§8.3#2Ἄλλα δ’ ἔστιν ἃ ζῇ καρποφαγοῦντα καὶ ποοφαγοῦντα, οἷον φάψ, φάττα, περιστερά, οἰνάς, τρυγών.
其他一些则是靠吃果实和草生存的,例如野鸽、林鸽、家鸽、岩鸽、斑鸠。
Φάττα μὲν οὖν καὶ περιστερὰ ἀεὶ φαίνονται, τρυγὼν δὲ τοῦ θέρους· τοῦ γὰρ χειμῶνος ἀφανίζεται· φωλεῖ γάρ.
林鸽和家鸽总是可见,但斑鸠只在夏天出现;因为在冬天它会消失,因为它会冬眠。
Οἰνὰς δὲ τοῦ φθινοπώρου καὶ φαίνεται μάλιστα καὶ ἁλίσκεται· ἔστι δὲ τὸ μέγεθος ἡ οἰνὰς μείζων μὲν περιστερᾶς, ἐλάττων δὲ φαβός·
岩鸽则在秋天最常出现也最常被捕获;在体型上,岩鸽比家鸽大,但比野鸽小。
ἡ δ’ ἅλωσις αὐτῆς γίνεται μάλιστα καπτούσης τὸ ὕδωρ.
捕获它主要是在它急吞水的时候。
Ἀφικνοῦνται δ’ εἰς τοὺς τόπους τούτους ἔχουσαι νεοττούς· τὰ δ’ ἄλλα πάντα τοῦ θέρους ἀφικνούμενα νεοττεύει ἐνταῦθα, καὶ ἐκτρέφει τὰ πλεῖστα ζῴοις, πλὴν τῶν περιστεροειδῶν.
它们来到这些地方时带着幼雏;而所有其他鸟类都在夏天来到这里筑巢,并用活物哺育大多数幼雏,除了鸽类以外。
Πάντων δ’ ὡς εἰπεῖν τῶν ὀρνίθων οἱ μὲν πεζεύουσι περὶ τὴν τροφήν, οἱ δὲ περὶ ποταμοὺς καὶ λίμνας βιοτεύουσιν, οἱ δὲ περὶ τὴν θάλατταν, ὅσοι μὲν στεγανόποδες, ἐν αὐτῷ τῷ ὕδατι ποιούμενοι τὴν πλείστην διατριβήν, ὅσοι δὲ σχιζόποδες, περὶ αὐτὸ τὸ ὕδωρ· καὶ τούτων ἔνιοι διὰ τῶν δυομένων τρεφόμενοι, ὅσοι μὴ σαρκοφάγοι, οἷον περὶ μὲν τὰς λίμνας καὶ τοὺς ποταμοὺς ἐρωδιὸς καὶ ὁ λευκερωδίος· ἔστι δ’ οὗτος τὸ μέγεθος ἐκείνου ἐλάττων, καὶ ἔχει τὸ ῥύγχος πλατὺ καὶ μακρόν.
可以说,在几乎所有的鸟类中,有些在陆地上行走寻食,有些在河流和湖泊周围生活,有些在海洋周围生活;凡是蹼足的,都在水体中度过大部分时间,而凡是趾裂的,则在水体周围度过;在这些鸟中,有些非肉食性的,靠潜入水中的生物为食,例如在湖泊和河流周围的苍鹭和白鹭;后者在体型上比前者小,并且长着扁平而长的喙。
Ἔτι πελαργὸς καὶ λάρος· ὁ δὲ λάρος τὸ χρῶμα σποδοειδής.
还有鹳和鸥;鸥的颜色呈灰褐色。
Καὶ σχοινίλος καὶ κίγκλος καὶ πύγαργος· οὗτος μέγιστος τῶν ἐλαττόνων τούτων· ἔστι γὰρ ὅσον κίχλη.
还有苇鹀、鹡鸰和白尾鹞;后者是这些较小鸟类中最大的,体型如鸫一般。
Πάντες δ’ οὗτοι τὸ οὐραῖον κινοῦσιν.
所有这些鸟都会摆动尾巴。
Ἔτι σκαλίδρις· ἔστι δὲ τοῦτο τὸ ὄρνεον ποικιλίαν ἔχον, τὸ δ’ ὅλον σποδοειδές.
还有滨鹬;这种鸟身上有斑纹,但整体呈灰褐色。
Καὶ τὸ τῶν ἁλκυόνων δὲ γένος πάρυδρόν ἐστιν.
翠鸟一类也是近水的。
Τυγχάνει δ’ αὐτῶν ὄντα δύο εἴδη, καὶ ἡ μὲν φθέγγεται, καθιζάνουσα ἐπὶ τῶν δονάκων, ἡ δ’ ἄφωνος· ἔστι δ’ αὕτη μείζων· τὸν δὲ νῶτον ἀμφότεραι κυανοῦν ἔχουσιν.
它们恰好有两个种类,一种落在芦苇上鸣叫,另一种不发声;后者体型较大,两者背部皆为蓝色。
Καὶ τροχίλος.
还有鸻。
Περὶ δὲ τὴν θάλατταν καὶ ἁλκυὼν καὶ κήρυλος.
在海洋周围,有翠鸟和白胸翡翠。
Καὶ αἱ κορῶναι δὲ νέμονται ἁπτόμεναι τῶν ἐκπιπτόντων ζῴων· παμφάγον γάρ ἐστιν.
乌鸦也靠取食冲上岸的动物来觅食;因为它是杂食性的。
Ἔτι δὲ λάρος ὁ λευκὸς καὶ κέπφος, αἴθυια, χαραδριός.
此外还有白鸥、海燕、鸬鹚、鸻。
Τῶν δὲ στεγανοπόδων τὰ μὲν βαρύτερα περὶ ποταμοὺς καὶ λίμνας ἐστίν, οἷον κύκνος, νῆττα, φαλαρίς, κολυμβίς, ἔτι βόσκας, ὅμοιος μὲν νήττῃ, τὸ δὲ μέγεθος ἐλάττων, καὶ ὁ καλούμενος κόραξ· οὗτος δ’ ἐστὶ τὸ μὲν μέγεθος οἷον πελαργός, πλὴν τὰ σκέλη ἔχει ἐλάττω, στεγανόπους δὲ καὶ νευστικός, τὸ δὲ χρῶμα μέλας· καθίζει δὲ οὗτος ἐπὶ τῶν δένδρων καὶ νεοττεύει ἐνταῦθα μόνος τῶν τοιούτων.
在蹼足鸟中,较重的一些生活在河流和湖泊周围,例如天鹅、鸭、骨顶鸡、鸊鷉,还有小水鸭,它与鸭相似,但体型较小,以及所谓的鸬鹚;它在体型上像鹳,只是腿较短,是蹼足且善于游泳的,颜色呈黑色;在同类鸟中,只有它落在树上并在那里筑巢。
Ἔτι χήν, καὶ ὁ μικρὸς χὴν ὁ ἀγελαῖος, καὶ χηναλώπηξ καὶ αἲξ καὶ πηνέλοψ.
还有雁、群居的小雁、埃及雁、林鸳鸯和赤颈鸭。
Ὁ δ’ ἁλιαίετος καὶ περὶ τὴν θάλατταν διατρίβει καὶ τὰ λιμναῖα κόπτει.
而海雕既在海边活动,也袭击湖中的鸟类。
Πολλοὶ δὲ καὶ παμφάγοι τῶν ὀρνίθων εἰσίν.
鸟类中也有许多是杂食性的。
Οἱ δὲ γαμψώνυχοι καὶ τῶν ἄλλων ἅπτονται ζῴων, ὅσων ἂν κρατῶσι, καὶ τῶν ὀρνέων· πλὴν οὐκ ἀλληλοφάγοι τοῦ γένους τοῦ οἰκείου εἰσίν, ὥσπερ οἱ ἰχθύες ἅπτονται πολλάκις καὶ ἑαυτῶν.
而具有钩爪的鸟类也袭击其他动物,凡是它们能制服的,以及其他鸟类;只是它们不吃自己同类的物种,不像鱼类经常连自己的同类也袭击。
Ἔστι δὲ τὸ τῶν ὀρνίθων γένος πᾶν μὲν ὀλιγόποτον, οἱ δὲ γαμψώνυχες καὶ ἄποτοι πάμπαν, εἰ μή τι ὀλίγον γένος καὶ ὀλιγάκις.
整个鸟类都极少饮水,而具有钩爪的则完全不饮水,除非是极少数种类且极罕见。
Μάλιστα δὲ τοιοῦτον ἡ κεγχρίς.
尤其是红隼最是如此。
Καὶ ἰκτῖνος ὀλιγάκις μέν, ὦπται δὲ πίνων.
鸢虽然罕见,但也曾被看到过饮水。