§9.1#1## Ι.
Τὰ δ’ ἤθη τῶν ζῴων ἐστὶ τῶν μὲν ἀμαυροτέρων καὶ βραχυβιωτέρων ἧττον ἡμῖν ἔνδηλα κατὰ τὴν αἴσθησιν, τῶν δὲ μακροβιωτέρων ἐνδηλότερα.
在那些更不明显且寿命更短的动物中,它们的习性对我们的感官而言较不明显,而在寿命较长的动物中则更为明显。
Φαίνονται γὰρ ἔχοντά τινα δύναμιν περὶ ἕκαστον τῶν τῆς ψυχῆς παθημάτων φυσικήν, περί τε φρόνησιν καὶ εὐήθειαν καὶ ἀνδρίαν καὶ δειλίαν, περί τε πραότητα καὶ χαλεπότητα καὶ τὰς ἄλλας τὰς τοιαύτας ἕξεις.
因为它们显然具有某种关于灵魂每种情感的自然能力,即聪明与愚笨、勇敢与胆怯、温和与凶猛,以及其他此类品质。
Ἔνια δὲ κοινωνεῖ τινὸς ἅμα καὶ μαθήσεως καὶ διδασκαλίας, τὰ μὲν παρ’ ἀλλήλων, τὰ δὲ καὶ παρὰ τῶν ἀνθρώπων, ὅσαπερ ἀκοῆς μετέχει, μὴ μόνον ὅσα τῶν ψόφων, ἀλλ’ ὅσα καὶ τῶν σημείων διαισθάνεται τὰς διαφοράς.
有些动物同时参与了学习和教导,有些是互相学习,有些则是从人类那里学习,即所有具有听觉的动物,不仅是那些能感知声音的,还有那些能辨别信号差异的。
Ἐν πᾶσι δ’ ὅσοις ἐστὶ γένεσι τὸ θῆλυ καὶ τὸ ἄρρεν, σχεδὸν ἡ φύσις ὁμοίως διέστησε τὸ ἦθος τῶν θηλειῶν πρὸς τὸ τῶν ἀρρένων.
在所有存在雌雄之分的类别中,自然几乎以同样的方式区分了雌性与雄性的习性。
Μάλιστα δὲ φανερὸν ἐπί τε τῶν ἀνθρώπων καὶ τῶν μέγεθος ἐχόντων καὶ τῶν ζῳοτόκων τετραπόδων· μαλακώτερον γὰρ τὸ ἦθός ἐστι τὸ τῶν θηλειῶν, καὶ τιθασσεύεται θᾶττον, καὶ προσίεται τὰς χεῖρας μᾶλλον, καὶ μαθητικώτερον, οἷον καὶ αἱ Λάκαιναι κύνες αἱ θήλειαι εὐφυέστεραι τῶν ἀρρένων εἰσίν.
这在人类、体型巨大的动物以及胎生四足动物中最为明显;因为雌性的习性更为温和,更容易被驯服,更乐意接受抚摸,且更易于学习,正如拉科尼亚的雌犬比雄犬更有天赋一样。
Τὸ δ’ ἐν τῇ Μολοττίᾳ γένος τῶν κυνῶν τὸ μὲν θηρευτικὸν οὐδὲν διαφέρει πρὸς τὸ παρὰ τοῖς ἄλλοις, τὸ δ’ ἀκόλουθον τοῖς προβάτοις τῷ μεγέθει καὶ τῇ ἀνδρίᾳ τῇ πρὸς τὰ θηρία.
而摩罗西亚犬的品种中,用于狩猎的那种与其他地方的犬并无不同,但跟随羊群的那种则在体型和对付野兽的勇敢上十分杰出。
Διαφέρουσι δ’ οἱ ἐξ ἀμφοῖν ἀνδρίᾳ καὶ φιλοπονίᾳ, οἵ τε ἐκ τῶν ἐν τῇ Μολοττίᾳ γιγνομένων κυνῶν καὶ ἐκ τῶν Λακωνικῶν.
而由两者的交配所产生的犬在勇敢和勤勉上都有所不同,即那些由摩罗西亚犬和拉科尼亚犬所生的犬。
Ἀθυμότερα δὲ τὰ θήλεα πάντα τῶν ἀρρένων πλὴν ἄρκτου καὶ παρδάλεως· τούτων δ’ ἡ θήλεια δοκεῖ εἶναι ἀνδρειοτέρα.
除了母熊和母豹之外,所有雌性动物都比雄性动物更缺乏气概;在这两种动物中,雌性似乎更为勇敢。
Ἐν δὲ τοῖς ἄλλοις γένεσι τὰ θήλεα μαλακώτερα καὶ κακουργότερα καὶ ἧττον ἁπλᾶ καὶ προπετέστερα καὶ περὶ τὴν τῶν τέκνων τροφὴν φροντιστικώτερα, τὰ δ’ ἄρρενα ἐναντίως θυμωδέστερα καὶ ἀγριώτερα καὶ ἁπλούστερα καὶ ἧττον ἐπίβουλα.
但在其他类别中,雌性更为温顺、更为狡猾、较不率直、更为鲁莽,且在抚养幼崽方面更具关怀,而雄性则相反,更为暴躁、更为凶猛、更为率直且较少阴险。
Τούτων δ’ ἴχνη μὲν τῶν ἠθῶν ἐστὶν ἐν πᾶσιν ὡς εἰπεῖν, μᾶλλον δὲ φανερώτερα ἐν τοῖς ἔχουσι μᾶλλον ἦθος καὶ μάλιστα ἐν ἀνθρώπῳ· τοῦτο γὰρ ἔχει τὴν φύσιν ἀποτετελεσμένην, ὥστε καὶ ταύτας τὰς ἕξεις εἶναι φανερωτέρας ἐν αὐτοῖς.
这些习性的痕迹可以说在所有动物中都存在,但在更具有习性的动物中更为明显,尤其是在人类身上;因为人类具有已经完善的本性,因此这些品质在他们身上也更为明显。
Διόπερ γυνὴ ἀνδρὸς ἐλεημονέστερον καὶ ἀρίδακρυ μᾶλλον, ἔτι δὲ φθονερώτερον καὶ μεμψιμοιρότερον, καὶ φιλολοίδορον τὸ θῆλυ τοῦ ἄρρενος καὶ δύσελπι, καὶ ἀναιδέστερον καὶ ψευδέστερον, εὐαπαητότερον δὲ καὶ μνημονικώτερον, ἔτι δὲ ἀγρυπνότερον καὶ ὀκνηρότερον καὶ ὅλως ἀκινητότερον τὸ θῆλυ τοῦ ἄρρενος, καὶ τροφῆς ἐλάττονός ἐστιν.
因此,女人比男人更有同情心,更容易落泪,而且更嫉妒、更爱抱怨,且雌性比雄性更喜欢责骂、更容易悲观,也更无耻和虚伪,更容易被骗,且记忆力更好,此外雌性比雄性更容易失眠、更懒惰、总的来说更不爱活动,且需要更少的食物。
Βοηθητικώτερον δέ, ὥσπερ ἐλέχθη, καὶ ἀνδρειότερον τὸ ἄρρεν τοῦ θήλεός ἐστιν, ἐπεὶ καὶ ἐν τοῖς μαλακίοις, ὅταν τῷ τριώδοντι πληγῇ ἡ σηπία, ὁ μὲν ἄρρην βοηθεῖ τῇ θηλείᾳ, ἡ δὲ θήλεια φεύγει τοῦ ἄρρενος πληγέντος.
然而,正如所说过的,雄性比雌性更乐于协助且更勇敢,因为即使在软体动物中,当乌贼被三叉戟刺中时,雄乌贼会协助雌乌贼,而当雄乌贼被刺中时,雌乌贼却会逃跑。