§9.49bΤῶν δ’ ὀρνέων πολλὰ μεταβάλλουσι κατὰ τὰς ὥρας καὶ τὸ χρῶμα καὶ τὴν φωνήν, οἷον ὁ κόττυφος ἀντὶ μέλανος ξανθός, καὶ τὴν φωνὴν ἴσχει ἀλλοίαν· ἐν μὲν γὰρ τῷ θέρει ᾄδει, τοῦ δὲ χειμῶνος παταγεῖ καὶ φθέγγεται θορυβῶδες.
在鸟类中,有许多会根据季节改变颜色和声音,例如乌鸫会由黑色变成黄色,并且声音也变得不同;因为它们在夏天鸣唱,而在冬天则发出嘈杂的咯咯声。
Μεταβάλλει δὲ καὶ ἡ κίχλη τὸ χρῶμα· τοῦ μὲν γὰρ χειμῶνος ψαρὰ τοῦ δὲ θέρους ποικίλα τὰ περὶ τὸν αὐχένα ἴσχει· τὴν μέντοι φωνὴν οὐδὲν μεταβάλλει.
画眉也改变颜色;因为在冬天它们的颈部周围呈灰色,而在夏天则呈斑驳状,不过它们的声音却完全不改变。
Ἡ δ’ ἀηδὼν ᾄδει μὲν συνεχῶς ἡμέρας καὶ νύκτας δεκαπέντε, ὅταν τὸ ὄρος ἤδη δασύνηται· μετὰ δὲ ταῦτα ᾄδει μέν, συνεχῶς δ’ οὐκέτι.
夜莺在山林已经枝叶茂密时,会连续十五个昼夜鸣唱;在此之后虽然也鸣唱,但不再是连续不断的。
Τοῦ δὲ θέρους προϊόντος ἄλλην ἀφίησι φωνὴν καὶ οὐκέτι παντοδαπὴν οὐδὲ τραχεῖαν καὶ ἐπιστρεφῆ ἀλλ’ ἁπλῆν, καὶ τὸ χρῶμα μεταβάλλει, καὶ ἔν γε Ἰταλίᾳ τὸ ὄνομα ἕτερον καλεῖται περὶ τὴν ὥραν ταύτην.
随着夏天的推进,它发出另一种声音,不再是多变的、尖锐的和曲折的,而是简单的声音,并且它还改变颜色;在意大利,它们在这个季节甚至被叫作另一个名字。
Φαίνεται δ’ οὐ πολὺν χρόνον· φωλεῖ γάρ.
它有很长一段时间不出现,因为它要隐匿。
Μεταβάλλουσι δὲ καὶ οἱ ἐρίθακοι καὶ οἱ καλούμενοι φοινίκουροι ἐξ ἀλλήλων· ἔστι δ’ ὁ μὲν ἐρίθακος χειμερινόν, οἱ δὲ φοινίκουροι θερινοί, διαφέρουσι δ’ ἀλλήλων οὐθὲν ὡς εἰπεῖν ἀλλ’ ἢ τῇ χρόᾳ μόνον.
知更鸟和所谓的红尾鸲也会互相转换;知更鸟是冬天的鸟,而红尾鸲是夏天的鸟,它们之间几乎除了颜色之外没有任何区别。
Ὡσαύτως δὲ καὶ αἱ συκαλίδες καὶ οἱ μελαγκόρυφοι· καὶ γὰρ οὗτοι μεταβάλλουσιν εἰς ἀλλήλους. Γίνεται δ’ ἡ μὲν συκαλὶς περὶ τὴν ὀπώραν, ὁ δὲ μελαγκόρυφος εὐθέως μετὰ τὸ φθινόπωρον.
同样地,无花果莺和黑头莺也会互相转换;因为无花果莺在晚夏左右出现,而黑头莺则在秋天过去之后立即出现。
Διαφέρουσι δὲ καὶ οὗτοι οὐθὲν ἀλλήλων πλὴν τῇ χρόᾳ καὶ τῇ φωνῇ.
它们之间除了颜色和声音之外也没有任何区别。
Ὅτι δ’ ὁ αὐτός ἐστιν ὄρνις, ἤδη ὦπται περὶ τὴν μεταβολὴν ἑκάτερον τὸ γένος τοῦτο, οὔπω δὲ τελέως μεταβεβληκότα οὐδ’ ἐν θατέρῳ εἴδει ὄντα.
它们是同一种鸟的事实,已经在关于这两个类别的观察中得到了证实,当时它们正处于转变之中,既没有完全转变,也不处于任何一种单一的形态中。
Οὐδὲν δ’ ἄτοπον εἰ ἐπὶ τούτων αἱ φωναὶ μεταβάλλουσιν ἢ τὰ χρώματα, ἐπεὶ καὶ ἡ φάττα τοῦ μὲν χειμῶνος οὐ φθέγγεται (πλὴν ἤδη ποτὲ εὐδίας ἐκ χειμῶνος σφοδροῦ γενομένης ἐφθέγξατο καὶ ἐθαυμαστώθη ὑπὸ τῶν ἐμπείρων), ἀλλ’ ὅταν ἔαρ γένηται, τότε ἄρχεται φωνεῖν.
在这种情况下,它们的声音或颜色发生改变并没有什么奇怪的,因为即使是林鸽在冬天也不啼鸣(除了有一次在严冬过后天气晴朗时它啼鸣了,并引起了有经验的人的惊奇),但当春天到来时,它才开始发出声音。
Τὸ δ’ ὅλον τὰ ὄρνεα καὶ μάλιστα καὶ πλείστας ἀφίησι φωνάς, ὅταν ὦσι περὶ τὴν ὀχείαν.
总的来说,鸟类在交配期前后发出最多且最丰富的声音。
Μεταβάλλει δὲ καὶ ὁ κόκκυξ τὸ χρῶμα καὶ τῇ φωνῇ οὐ σαφηνίζει, ὅταν μέλλῃ ἀφανίζεσθαι· ἀφανίζεται δ’ ὑπὸ κύνα, φανερὸς δὲ γίνεται ἀπὸ τοῦ ἔαρος ἀρξάμενος μέχρι κυνὸς ἐπιτολῆς.
大杜鹃也会改变颜色,并且在即将消失时声音变得不清晰;它在天狼星升起时消失,从春天开始直到天狼星升起时显现。
Ἀφανίζεται δὲ καὶ ἣν καλοῦσί τινες οἰνάνθην ἀνίσχοντος τοῦ σειρίου, δυομένου δὲ φαίνεται· φεύγει δὲ ὁτὲ μὲν τὰ ψύχη ὁτὲ δὲ τὴν ἀλέαν.
有些人称之为麦翁的鸟也会在天狼星升起时消失,在它落下时显现;它有时躲避寒冷,有时躲避炎热。
Μεταβάλλει δὲ καὶ ὁ ἔποψ τὸ χρῶμα καὶ τὴν ἰδέαν, ὥσπερ πεποίηκεν Αἰσχύλος ἐν τοῖσδε. Τοῦτον δ’ ἐπόπτην ἔποπα τῶν αὑτοῦ κακῶν
πεποικίλωκε, κἀποδηλώσας ἔχει
θρασὺν πετραῖον ὄρνιν ἐν παντευχίᾳ,
ὃς ἦρι μὲν φαίνοντι διαπάλλει πτερόν
κίρκου λεπάργου.
戴胜也会改变颜色和外形,正如埃斯库罗斯在以下诗句中所描述的那样: “而这只戴胜,作为他自己苦难的监视者,他使其变得斑驳,并展示了它,这是一只身着全副盔甲、大胆的岩居之鸟,当春天显现时,它拍动着白鹞般的翅膀。
Δύο γὰρ οὖν μορφὰς φανεῖ,
παιδός τε χαὑτοῦ νηδύος μιᾶς ἄπο.
因为他将从同一个母腹中,展示出他自己和他的孩子这两种形态。
Νέας δ’ ὀπώρας ἡνίκ’ ἂν ξανθῇ στάχυς,
στικτή νιν αὖθις ἀμφινωμήει πτέρυξ.
当新收获季节的麦穗变黄时,斑驳的翅膀将再次环绕他。
ἀεὶ δὲ μίσει τῶνδ’ ἄπ’ ἄλλον εἰς τόπον
δρυμοὺς ἐρήμους καὶ πάγους ἀποικίσει.
因对这些人的憎恨,他将总是从这里迁徙到另一个地方,去往荒凉的森林和冰封的山岭。
Εἰσὶ δὲ τῶν ὀρνίθων οἱ μὲν κονιστικοί, οἱ δὲ λοῦσται, οἱ δ’ οὔτε κονιστικοὶ οὔτε λοῦσται.
” 在鸟类中,有些是沙浴者,有些是水浴者,有些则既非沙浴者也非水浴者。
Ὅσοι μὲν μὴ πτητικοὶ ἀλλ’ ἐπίγειοι, κονιστικοί, οἷον ἀλεκτορίς, πέρδιξ, ἀτταγήν, κορύδαλος, φασιανός· τῶν δ’ εὐθυωνύχων ἔνιοι, καὶ ὅσοι περὶ ποταμὸν ἢ ἕλη ἢ θάλασσαν διατρίβουσι, λοῦνται· οἱ δ’ ἄμφω, καὶ κονίονται καὶ λοῦνται, οἷον περιστερὰ καὶ στρουθός· τῶν δὲ γαμψωνύχων οἱ πολλοὶ οὐδέτερον.
那些不善飞行而在陆地上生活的鸟大多是沙浴者,例如母鸡、鹧鸪、黑琴鸡、百灵和雉鸡;而有些直爪鸟,以及在河流、沼泽或海洋附近活动的鸟是水浴者;有些则两者兼具,既进行沙浴也进行水浴,例如鸽子和麻雀;但大多数猛禽则两者都不做。
Ταῦτα μὲν οὖν τοῦτον ἔχει τὸν τρόπον, ἴδιον δ’ ἐνίοις συμβαίνει τῶν ὀρνιθίων τὸ ἀποψοφεῖν, οἷον καὶ ταῖς τρυγόσιν· ποιοῦνται δὲ καὶ περὶ τὴν ἕδραν κίνησιν οἱ τοιοῦτοι ἰσχυρὰν ἅμα τῇ φωνῇ.
这些情况确实如此,但一些小鸟会发生一种奇特的现象,即从臀部发出声音,例如斑鸠;这类鸟在发出声音的同时,其臀部附近会剧烈运动。