, καὶ περὶ τὰς τελευτὰς μάλιστα ᾄδουσιν· ἀναπέτονται γὰρ καὶ εἰς τὸ πέλαγος, καί τινες ἤδη πλέοντες παρὰ τὴν Λιβύην περιέτυχον ἐν τῇ θαλάττῃ πολλοῖς ᾄδουσι φωνῇ γοώδει, καὶ τούτων ἑώρων ἀποθνήσκοντας ἐνίους.
它们擅长鸣唱,尤其是在临终前唱得最多;因为它们甚至会飞向公海,曾经有些在利比亚沿海航行的人在海上遇到过许多天鹅用哀怨的声音鸣唱,并亲眼看到其中一些死去。
Ἡ δὲ κύμινδις ὀλιγάκις μὲν φαίνεται (οἰκεῖ γὰρ ὄρη), ἔστι δὲ μέλαν καὶ μέγεθος ὅσον ἱέραξ ὁ φασσοφόνος καλούμενος, καὶ τὴν ἰδέαν μακρὸς καὶ λεπτός.
库敏迪斯很少出现(因为它们居住在山里);它是黑色的,体型和被称为杀鸽者的鹰差不多大,外表细长。
Κύμινδιν δὲ καλοῦσιν Ἴωνες αὐτήν· ἧς καὶ Ὅμηρος μέμνηται ἐν τῇ Ἰλιάδι εἰπὼν χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.
伊奥尼亚人称其为库敏迪斯;荷马也在《意利亚特》中提到了它,说道: “诸神称之为查尔基斯,而人类称之为库敏迪斯。
Ἡ δ’ ὑβρίς, φασὶ δέ τινες εἶναι τὸν αὐτὸν τοῦτον ὄρνιθα τῷ πτυγγί, οὗτος ἡμέρας μὲν οὖν φαίνεται διὰ τὸ μὴ βλέπειν ὀξύ, τὰς δὲ νύκτας θηρεύει ὥσπερ οἱ ἀετοί· καὶ μάχονται δὲ πρὸς τὸν ἀετὸν οὕτω σφόδρα ὥστ’ ἄμφω λαμβάνεσθαι πολλάκις ζῶντας ὑπὸ τῶν νομέων.
” 至于许布里斯,有人说这种鸟与普廷克斯是同一种,由于它白天看不清,所以反而会显露身影,而在夜间则像雕一样狩猎;它们与雕战斗得非常激烈,以至于双方经常被牧羊人活捉。
Τίκτει μὲν οὖν δύο ᾠά, νεοττεύει δὲ καὶ οὗτος ἐν πέτραις καὶ σπηλαίοις.
因此它产两枚卵,这种鸟也在岩石和洞穴中筑巢。
Μάχιμοι δὲ καὶ αἱ γέρανοί εἰσι πρὸς ἀλλήλας οὕτω σφόδρα ὥστε καὶ λαμβάνεσθαι μαχομένας· ὑπομένουσι γάρ.
鹤类之间也互相战斗得非常激烈,以至于在战斗中也会被捕获;因为它们会坚持到底。
Τίκτει δὲ γέρανος δύο ᾠά.
鹤产两枚卵。
§9.13Ἡ δὲ κίττα φωνὰς μὲν μεταβάλλει πλείστας (καθ’ ἑκάστην γὰρ ὡς εἰπεῖν ἡμέραν ἄλλην ἀφίησι), τίκτει δὲ περὶ ἐννέα ᾠά, ποιεῖται δὲ τὴν νεοττιὰν ἐπὶ τῶν δένδρων ἐκ τριχῶν καὶ ἐρίων· ὅταν δ’ ὑπολίπωσιν αἱ βάλανοι, ἀποκρύπτουσα ταμιεύεται.
姬沓会改变极多的鸣声(因为可以说它每天都发出不同的声音);它产大约九枚卵,并在树上用毛发和羊毛筑巢;当橡子留存下来时,它会把它们藏起来并储存。
Περὶ μὲν οὖν τῶν πελαργῶν, ὅτι ἀντεκτρέφονται, θρυλεῖται παρὰ πολλοῖς· φασὶ δέ τινες καὶ τοὺς μέροπας ταὐτὸ τοῦτο ποιεῖν, καὶ ἀντεκτρέφεσθαι ὑπὸ τῶν ἐκγόνων οὐ μόνον γηράσκοντας ἀλλὰ καὶ εὐθύς, ὅταν οἷοί τ’ ὦσιν· τὸν δὲ πατέρα καὶ τὴν μητέρα μένειν ἔνδον.
关于鹳,许多人传闻它们会受到后代的反哺;也有人说美洛普斯也做同样的事,它们不仅在变老时,而且在子代一有能力时,就立刻受到子代的反哺;而父亲和母亲则留在巢内。
Ἡ δ’ ἰδέα τοῦ ὄρνιθος τῶν πτερῶν ἐστὶ τὰ μὲν ὑποκάτω ὠχρόν, τὰ δὲ ἐπάνω ὥσπερ τῆς ἁλκυόνος κυάνεον, τὰ δ’ ἐπ’ ἄκρων τῶν πτερυγίων ἐρυθρά.
这种鸟羽毛的外观是下方呈淡黄色,上方呈像翠鸟一样的深蓝色,翼尖呈红色。
Τίκτει δὲ περὶ ἓξ ἢ ἑπτὰ ὑπὸ τὴν ὀπώραν, ἐν τοῖς κρημνοῖς τοῖς μαλακοῖς· εἰσδύεται δ’ εἴσω καὶ τέτταρας πήχεις.
它在夏末时在松软的悬崖上产大约六至七枚卵;它能向内深入达四肘之深。
Ἡ δὲ καλουμένη χλωρὶς διὰ τὸ τὰ κάτω ἔχειν ὠχρά, ἔστι μὲν ἡλίκον κόρυδος, τίκτει δ’ ᾠὰ τέτταρα ἢ πέντε, τὴν δὲ νεοττιὰν ποιεῖται μὲν ἐκ τοῦ συμφύτου ἕλκουσα πρόσριζον, στρώματα δ’ ὑποβάλλει τρίχας καὶ ἔρια.
因下方呈淡黄色而被叫做克洛里斯的鸟,体型和百灵鸟差不多大,产四至五枚卵,它通过连根拔起聚合草来筑巢,并在下面铺上毛发和羊毛作为铺垫。
Ταὐτὸ δὲ τοῦτο ποιεῖ καὶ ὁ κόττυφος καὶ ἡ κίττα, καὶ τὰ ἐντὸς τῆς νεοττιᾶς ἐκ τούτων ποιοῦνται.
乌鸫和姬沓也做同样的事,并用这些材料筑成巢的内部。
Τεχνικῶς δὲ καὶ ἡ τῆς ἀκανθυλλίδος ἔχει νεοττιά· πέπλεκται γὰρ ὥσπερ σφαῖρα λινῆ, ἔχουσα τὴν εἴσδυσιν μικράν.
阿坎西利斯的巢也建得十分巧妙;因为它被编织得像一个亚麻球,只有一个很小的入口。
Φασὶ δὲ καὶ τὸ κιννάμωμον ὄρνεον εἶναι οἱ ἐκ τῶν τόπων ἐκείνων, καὶ τὸ καλούμενον κιννάμωμον φέρειν ποθὲν τοῦτο τὸ ὄρνεον, καὶ τὴν νεοττιὰν ἐξ αὐτοῦ ποιεῖσθαι.
那个地方的人们还说,有一种肉桂鸟,这种鸟从某处运来被称为肉桂的东西,并用它来筑巢。
Νεοττεύει δ’ ἐφ’ ὑψηλῶν δένδρων καὶ ἐν τοῖς θαλλοῖς τῶν δένδρων· ἀλλὰ τοὺς ἐγχωρίους μόλυβδον πρὸς τοῖς ὀϊστοῖς προσαρτῶντας τοξεύοντας καταβάλλειν, καὶ οὕτω συνάγειν ἐκ τοῦ φορυτοῦ τὸ κιννάμωμον.
它在崇高的树上以及树木的嫩枝间筑巢;但当地人通过在箭上系上铅并射击,将巢打落下来,从而从巢的碎屑中收集肉桂。

词汇与语法注释

  1. p.323ἀκρατὴς γὰρ τῶν ὄπισθέν ἐστιν — 支配形容词 ἀκρατής(无法控制)带有所属格补足语 τῶν ὄ宾语性质的 ὄπισθεν(后部,尾部)。该句型描述了这种鸟无法保持其尾部或后身静止的特征,并将其视作一种身体残疾。
  2. p.324ἡμέρας μὲν οὖν φαίνεται — 手抄本原文为 φαίνεται(出现),尽管考虑到其夜行性,许多编者常将其修正为 οὐ φαίνεται(不出现)。本译文保留了手抄本的读法,解释为该鸟因白天视力不佳而反而在白天暴露了身形。
  3. p.324ἀντεκτρέφεσθαι — 由前缀 ἀντί(作为回报)与动词 ἐκτρέφω(抚养、哺育)构成的复合动词。它是在由 φασί(据说)引导的“对格加不定式”结构中充当被动不定式,指幼鸟在长大后反哺其双亲的行为。
  4. p.324πρόσριζον — 形容词 πρόσριζος(连根的)的中性单数宾格形式,在此作副词修饰分词 ἕλκουσα(拉出、拔起),意为“连根拔起”。

引用这一段

亚里士多德, 动物志 §9.12-9.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.12-9.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。