§9.5Τῶν δ’ ἀγρίων καὶ τετραπόδων ἡ ἔλαφος οὐχ ἥκιστα δοκεῖ εἶναι φρόνιμον, τῷ τε τίκτειν παρὰ τὰς ὁδούς (τὰ γὰρ θηρία διὰ τοὺς ἀνθρώπους οὐ προσέρχεται), καὶ ὅταν τέκῃ, ἐσθίει τὸ χόριον πρῶτον.
在野生四足动物中,鹿似乎非常聪明,这不仅因为它们在路旁生产(因为野兽由于人类的缘故不会靠近),还因为它们在生产后首先吃掉胎盘。
Καὶ ἐπὶ τὴν σέσελιν δὲ τρέχουσι, καὶ φαγοῦσαι οὕτως ἔρχονται πρὸς τὰ τέκνα πάλιν.
它们还会奔向西塞利草,吃完后便以此方式再次回到幼崽身边。
Ἔτι δὲ τὰ τέκνα ἄγει ἐπὶ τοὺς σταθμούς, ἐθίζουσα οὗ δεῖ ποιεῖσθαι τὰς ἀποφυγάς· ἔστι δὲ τοῦτο πέτρα ἀπορρώξ, μίαν ἔχουσα εἴσοδον, οὗ δὴ καὶ ἀμύνεσθαι ἤδη φασὶν ὑπομένουσαν.
此外,母鹿还会把幼崽带到隐蔽处,训练它们在需要时如何逃跑;那是一处陡峭的悬崖,只有一个入口,据说母鹿确实会在那里停留并进行防卫。
Ἔτι δὲ ὁ ἄρρην ὅταν γένηται παχύς (γίνεται δὲ σφόδρα πίων ὀπώρας οὔσης), οὐδαμοῦ ποιεῖ αὑτὸν φανερὸν ἀλλ’ ἐκτοπίζει ὡς διὰ τὴν παχύτητα εὐάλωτος ὤν.
再者,公鹿在变肥时(秋天时会变得极肥),绝不在任何地方露面,而是迁移到别处,因为它们认为自己由于肥胖而容易被捕获。
Ἀποβάλλουσι δὲ καὶ τὰ κέρατα ἐν τόποις χαλεποῖς καὶ δυσεξευρέτοις· ὅθεν καὶ ἡ παροιμία γέγονεν “οὗ αἱ ἔλαφοι τὰ κέρατα ἀποβάλλουσιν· ” ὥσπερ γὰρ τὰ ὅπλα ἀποβεβληκυῖαι φυλάττονται ὁρᾶσθαι.
它们还会在险峻且难以寻找的地方脱落鹿角;因此也产生了这句谚语:“鹿脱角的地方”;因为它们防范被看见,就好像失去了武器一样。
Λέγεται δ’ ὡς τὸ ἀριστερὸν κέρας οὐδείς πω ἑώρακεν· ἀποκρύπτειν γὰρ αὐτὸ ὡς ἔχον τινὰ φαρμακείαν.
据说,至今还没有人见过左角;因为它们由于左角具有某种药效而将其藏起来。
Οἱ μὲν οὖν ἐνιαύσιοι οὐ φύουσι κέρατα, πλὴν ὥσπερ σημείου χάριν ἀρχήν τινα· τοῦτο δ’ ἐστὶ βραχὺ καὶ δασύ.
一岁的鹿不长角,只是为了显露迹象而长出某种起端;这是短而多毛的。
Φύουσι δὲ διετεῖς πρῶτον τὰ κέρατα εὐθέα, καθάπερ παττάλους· διὸ καὶ καλοῦσι τότε πατταλίας αὐτούς.
两岁的鹿首先长出直角,像木桩一样;因此人们在那个时候也称它们为“桩角鹿”。
Τῷ δὲ τρίτῳ ἔτει δίκρουν φύουσι, τῷ δὲ τετάρτῳ τραχύτερον· καὶ τοῦτον τὸν τρόπον ἀεὶ ἐπιδιδόασι μέχρι ἓξ ἐτῶν.
在第三年它们长出分叉的角,在第四年长出更粗糙的角;它们总是以这种方式不断增长,直到六岁。
Ἀπὸ τούτου δὲ ὅμοια ἀεὶ ἀναφύουσιν, ὥστε μηκέτι ἂν γνῶναι τὴν ἡλικίαν τοῖς κέρασιν, ἀλλὰ τοὺς γέροντας γνωρίζουσι μάλιστα δυοῖν σημείοιν· ὀδόντας τε γὰρ οἱ μὲν οὐκ ἔχουσιν οἱ δ’ ὀλίγους, καὶ τοὺς ἀμυντῆρας οὐκέτι φύουσιν.
此后,它们总是长出相似的角,以至于再也无法通过角来辨别年龄,但人们主要通过两个特征来识别老鹿:因为有些没有牙齿,有些只有很少的牙齿,并且它们不再长出“防御角”。
Καλοῦνται δ’ ἀμυντῆρες τὰ προνενευκότα τῶν φυομένων κεράτων εἰς τὸ πρόσθεν, οἷς ἀμύνεται· ταῦτα δ’ οἱ γέροντες οὐκ ἔχουσιν, ἀλλ’ εἰς τὸ ὀρθὸν γίνεται ἡ αὔξησις αὐτοῖς τῶν κεράτων.
那些向前倾斜生长、用来进行防御的角被称为“防御角”;但老鹿没有这些,它们的角是直着向上生长的。
Ἀποβάλλουσι δ’ ἀνὰ ἕκαστον ἐνιαυτὸν τὰ κέρατα, ἀποβάλλουσι δὲ περὶ τὸν Θαργηλιῶνα μῆνα.
它们每年都会脱角,大约在萨尔格利昂月。
Ὅταν δ’ ἀποβάλωσι, κρύπτουσιν αὑτοὺς τὴν ἡμέραν, ὥσπερ εἴρηται· κρύπτουσι δ’ ἐν τοῖς δασέσιν, εὐλαβούμενοι τὰς μυίας.
当它们脱角时,正如前文所说,它们在白天隐藏自己;它们隐藏在茂密的丛林中,以防避苍蝇。
Νέμονται δὲ τὸν χρόνον τοῦτον νύκτωρ, μέχριπερ ἂν ἐκφύσωσι τὰ κέρατα.
在这段时间里,它们在夜间放牧,直到长出角来。
Φύεται δ’ ὥσπερ ἐν δέρματι τὸ πρῶτον, καὶ γίνονται δασέα· ὅταν δ’ αὐξηθῶσιν, ἡλιάζονται, ἵν’ ἐκπέψωσι καὶ ξηράνωσι τὸ κέρας.
起初,角长在像皮肤一样的东西里,并且长满绒毛;当它们长大时,鹿会晒太阳,以便使角成熟和干燥。
Ὅταν δὲ μηκέτι πονῶσι πρὸς τὰ δένδρα κνώμενοι αὐτά, τότ’ ἐκλείπουσι τοὺς τόπους τούτους διὰ τὸ θαρρεῖν ὡς ἔχοντες ᾧ ἀμυνοῦνται.
当它们在树上摩擦角不再感到疼痛时,由于拥有了用以防卫的武器而产生信心,便离开了这些地方。
Ἤδη δ’ εἴληπται ἀχαΐνης ἔλαφος ἐπὶ τῶν κεράτων ἔχων κιττὸν πολὺν πεφυκότα χλωρόν, ὡς ἁπαλῶν ὄντων τῶν κεράτων ἐμφύντα ὥσπερ ἐν ξύλῳ χλωρῷ.
曾经有一只阿开奈斯鹿被捕获,它的角上长着许多常绿的常春藤,这是在角还柔软时,像在绿色的木头中一样植入并生长出来的。
Ὅταν δὲ δηχθῶσιν αἱ ἔλαφοι ὑπὸ φαλαγγίου ἤ τινος τοιούτου, τοὺς καρκίνους συλλέγουσαι ἐσθίουσιν· δοκεῖ δὲ καὶ ἀνθρώπῳ ἀγαθὸν εἶναι τοῦτο πίνειν, ἀλλ’ ἔστιν ἀηδές.
当鹿被毒蛛或类似的东西咬伤时,它们会收集并吃掉螃蟹;这对人类来说饮用似乎也有好处,但味道令人难受。
Αἱ δὲ θήλειαι τῶν ἐλάφων ὅταν τέκωσιν, εὐθὺς κατεσθίουσι τὸ χόριον, καὶ οὐκ ἔστι λαβεῖν· πρὸ γὰρ τοῦ χαμαὶ βαλεῖν αὐταὶ ἅπτονται· δοκεῖ δὲ τοῦτ’ εἶναι φάρμακον.
雌鹿在生产时,会立刻吃掉胎盘,人们无法得到它;因为在胎盘落到地上之前,它们自己就抓住了它;这被认为是一种药剂。
Ἁλίσκονται δὲ θηρευόμεναι αἱ ἔλαφοι συριττόντων καὶ ᾀδόντων, καὶ κατακλίνονται ὑπὸ τῆς ἡδονῆς.
鹿在被狩猎时,会因为人们吹口哨和唱歌而被捕获,它们会因为这种愉悦而躺下。
Δύο δ’ ὄντων ὁ μὲν φανερῶς ᾄδει ἢ συρίττει, ὁ δ’ ἐκ τοῦ ὄπισθεν βάλλει, ὅταν οὗτος σημήνῃ τὸν καιρόν.
当有两个猎人时,一个公开唱歌或吹口哨,另一个则在前者发出时机信号时,从后面射击。
Ἐὰν μὲν οὖν τύχῃ ὀρθὰ τὰ ὦτα ἔχουσα, ὀξὺ ἀκούει καὶ οὐκ ἔστι λαθεῖν· ἐὰν δὲ καταβεβληκυῖα τύχῃ, λανθάνει.
如果它恰好竖起耳朵,听觉就会很敏锐,无法在不被察觉的情况下接近;但如果它恰好垂下耳朵,就会被出其不意地接近。