Humanitext Reader

亚里士多德 · 动物志 §9.38-9.39

蚂蚁蜜蜂的勤勉与各类蜘蛛的生态

第 168 段,共 189 段 · 希腊语

内容简介

讨论了蚂蚁和蜜蜂等有节动物的勤勉,并详细描述了各种蜘蛛的生态、织网技术及捕猎方法。

§9.38Τῶν δ’ ἐντόμων ἐργατικώτατον ζῴων ἐστί, σχεδὸν δὲ καὶ πρὸς τἆλλα συγκρίνεσθαι πάντα, τό τε τῶν μυρμήκων γένος καὶ τὸ τῶν μελιττῶν, ἔτι δ’ ἀνθρῆναι καὶ σφῆκες καὶ πάνθ’ ὡς εἰπεῖν τὰ συγγενῆ τούτοις.
在昆虫中,最勤劳的动物,甚至可以说在这一方面可以与几乎所有其他动物相媲美的是蚂蚁类和蜜蜂类,此外还有胡蜂、黄蜂,以及可以说与它们同属的所有种类。
Εἰσὶ δὲ καὶ τῶν ἀραχνίων οἱ γλαφυρώτατοι καὶ λαγαρώτατοι καὶ τεχνικώτεροι περὶ τὸν βίον.
在蜘蛛中也有最精巧、纤细、且在生活方式上更具技艺的种类。
Ἡ μὲν οὖν τῶν μυρμήκων ἐργασία πᾶσίν ἐστιν ἐπιπολῆς ἰδεῖν, καὶ ὡς ἀεὶ μίαν ἀτραπὸν πάντες βαδίζουσι, καὶ τὴν ἀπόθεσιν τῆς τροφῆς καὶ ταμιείαν· ἐργάζονται γὰρ καὶ τὰς νύκτας τὰς πανσελήνους.
现在,蚂蚁的工作是所有人都能轻易看到的,它们如何始终全体走在同一条路径上,以及它们对食物的储存与管理;因为它们甚至在满月的夜晚也工作。
§9.39Τῶν δ’ ἀραχνίων καὶ τῶν φαλαγγίων ἔστι μὲν πολλὰ γένη, τῶν μὲν δηκτικῶν φαλαγγίων δύο, τὸ μὲν ἕτερον ὅμοιον τοῖς καλουμένοις λύκοις, μικρὸν καὶ ποικίλον καὶ ὀξὺ καὶ πηδητικόν· καλεῖται δὲ ψύλλα· τὸ δ’ ἕτερον μεῖζον, τὸ μὲν χρῶμα μέλαν, τὰ δὲ σκέλη τὰ πρόσθια μακρὰ ἔχον, καὶ τῇ κινήσει νωθρὸν καὶ βαδίζον ἠρέμα καὶ οὐ κρατερὸν καὶ οὐ πηδῶν.
在蜘蛛和毒蛛中有许多种类;在咬人的毒蛛中有两种,其中一种类似于被称为狼蛛的种类,体型小、有斑纹、敏捷且善跳,被称为跳蚤;另一种体型较大,体色为黑色,前腿较长,行动迟缓,步履缓慢,力量不强,且不跳跃。
Τὰ δ’ ἄλλα πάντα, ὅσα παρατίθενται οἱ φαρμακοπῶλαι, τὰ μὲν οὐδεμίαν τὰ δ’ ἀσθενῆ ποιεῖ τὴν δῆξιν.
至于药商们展示的所有其他种类,有的完全不造成咬伤,有的则造成微弱的咬伤。
Ἄλλο δ’ ἐστὶ τῶν καλουμένων λύκων γένος.
在被称为狼蛛的种类中,还有另外一个属。
Τοῦτο μὲν οὖν τὸ μικρὸν οὐχ ὑφαίνει ἀράχνιον, τὸ δὲ μεῖζον τραχὺ καὶ φαῦλον πρὸς τῇ γῇ· καὶ ταῖς αἱμασιαῖς· ἐπὶ τοῖς στομίοις δ’ ἀεὶ ποιεῖ τὸ ἀράχνιον, καὶ ἔνδον ἔχον τὰς ἀρχὰς τηρεῖ, ἕως ἂν ἐμπεσόν τι κινηθῇ· ἔπειτα προσέρχεται.
这种小的蜘蛛不织网,而较大的蜘蛛在地面和石墙旁织出粗糙且简陋的网;它始终在入口处织网,并在内部握住网的开端,静候直到有东西落入并移动,然后走上前来。
Τὸ δὲ ποικίλον ὑπὸ τοῖς δένδρεσι ποιεῖται μικρὸν καὶ φαῦλον ἀράχνιον.
有斑纹的蜘蛛在树下织出小而简陋的网。
Ἄλλο δ’ ἐστὶ τρίτον τούτων σοφώτατον καὶ γλαφυρώτατον· ὑφαίνει γὰρ πρῶτον μὲν διατεῖναν πρὸς τὰ πέρατα πανταχόθεν, εἶτα στημονίζεται ἀπὸ τοῦ μέσου (λαμβάνει δὲ τὸ μέσον ἱκανῶς), ἐπὶ δὲ τούτοις ὥσπερ κρόκας ἐμβάλλει, εἶτα συνυφαίνει.
在它们之中还有第三种,是最聪明、最精巧的;因为它首先通过将丝线拉向四方的边缘进行编织,然后从中心开始拉经线(它能充分确定中心),在这些经线上它像织纬线一样投入丝线,然后将其织在一起。
Τὴν μὲν οὖν κοίτην καὶ τὴν ἀπόθεσιν τῆς θήρας ἄλλοθι ποιεῖται, τὴν δὲ θήραν ἐπὶ τοῦ μέσου τηροῦσα· κἄπειθ’ ὅταν ἐμπέσῃ τι, κινηθέντος τοῦ μέσου πρῶτον μὲν περιδεῖ καὶ περιελίττει τοῖς ἀραχνίοις, ἕως ἂν ἀχρεῖον ποιήσῃ, μετὰ δὲ ταῦτ’ ἀπήνεγκεν ἀραμένη, καὶ ἐὰν μὲν τύχῃ πεινῶσα, ἐξεχύλισεν (αὕτη γὰρ ἡ ἀπόλαυσις), εἰ δὲ μή, πάλιν ὁρμᾷ πρὸς τὴν θήραν, ἀκεσαμένη πρῶτον τὸ διερρωγός· ἐὰν δέ τι μεταξὺ ἐμπέσῃ, πρῶτον ἐπὶ τὸ μέσον βαδίζει, κἀκεῖθεν ἐπανέρχεται πρὸς τὸ ἐμπεσὸν ὥσπερ ἀπ’ ἀρχῆς.
现在它在别处建造巢穴和储存猎物的地方,但自己则在中心守候猎物;然后当有东西落入时,中心一旦被触动,它首先用蛛丝将其捆绑并缠绕,直到使其失去活动能力,之后将其抬起运走,如果它恰好饥饿,就会吸干其汁液(因为这就是它的享乐),如果不然,它在首先修补好破损处后,再次奔向猎物;如果期间又有东西落入,它首先走向中心,并从那里再次像开始时一样回到落入之物那里。
Ἐὰν δέ τις λυμήνηται τοῦ ἀραχνίου, πάλιν ἄρχεται τῆς ὑφῆς καταφερομένου τοῦ ἡλίου ἢ ἀνατέλλοντος διὰ τὸ μάλιστα ἐν ταύταις ταῖς ὥραις ἐμπίπτειν τὰ θηρία.
如果有人破坏了蛛网,它就会在太阳落下或升起时重新开始织网,因为主要是在这些时刻猎物最容易落入网中。
Ἐργάζεται δὲ καὶ θηρεύει ἡ θήλεια· ὁ δ’ ἄρρην συναπολαύει.
雌蜘蛛工作并捕猎,而雄蜘蛛则一同分享成果。
Τῶν δ’ ἀραχνίων τῶν γλαφυρῶν καὶ ὑφαινόντων ἀράχνιον πυκνὸν δύο ἐστὶ γένη, τὸ μὲν μεῖζον τὸ δ’ ἔλαττον.
在织密网的精巧蜘蛛中,有两个属,一较大,一较小。
Τὸ μὲν οὖν μακροσκελέστερον κάτωθεν κρεμάμενον τηρεῖ, ὅπως ἂν μὴ φοβούμενα τὰ θηρία εὐλαβῆται ἀλλ’ ἐμπίπτῃ ἄνω (διὰ γὰρ τὸ μέγεθος οὐκ εὐκρυφές ἐστι), τὸ δὲ συμμετρότερον ἄνωθεν ἐπηλυγισάμενον τοῦ ἀραχνίου ὀπὴν μικράν.
较长腿的蜘蛛在下方悬挂着守候,以便猎物在不害怕的情况下不产生戒备,而是从上方落入(因为由于其体型大,不易隐藏);而比例较匀称的蜘蛛则在上方守候,遮蔽着蛛网的一个小孔。
Δύνανται δ’ ἀφιέναι οἱ ἀράχναι τὸ ἀράχνιον εὐθὺς γενόμενοι, οὐκ ἔσωθεν ὡς ὂν περίττωμα, καθάπερ φησὶ Δημόκριτος, ἀλλ’ ἀπὸ τοῦ σώματος οἷον φλοιόν, ἢ τὰ βάλλοντα ταῖς θριξίν, οἷον αἱ ὕστριχες.
蜘蛛一出生就能够排出蛛丝,并非像德谟克利特所说的那样作为排泄物从体内排出,而是像树皮一样从身体表面脱落,或者像那些用毛发投射的动物,比如豪猪。
Περιτίθεται δὲ καὶ περιελίττεται καὶ τοῖς μείζοσι ζῴοις, ἐπεὶ καὶ ταῖς σαύραις ταῖς μικραῖς ἐπιβάλλον περὶ τὸ στόμα περιθέον ἀφίησιν, ἕως ἂν συλλάβῃ τὸ στόμα· τότε δ’ ἤδη δάκνει προσελθόν.
它还会缠绕并包裹较大的动物;实际上,它把蛛丝投在小蜥蜴的嘴周围,绕着它跑并排出蛛丝,直到把它的嘴缠住;这时它才会走上前去咬它。
Καὶ περὶ μὲν τούτων τῶν ζῴων τοῦτον ἔχει τὸν τρόπον.
关于这些动物,情况大致如此。

词汇与语法注释

  1. §9.38σχεδὸν δὲ καὶ πρὸς τἆλλα συγκρίνεσθαι πάντα — 不定式 συγκρίνεσθαι 在此表示程度、结果或限制,修饰前文的 ἐργατικώτατον,意为“几乎可以与所有其他动物相媲美”或“即使与几乎所有其他动物相比(也是最勤劳的)”。
  2. §9.39τὰ μὲν οὐδεμίαν τὰ δ’ ἀσθενῆ ποιεῖ τὴν δῆξιν — 形容词 οὐδεμίαν 和 ἀσθενῆ 共同修饰 τὴν δῆξιν(咬伤/咬)。该句采用了省略结构,即 τὰ μὲν οὐδεμίαν [δῆξιν ποιεῖ] τὰ δ’ ἀσθενῆ ποιεῖ τὴν δῆξιν,意为“有的完全不造成咬伤,有的则造成微弱的咬伤”。
  3. ¦p.343¦ἀπήνεγκεν... ἐξεχύλισεν — 这里的过去时不定过去式(ἀπήνεγκεν、ἐξεχύλισεν)是“格言性不定过去时(gnomic aorist)”,用于表示普遍真理或习惯性行为。因此,其时态应理解为现在时(“运走”、“吸干”)并予以翻译。
  4. ¦p.343¦τὸ δὲ συμμετρότερον ἄνωθεν ἐπηλυγισάμενον τοῦ ἀραχνίου ὀπὴν μικράν — 与前半句(τὸ μὲν οὖν μακροσκελέστερον... τηρεῖ)相对照,后半句省略了主动词 τηρεῖ。分词 ἐπηλυγισάμενον(遮蔽/掩盖)以 ὀπὴν μικράν(小孔)为其直接宾语,而 τοῦ ἀραχνίου 则是修饰 ὀπὴν 的属格。

引用这一段

亚里士多德, 动物志 §9.38-9.39. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.38-9.39

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。