Humanitext Reader

亚里士多德 · 动物志 §9.1#3

动物间的敌友关系与大象的习性捕猎

第 153 段,共 189 段 · 希腊语

内容简介

详细阐述了各种鸟类、哺乳动物和爬虫类之间由于食物竞争而产生的友好与敌对关系。此外,还探讨了大象的社会行为、勇气上的个体差异,以及印度捕捉和驯服大象的方法。

§9.1#3Καὶ αἰσάλων δ’ αἰγυπιῷ πολέμιος, καὶ κρὲξ ἐλεῷ καὶ κοττύφῳ καὶ χλωρίωνι, ὃν ἔνιοι μυθολογοῦσι γενέσθαι ἐκ πυρκαϊᾶς· καὶ γὰρ αὐτοὺς βλάπτει καὶ τὰ τέκνα αὐτῶν.
而且,红隼也是秃鹫的敌人;秧鸡则是角鸮、乌鸫和黄鹂(有些人传闻黄鹂是由火灾之火所生)的敌人,因为秧鸡会伤害它们和它们的幼崽。
Καὶ σίττη καὶ τροχίλος ἀετῷ πολέμια· ἡ γὰρ σίττη καταγνύει τὰ ᾠὰ τοῦ ἀετοῦ, ὁ δ’ ἀετὸς καὶ διὰ τοῦτο καὶ διὰ τὸ ὠμοφάγος εἶναι πολέμιός ἐστι πᾶσιν.
鳾和鹪鹩也是鹰的敌人;因为鳾会啄碎鹰的蛋,而鹰不仅因为这个原因,也因为它是食肉动物,从而与所有动物敌对。
Ἄνθος δ’ ἵππῳ πολέμιος· ἐξελαύνει γὰρ ὁ ἵππος ἐκ τῆς νομῆς· πόαν γὰρ νέμεται ὁ ἄνθος, ἐπάργεμος δ’ ἐστὶ καὶ οὐκ ὀξυωπός· μιμεῖται γὰρ τοῦ ἵππου τὴν φωνήν, καὶ φοβεῖ ἐπιπετόμενος καὶ ἐξελαύνει, ὅταν δὲ λάβῃ, κτείνει αὐτόν.
花鹨是马的敌人,因为马会将它赶出牧场;花鹨以草为食,但它眼中有白翳,视力不佳;它会模仿马的叫声,飞向马将其惊吓并驱赶,但当马抓到它时,就会杀死它。
Οἰκεῖ δ’ ὁ ἄνθος παρὰ ποταμὸν καὶ ἕλη, χρόαν δ’ ἔχει καλὴν καὶ εὐβίοτος.
花鹨生活在河流和沼泽旁,羽色美丽,生活富足。
Κωλωτῇ δ’ ὄνος πολέμιος· κοιμᾶται γὰρ ἐν τῇ φάτνῃ αὐτοῦ, καὶ κωλύει ἐσθίειν εἰς τοὺς μυκτῆρας ἐνδυόμενος.
驴是壁虎的敌人;因为壁虎睡在它的饲料槽里,并通过钻进驴的鼻孔来阻止它进食。
Τῶν δ’ ἐρωδιῶν ἐστὶ τρία γένη, ὅ τε πέλλος καὶ ὁ λευκὸς καὶ ὁ ἀστερίας καλούμενος.
鹭有三种:苍鹭、白鹭和被称为星鹭的鹭。
Τούτων ὁ πέλλος χαλεπῶς εὐνάζεται καὶ ὀχεύει· κράζει τε γὰρ καὶ αἷμα, ὡς φασίν, ἀφίησιν ἐκ τῶν ὀφθαλμῶν ὀχεύων, καὶ τίκτει φαύλως καὶ ὀδυνηρῶς.
在这些鹭中,苍鹭在交配和交尾时非常困难;因为据说它在交尾时会鸣叫,甚至从眼睛里流出鲜血,且产卵十分困难和痛苦。
Πολεμεῖ δὲ τοῖς βλάπτουσιν, ἀετῷ (ἁρπάζει γὰρ αὐτόν) καὶ ἀλώπεκι (φθείρει γὰρ αὐτὸν τῆς νυκτός) καὶ κορύδῳ (τὰ γὰρ ᾠὰ αὐτοῦ κλέπτει).
它与那些伤害它的动物敌对,即鹰(因为鹰会掠夺它)、狐狸(因为狐狸在夜间伤害它)和百灵(因为百灵偷它的蛋)。
Ὄφις δὲ γαλῇ καὶ ὑῒ πολέμιον, τῇ μὲν γαλῇ, κατ’ οἰκίαν ὅταν ὦσιν ἀμφότερα· ἀπὸ γὰρ τῶν αὐτῶν ζῶσιν· ἡ δ’ ὗς ἐσθίει τοὺς ὄφεις.
蛇是鼬和猪的敌人;对鼬而言,当两者同在一屋时,因为它们以相同之物为生;而猪则吃蛇。
Καὶ αἰσάλων ἀλώπεκι πολέμιος· τύπτει γὰρ καὶ τίλλει αὐτήν, καὶ τὰ τέκνα ἀποκτείνει· γαμψώνυχος γάρ ἐστιν.
红隼也是狐狸的敌人;因为它会击打并啄拔狐狸,并杀死其幼崽,因为它有钩爪。
Κόραξ δὲ καὶ ἀλώπηξ ἀλλήλοις φίλοι· πολεμεῖ γὰρ τῷ αἰσάλωνι ὁ κόραξ· διὸ βοηθεῖ τυπτομένῃ αὐτῇ.
渡鸦和狐狸是彼此的朋友;因为渡鸦与红隼敌对,所以当狐狸被击打时,渡鸦会帮助它。
Καὶ αἰγυπιὸς δὲ καὶ αἰσάλων πολέμιοι σφίσιν αὐτοῖς· ἀμφότεροι γὰρ γαμψώνυχοι.
秃鹫和红隼也是相互敌对的;因为两者都有钩爪。
Μάχεται δὲ καὶ ἀετῷ αἰγυπιὸς καὶ κύκνος· κρατεῖ δ’ ὁ κύκνος πολλάκις· εἰσὶ δ’ οἱ κύκνοι καὶ ἀλληλοφάγοι μάλιστα τῶν ὀρνέων.
秃鹫和天鹅也会与鹰搏斗;天鹅往往会获胜;天鹅也是鸟类中最常同类相食的。
Ἔστι δὲ τῶν θηρίων τὰ μὲν ἀεὶ πολέμια ἀλλήλοις, τὰ δ’ ὥσπερ ἄνθρωποι, ὅταν τύχωσιν.
在动物中,有些是始终相互敌对的,而有些则像人类一样,在偶然相遇时才会敌对。
Ὄνος δὲ καὶ ἀκανθίδες πολέμιοι· αἱ μὲν γὰρ ἀπὸ τῶν ἀκανθῶν βιοτεύουσιν, ὁ δ’ ἁπαλὰς οὔσας κατεσθίει τὰς ἀκάνθας.
驴和金翅雀是敌对的;因为金翅雀以刺蓬为生,而驴则在刺蓬柔嫩时将其吃掉。
Καὶ ἄνθος καὶ ἀκανθὶς καὶ αἴγιθος· λέγεται δ’ ὅτι αἰγίθου καὶ ἄνθου αἷμα οὐ συμμίγνυται ἀλλήλοις.
花鹨、金翅雀和山雀也是敌对的;据说山雀和花鹨的血液无法混合。
Κορώνη δὲ καὶ ἐρωδιὸς φίλοι, καὶ σχοινίων καὶ κόρυδος, καὶ λαεδὸς καὶ κελεός· ὁ μὲν γὰρ κελεὸς παρὰ ποταμὸν οἰκεῖ καὶ λόχμας, ὁ δὲ λαεδὸς πέτρας καὶ ὄρη, καὶ φιλοχωρεῖ οὗ ἂν οἰκῇ.
乌鸦和鹭是朋友,苇鹀和百灵也是朋友,蓝矶鸫和绿啄木鸟也是朋友;因为绿啄木鸟生活在河流和灌木丛旁,而蓝矶鸫生活在岩石和山中,并且热爱其居住的地方。
Καὶ πίφιγξ καὶ ἅρπη καὶ ἰκτῖνος φίλοι, καὶ ἀλώπηξ καὶ ὄφις (ἄμφω γὰρ τρωγλοδύται), καὶ κόττυφος καὶ τρυγών.
皮芬克斯、鹞和鸢是朋友,狐狸和蛇也是朋友(因为两者都是穴居动物),乌鸫和斑鸠也是朋友。
Πολέμιοι δὲ καὶ ὁ λέων καὶ ὁ θὼς ἀλλήλοις· ὠμοφάγοι γὰρ ὄντες ἀπὸ τῶν αὐτῶν ζῶσιν.
狮子和胡狼也是相互敌对的;因为它们是食肉动物,靠相同之物为生。
Μάχονται δὲ καὶ ἐλέφαντες σφοδρῶς πρὸς ἀλλήλους, καὶ τύπτουσι τοῖς ὀδοῦσι σφᾶς αὐτούς· ὁ δὲ ἡττηθεὶς δουλοῦται ἰσχυρῶς, καὶ οὐχ ὑπομένει τὴν τοῦ νικήσαντος φωνήν.
大象之间也会激烈地争斗,并用牙齿互相击打;战败者会完全屈服,无法忍受战胜者的声音。
Διαφέρουσι δὲ καὶ τῇ ἀνδρίᾳ ἀλλήλων οἱ ἐλέφαντες θαυμαστὸν ὅσον.
大象彼此在勇气上的差异,实在令人惊叹。
Χρῶνται δ’ οἱ Ἰνδοὶ πολεμιστηρίοις, καθάπερ τοῖς ἄρρεσι, καὶ ταῖς θηλείαις· εἰσὶ μέντοι καὶ ἐλάττονες αἱ θήλειαι καὶ ἀψυχότεραι πολύ.
印度人不仅使用雄象,也使用雌象进行战争;然而雌象体型较小,胆量也小得多。
Τοὺς δὲ τοίχους καταβάλλει ὁ ἐλέφας τοὺς ὀδόντας τοὺς μεγάλους προσβάλλων· τοὺς δὲ φοίνικας τῷ μετώπῳ, ἕως ἂν κατακλίνῃ, ἔπειτα τοῖς ποσὶν ἐπιβαίνων κατατείνει ἐπὶ τῆς γῆς.
大象用它巨大的牙齿撞击来推倒墙壁,用额头撞击棕榈树直至其倾斜,然后用脚踩踏将其拉倒在地上。
Ἔστι δὲ καὶ ἡ θήρα τῶν ἐλεφάντων τοιάδε· ἀναβάντες ἐπί τινας τῶν τιθασσῶν καὶ ἀνδρείων διώκουσι, καὶ ὅταν καταλάβωσι, τύπτειν προστάττουσι τούτοις, ἕως ἂν ἐκλύσωσιν· τότε δ’ ὁ ἐλεφαντιστὴς ἐπιπηδήσας κατευθύνει τῷ δρεπάνῳ.
捕捉大象的方法如下:骑在一些温顺且勇敢的大象身上进行追赶,当追上时,命令这些大象击打野象,直到它们筋疲尽;这时,驯象员跳上去,用镰刀驯服它。
Ταχέως δὲ μετὰ ταῦτα τιθασσεύεταί τε καὶ πειθαρχεῖ.
在此之后,大象很快就会被驯服并听从指挥。
Ἐπιβεβηκότος μὲν οὖν τοῦ ἐλεφαντιστοῦ ἅπαντες πραεῖς εἰσίν, ὅταν δ’ ἀποβῇ, οἱ μὲν οἱ δ’ οὔ· ἀλλὰ τῶν ἐξαγριουμένων τὰ ἐμπρόσθια σκέλη δεσμεύουσι σειραῖς, ἵν’ ἡσυχάζωσιν.
因此,当驯象员骑在上面时,所有大象都很温顺,但当他下来时,有些温顺,有些则不然;对于那些变得狂暴的大象,他们会用绳索捆绑它们的前腿,以便让它们安静下来。
Ἔστι δ’ ἡ θήρα καὶ μεγάλων ἤδη ὄντων καὶ πώλων.
捕捉对象既包括已经成年的大象,也包括幼象。
Αἱ μὲν οὖν φιλίαι καὶ οἱ πόλεμοι τοῖς θηρίοις τούτοις διὰ τὰς τροφὰς καὶ τὸν βίον συμβαίνουσιν.
因此,这些动物之间的友谊和战争,都是因为它们的食物和生活方式而发生的。

词汇与语法注释

  1. §9.1#3ὅταν δὲ λάβῃ, κτείνει αὐτόν — 在此条件从句及其主句中,上下文的主语和宾语发生了切换。在前一句中,花鹨(鸟)是主语,但此处的主语转换为马,即当马“抓到”(λάβῃ)这只鸟时,就会“杀死”(κτείνει)它。根据常理,小鸟不可能杀死马,因此将“马”理解为主语,“它(αὐτόν)”理解为鸟。
  2. §9.1#3γενέσθαι ἐκ πυρκαϊᾶς — 此结构是动词“μυθολογοῦσι”的宾格不定式(A.C.I.)结构。不定式“γενέσθαι”的逻辑主语是关系代词“ὃν”(指代黄鹂)的宾格形式。介词“ἐκ”表示起源,描述了该鸟由火灾之火产生的神话传闻。
  3. §9.1#3θαυμαστὸν ὅσον — 这是一种使用关系代词的缩略感叹表达,意为“令人惊叹地”或“极大地”,相当于拉丁语中的“mirabile quantum”。该结构原本由“θαυμαστόν ἐστιν ὅσον...”(……是多么令人惊叹)演变而来,省去了系动词。

引用这一段

亚里士多德, 动物志 §9.1#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:9.1%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。