§9.44Περὶ δὲ τὰ ἤθη τῶν ζῴων, ὥσπερ εἴρηται καὶ πρότερον, ἔστι θεωρῆσαι διαφορὰς πρὸς ἀνδρίαν μὲν μάλιστα καὶ δειλίαν, ἔπειτα καὶ πρὸς πραότητα καὶ ἀγριότητα καὶ αὐτῶν τῶν ἀγρίων.
关于动物的性格,正如前面所说,可以观察到它们在勇敢与怯懦,以及温顺与凶猛方面的差异,甚至在凶猛动物自身之间也是如此。
Καὶ γὰρ ὁ λέων ἐν τῇ βρώσει μὲν χαλεπώτατός ἐστι, μὴ πεινῶν δὲ καὶ βεβρωκὼς πραότατος.
因为狮子在进食时最为凶暴,但在不饥饿且吃饱时最为温顺。
Ἔστι δὲ τὸ ἦθος οὐχ ὑπόπτης οὐδενὸς οὐδ’ ὑφορώμενος οὐδέν, πρός τε τὰ σύντροφα καὶ συνήθη σφόδρα φιλοπαίγμων καὶ στερκτικός.
它的性格是不怀疑任何事物,也不斜视任何事物,对于与它一起长大和熟悉的事物,它非常爱玩且富有感情。
Ἐν δὲ ταῖς θήραις ὁρώμενος μὲν οὐδέποτε φεύγει οὐδὲ πτήσσει, ἀλλ’ ἐὰν καὶ διὰ πλῆθος ἀναγκασθῇ τῶν θηρευόντων ὑπαγαγεῖν βάδην ὑποχωρεῖ καὶ κατὰ σκέλος, κατὰ βραχὺ ἐπιστρεφόμενος· ἐὰν μέντοι ἐπιλάβηται δασέος, φεύγει ταχέως, ἕως ἂν καταστῇ εἰς φανερόν· τότε δὲ πάλιν ὑπάγει βάδην.
在狩猎时,只要被人看见,它绝不逃跑也不畏缩,但如果因为猎人人数众多而被迫退却,它会步行退后,一步一步,不时地回头;然而,如果它到达了茂密的地方,它就会快速逃跑,直到进入开阔地;然后它又再次步行退却。
Ἐν δὲ τοῖς ψιλοῖς ἐάν ποτ’ ἀναγκασθῇ εἰς φανερὸν διὰ τὸ πλῆθος φεύγειν, τρέχει κατατείνας καὶ οὐ πηδᾷ.
在没有树木的平地上,如果因为人数众多而被迫在显眼处逃跑,它会伸展身体奔跑,而不是跳跃。
Τὸ δὲ δρόμημα συνεχῶς ὥσπερ κυνός ἐστι κατατεταμένον· διώκων μέντοι ἐπιρρίπτει ἑαυτόν, ὅταν ᾖ πλησίον.
它的奔跑是持续伸展的,就像狗一样;但在追赶时,一旦接近,它就会扑向猎物。
Ἀληθῆ δὲ καὶ τὰ λεγόμενα, τό τε φοβεῖσθαι μάλιστα τὸ πῦρ, ὥσπερ καὶ Ὅμηρος ἐποίησεν
καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ,
καὶ τὸ τὸν βαλόντα τηρήσαντα ἵεσθαι ἐπὶ τοῦτον· ἐὰν δέ τις βάλλῃ μὲν μή, ἐνοχλῇ δὲ αὐτόν, ἐὰν ἐπαΐξας συλλάβῃ, ἀδικεῖ μὲν οὐδὲν οὐδὲ βλάπτει τοῖς ὄνυξι, σείσας δὲ καὶ φοβήσας ἀφίησι πάλιν.
关于它的传闻也是真实的,即它最害怕火,正如荷马所作的诗句:‘燃烧着的火把,尽管他心急如焚,却也心生畏惧’,以及它会盯住投掷伤害它的人并向其扑去;但如果有人没有投掷伤害它,只是打扰它,如果它扑过去抓住了那人,它并不伤害那人,也不用爪子伤害他,而是摇晃并吓唬他之后,便再次放走。
Πρὸς δὲ τὰς πόλεις ἔρχονται μάλιστα καὶ τοὺς ἀνθρώπους ἀδικοῦσιν, ὅταν γένωνται πρεσβῦται, διά τε τὸ γῆρας ἀδύνατοι θηρεύειν ὄντες καὶ διὰ τὸ πεπονηκέναι τοὺς ὀδόντας.
当它们变老时,最常来到城市并伤害人类,这是因为它们因衰老而无法狩猎,且牙齿已经磨损。
Ἔτη δὲ ζῶσι πολλά, καὶ ὁ ληφθεὶς λέων χωλὸς πολλοὺς τῶν ὀδόντων εἶχε κατεαγότας, ᾧ τεκμηρίῳ ἐχρῶντό τινες ὅτι πόλλ’ ἔτη ζῶσιν· τοῦτο γὰρ οὐκ ἂν συμπεσεῖν μὴ πολυχρονίῳ ὄντι.
它们能活很多年,有一只被捕获的瘸腿狮子,它的许多牙齿都折断了,有人以此作为它们长寿的证据;因为如果不是长寿的动物,这就不会发生。
Γένη δ’ ἐστὶ λεόντων δύο· τούτων δ’ ἐστὶ τὸ μὲν στρογγυλώτερον καὶ οὐλοτριχώτερον δειλότερον, τὸ δὲ μακρότερον καὶ εὐθύτριχον ἀνδρειότερον.
狮子有两个品种:其中身体较圆、卷毛的较胆小,而身体较长、直发的较勇敢。
Φεύγουσι δ’ ἐνίοτε κατατείναντες τὴν κέρκον ὥσπερ κύνες.
它们有时会像狗一样拉直尾巴逃跑。
Ἤδη δ’ ὦπται λέων καὶ ὑῒ ἐπιτίθεσθαι μέλλων, καὶ ὡς εἶδεν ἀντιφρίξαντα, φεύγων.
而且已经观察到,有一只狮子正准备袭击野猪,但看到野猪竖起毛发反抗时,它就逃跑了。
Ἔστι δὲ πρὸς τὰς πληγὰς εἰς μὲν τὰ κοῖλα ἀσθενής, κατὰ δὲ τὸ ἄλλο σῶμα δέχεται πολλὰς καὶ κεφαλὴν ἔχει ἰσχυράν.
对于打击,它的腹部很脆弱,但在身体的其他部分能承受许多打击,并且有坚硬的头部。
Ὅσα δ’ ἂν δάκῃ ἢ τοῖς ὄνυξιν ἑλκώσῃ, ἐκ τῶν ἑλκῶν ἰχῶρες ῥέουσιν ὠχροὶ σφόδρα καὶ ἐκ τῶν ἐπιδέσμων καὶ σπόγγων ὑπ’ οὐδενὸς δυνάμενοι ἐκκλύζεσθαι· ἡ δὲ θεραπεία ἡ αὐτὴ καὶ τῶν κυνοδήκτων ἑλκῶν.
凡是被它咬伤或用爪子抓伤的地方,伤口都会流出极黄的浆液,这种液体是无法用任何绷带或海绵洗净的;其治疗方法与治疗被狗咬伤的伤口相同。
Φιλάνθρωποι δ’ εἰσὶ καὶ οἱ θῶες, καὶ οὔτ’ ἀδικοῦσι τοὺς ἀνθρώπους οὔτε φοβοῦνται σφόδρα, πολεμοῦσι δὲ τοῖς κυσὶ καὶ τοῖς λέουσιν· διὸ ἐν τῷ αὐτῷ τόπῳ οὐ γίνονται.
胡狼也对人类友善,它们既不伤害人类,也不非常害怕人类,但它们与狗和狮子为敌;因此它们不生活在同一个地方。
Ἄριστοι δ’ οἱ μικροὶ τῶν θώων.
胡狼中体型较小的最好。
Γένη δ’ αὐτῶν οἱ μέν φασιν εἶναι δύο, οἱ δὲ τρία· οὐ δοκεῖ δὲ πλείω εἶναι, ἀλλ’ ὥσπερ τῶν ἰχθύων καὶ τῶν ὀρνέων καὶ τῶν τετραπόδων ἔνια, καὶ οἱ θῶες μεταβάλλουσι κατὰ τὰς ὥρας, καὶ τό τε χρῶμα ἕτερον τοῦ χειμῶνος καὶ τοῦ θέρους ἴσχουσι, καὶ τοῦ μὲν θέρους λεῖοι γίνονται τοῦ δὲ χειμῶνος δασεῖς.
关于它们的种类,有人说是两种,有人说是三种;但似乎并没有更多,而是像某些鱼类、鸟类和四肢动物一样,胡狼也会随季节变化,它们在冬天和夏天有不同的颜色,夏天毛发变得光滑,冬天则变得茂密。