§9.45Ὁ δὲ βόνασος γίνεται μὲν ἐν τῇ Παιονίᾳ ἐν τῷ ὄρει τῷ Μεσσαπίῳ, ὃ ὁρίζει τὴν Παιονικὴν καὶ τὴν Μαιδικὴν χώραν, καλοῦσι δ’ αὐτὸν οἱ Παίονες μόναπον.
勃纳索斯生活在派奥尼亚的梅萨皮翁山,该山是派奥尼亚与迈迪卡地区的界山,派奥尼亚人称它为莫纳波斯。
Τὸ δὲ μέγεθός ἐστιν ἡλίκον ταῦρος, καὶ ἔστιν ὀγκωδέστερον ἢ βοῦς· οὐ γὰρ πρόμηκές ἐστιν.
它的体型和公牛一样大,但比普通的牛更粗壮,因为它的身体并不长。
Τὸ δὲ δέρμα αὐτοῦ κατέχει εἰς ἑπτάκλινον ἀποταθέν.
它的皮拉展开来,足以覆盖一间可放七个卧榻的餐厅。
Καὶ τὸ ἄλλο δὲ εἶδος ὅμοιον βοΐ, πλὴν χαίτην ἔχει μέχρι τῆς ἀκρωμίας ὥσπερ ἵππος· μαλακωτέρα δ’ ἡ θρὶξ τῆς τοῦ ἵππου, καὶ προσεσταλμένη μᾶλλον.
它其余的外貌与牛相似,只是像马一样,有一圈垂至肩胛骨的鬃毛;但它的毛比马毛更软,更紧贴身体。
Χρῶμα δ’ ἔχει τοῦ τριχώματος ξανθόν· βαθεῖα δὲ καὶ μέχρι τῶν ὀφθαλμῶν καθήκουσα ἡ χαίτη ἐστὶ καὶ πυκνή.
它的毛发颜色为淡黄色;鬃毛浓密,垂至眼睛。
Τὸ δὲ χρῶμα ἔχει τι μέσον τεφροῦ καὶ πυρροῦ, οὐχ οἷον αἱ παρῶαι ἵπποι καλούμεναι, ἀλλ’ αὐχμηροτέραν τὴν τρίχα, κάτωθεν ἐριώδη· μέλανες δ’ ἢ πυρροὶ σφόδρα οὐ γίνονται.
其颜色介于灰褐色和红褐色之间,不像所谓的栗色马,其毛发更干燥,下层呈羊毛状;它们绝不会变成纯黑色或极红的颜色。
Φωνὴν δ’ ὁμοίαν ἔχουσι βοΐ, κέρατα δὲ γαμψά, κεκαμμένα πρὸς ἄλληλα καὶ ἄχρηστα πρὸς τὸ ἀμύνεσθαι, τῷ μεγέθει σπιθαμιαῖα ἢ μικρῷ μείζω, πάχος δ’ ὥστε χωρῆσαι μὴ πολλῷ ἔλαττον ἡμίχουν ἑκάτερον· ἡ δὲ μελανία καλὴ καὶ λιπαρὰ τοῦ κέρατος.
它们的声音像牛,角呈弯曲状,彼此相向弯曲,无法用于自卫,尺寸约为一跨或稍大,粗细足以容纳不少于半忽斯的水量;角的黑色美丽而有光泽。
Τὸ δὲ προκόμιον καθήκει ἐπὶ τοὺς ὀφθαλμούς, ὥστ’ εἰς τὸ πλάγιον παρορᾶν μᾶλλον ἢ εἰς τὸ πρόσθεν.
前额的毛垂到眼睛上,因此它更多是向侧面看,而不是向前看。
Ὀδόντας δὲ τοὺς ἄνωθεν οὐκ ἔχει, ὥσπερ οὐδὲ βοῦς οὐδ’ ἄλλο τῶν κερατοφόρων οὐδέν, σκέλη δὲ δασέα· καὶ ἔστι διχαλόν· κέρκον δ’ ἐλάττω ἢ κατὰ τὸ μέγεθος, ὁμοίαν τῇ τοῦ βοός.
它没有上排牙齿,正如牛及其他任何有角动物一样,它的腿部多毛,并且是偶蹄;尾巴比其体型应有的要小,与牛尾相似。
Καὶ ἀναρρίπτει τὴν κόνιν καὶ ὀρύττει ὥσπερ ταῦρος.
它会像公牛一样扬起沙尘并掘地。
Δέρμα δ’ ἔχει πρὸς τὰς πληγὰς ἰσχυρόν.
它拥有抵御打击的坚韧皮张。
Ἔστι δ’ ἡδύκρεων, διὸ καὶ θηρεύουσιν αὐτό.
其肉质鲜美,因此人们猎捕它。
Ὅταν δὲ πληγῇ, φεύγει, καὶ ὑπομένει ὅταν ἐξατονῇ.
当它受伤时就会逃跑,但在精疲力竭时会停下来坚持。
Ἀμύνεται δὲ λακτίζων καὶ προσαφοδεύων καὶ εἰς τέτταρας ὀργυιὰς ἀφ’ ἑαυτοῦ ῥίπτων· ῥᾳδίως δὲ χρῆται τούτῳ καὶ πολλάκις, καὶ ἐπικαίει ὥστε ἀποψήχεσθαι τὰς τρίχας τῶν κυνῶν.
它通过踢踹和向后排便来防卫,能将粪便抛到离自己四寻远的地方;它能轻易且频繁地使用这种防御手段,且其粪便灼热,甚至能烫落猎犬的毛发。
Τεταραγμένου μὲν οὖν καὶ φοβουμένου τοῦτο ποιεῖ ἡ κόπρος, ἀταράκτου δ’ ὄντος οὐκ ἐπικαίει.
当它惊慌和恐惧时,其粪便才会起这种作用,而在它平静时则不会灼烧。
Ἡ μὲν οὖν ἰδέα τοῦ θηρίου καὶ ἡ φύσις τοιαύτη τίς ἐστιν· ὅταν δ’ ὥρα ᾖ τοῦ τίκτειν, ἀθρόοι τίκτουσιν ἐν τοῖς ὄρεσιν.
这种野兽的外形和习性大致如此;到了生育季节,它们会成群结队地在山里生产。
Περὶ δὲ τὸν τόπον ἀφοδεύουσι πρότερον πρὶν τεκεῖν, καὶ ποιοῦσιν οἷον περίβολον· προΐεται γὰρ τὸ θηρίον πολύ τι πλῆθος τούτου τοῦ περιττώματος.
在生产前,它们会在周围排便,形成一个类似围栏的圈;因为这种野兽会排出极大量的排泄物。
§9.46Πάντων δὲ τιθασσότατον καὶ ἡμερώτατον τῶν ἀγρίων ἐστὶν ὁ ἐλέφας· πολλὰ γὰρ καὶ παιδεύεται καὶ ξυνίησιν, ἐπεὶ καὶ προσκυνεῖν διδάσκονται τὸν βασιλέα.
在所有野生动物中,大象是最容易驯化和最温顺的;因为它们能接受许多训练并能理解,甚至被训练向国王行礼。
Ἔστι δὲ καὶ εὐαίσθητον καὶ τῇ συνέσει τῇ ἄλλῃ ὑπερβάλλον.
它也极具感官敏锐度,在其他智力上超越其他动物。
Ὃ δ’ ἂν ὀχεύσῃ καὶ ἔγκυον ποιήσῃ, τούτου πάλιν οὐχ ἅπτεται.
大象一旦与雌象交配并使其受孕,便不再碰她。
Ζῆν δέ φασι τὸν ἐλέφαντα οἱ μὲν ἔτη διακόσια, οἱ δ’ ἑκατὸν εἴκοσι, καὶ τὴν θήλειαν ἴσα σχεδὸν τῷ ἄρρενι, ἀκμάζειν δὲ περὶ ἔτη ἑξήκοντα, πρὸς δὲ τοὺς χειμῶνας καὶ τὰ ψύχη δύσριγον εἶναι.
关于大象的寿命,有人说是两百年,有人说是一百二十年,雌象的寿命几乎与雄象相同;它们在大约六十岁时达到鼎盛期,且对冬日和寒冷十分敏感。
Ἔστι δὲ τὸ ζῷον παραποτάμιον, οὐ ποτάμιον.
大象是栖息在河畔的动物,而非水生动物。
Ποιεῖται δὲ καὶ διὰ τοῦ ὕδατος τὴν πορείαν, ἕως τούτου δὲ προέρχεται ἕως ἂν ὁ μυκτὴρ ὑπερέχῃ αὐτοῦ· ἀναφυσᾷ γὰρ διὰ τούτου καὶ τὴν ἀναπνοὴν ποιεῖται.
它也会在水中行走,但只走到其鼻孔能露出水面的深度;因为它通过鼻孔喷气并进行呼吸。
Νεῖν δ’ οὐ πάνυ δύναται διὰ τὸ τοῦ σώματος βάρος.
由于体型沉重,它完全无法游泳。