§8.6Πίνει δὲ τῶν ζῴων τὰ μὲν καρχαρόδοντα λάπτοντα· ἔνια δὲ καὶ τῶν μὴ καρχαροδόντων, οἷον οἱ μύες.
在动物中,具有锯齿状牙齿的动物通过舔饮来喝水;一些没有锯齿状牙齿的动物也是如此,比如老鼠。
Τὰ δὲ συνόδοντα σπάσει, οἷον ἵπποι καὶ βόες.
而那些上下牙齿相合的动物则通过吸饮来喝水,例如马和牛。
Ἡ δ’ ἄρκτος οὔτε σπάσει οὔτε λάψει, ἀλλὰ κάψει.
然而,熊既不吸饮也不舔饮,而是吞饮。
Καὶ τῶν ὀρνέων δὲ τὰ μὲν ἄλλα σπάσει, πλὴν τὰ μὲν μακραύχενα διαλείποντα καὶ αἴροντα τὴν κεφαλήν, ὁ δὲ πορφυρίων μόνος κάψει.
在鸟类中,其他鸟类都通过吸饮来喝水,但长颈鸟类除外,它们会断断续续地抬起头来喝,而唯独紫水鸡是通过吞饮来喝水。
Τὰ δὲ κερατώδη τῶν ζῴων, καὶ ἥμερα καὶ ἄγρια, καὶ ὅσα μὴ καρχαρόδοντα, πάντα καρποφάγα καὶ ποηφάγα ἐστί, μὴ λίαν κατεχόμενα τῷ πεινῆν, ἔξω τῆς ὑός· αὕτη δ’ ἥκιστα ποηφάγον καὶ καρποφάγον ἐστίν·
有角动物,无论是温顺的还是野生的,以及所有不具锯齿状牙齿的动物,都是吃果实和吃草的,除非它们被饥饿严重折磨,只有猪除外;猪是最不吃草和果实的。
ῥιζοφάγον δὲ μάλιστα ἡ ὗς ἐστὶ τῶν ζῴων διὰ τὸ εὖ πεφυκέναι τὸ ῥύγχος πρὸς τὴν ἐργασίαν ταύτην, καὶ εὐχερέστατον πρὸς πᾶσαν τροφὴν τῶν ζῴων ἐστίν.
猪是所有动物中最吃根的,因为它的吻部天然地非常适合这项工作,而且它是所有动物中最容易适应任何食物的。
Τάχιστα δὲ καὶ ἐπιδίδωσιν εἰς παχύτητα ὡς κατὰ μέγεθος· πιαίνεται γὰρ ἐν ἑξήκοντα ἡμέραις·
它的肥胖增长速度相对于其体型也是最快的;因为它们在六十天内就能变肥。
ὅσον δ’ ἐπιδίδωσιν, γινώσκουσιν οἱ περὶ ταῦτα πραγματευόμενοι νῆστιν ἱστάντες.
至于它们增长了多少,从事这些行业的人通过在它们空腹时称重来了解。
Πιαίνεται δὲ προλιμοκτονηθεῖσα ἡμέρας τρεῖς· σχεδὸν δὲ καὶ τἆλλα πάντα προλιμοκτονούμενα πιαίνεται.
在开始增肥前让它们饥饿三天能使它们变肥;几乎所有其他动物在预先饥饿后也更容易变肥。
Μετὰ δὲ τὰς τρεῖς ἡμέρας εὐωχοῦσιν ἤδη οἱ πιαίνοντες τὰς ὗς.
三天之后,增肥猪只的人便开始让它们饱餐。
Οἱ δὲ Θρᾷκες πιαίνουσι τῇ μὲν πρώτῃ πιεῖν διδόντες, εἶτα διαλείπουσιν ἡμέραν μίαν τὸ πρῶτον, μετὰ δὲ ταῦτα δύο, εἶτα τρεῖς καὶ τέτταρας μέχρι τῶν ἑπτά.
色雷斯人在第一天给它们饮水,然后起初间隔一天,之后间隔两天,再之后三天、四天,直到七天。
Πιαίνεται δὲ τὸ ζῷον τοῦτο κριθαῖς, κέγχροις, σύκοις, ἀκύλοις, ἀχράσι, σικύοις.
这种动物用大麦、小米、无花果、橡子、野梨和黄瓜来增肥。
Μάλιστα δὲ καὶ ταῦτα καὶ τἆλλα τὰ ἔχοντα κοιλίαν θερμὴν ἡ ἀτρεμία πιαίνει· τὰς δ’ ὗς καὶ τὸ λούεσθαι ἐν πηλῷ.
不活动最能使它们以及其他具有温热胃部的动物变肥;而对于猪来说,在泥中沐浴也是如此。
Νέμεσθαι δὲ βούλονται κατὰ τὰς ἡλικίας.
它们喜欢按年龄分组放牧。
Μάχεται δὲ ὗς καὶ λύκῳ.
猪也会与狼战斗。
Ἀπογίνεται δ’ ἀπὸ τοῦ σταθμοῦ, ὅσον ἕλκει ζῶσα, τὸ ἕκτον μέρος εἰς τρίχας καὶ αἷμα καὶ τὰ τοιαῦτα.
从活体动物的重量中,有六分之一因毛发、血液等而损耗。
Θηλαζόμεναι δὲ καὶ αἱ ὕες καὶ τἆλλα πάντα λεπτότερα γίνεται.
在哺乳期间,猪和所有其他动物都会变瘦。
§8.7Ταῦτα μὲν οὖν τοῦτον ἔχει τὸν τρόπον.
因此,这些情况就是这样。
Οἱ δὲ βόες εἰσὶ μὲν καὶ καρποφάγοι καὶ ποηφάγοι, πιαίνονται δὲ τοῖς τε φυσητικοῖς, οἷον ὀρόβοις καὶ κυάμοις ἐρηριγμένοις καὶ χλόῃ κυάμων, καὶ ἐάν τις τὸ δέρμα ἐντεμὼν φυσήσῃ καὶ μετὰ ταῦτα παράσχῃ τὴν τροφὴν τοῖς πρεσβυτέροις, ἔτι δὲ κριθαῖς καὶ ἁπλῶς καὶ ἐπτισμέναις, καὶ τοῖς γλυκέσιν, οἷον σύκοις καὶ ἀσταφίσι καὶ οἴνῳ καὶ τοῖς φύλλοις τῆς πτελέας· μάλιστα δ’ οἱ ἥλιοι καὶ τὰ λουτρὰ τὰ θερμά.
牛既吃果实也吃草,它们通过能引起胀气的食物来增肥,例如碎苦香豌豆和蚕豆,以及蚕豆青苗,如果有人在皮肤上切开小口吹入空气,然后以此提供食物给较老的牛,也能增肥;此外还用大麦(无论是普通的还是去壳的),以及甜食,例如无花果、葡萄干、葡萄酒和榆树叶;但最有效的还是阳光和温水浴。
Τὰ δὲ κέρατα τῶν νέων χλιαινόμενα τῷ κηρῷ ἄγεται ῥᾳδίως ὅπου ἄν τις ἐθέλῃ· καὶ τοὺς πόδας δ’ ἧττον ἀλγοῦσιν, ἐάν τις τὰ κέρατα ἀλείφῃ κηρῷ ἢ πίττῃ ἢ ἐλαίῳ.
年轻牛的角用蜡加热后,很容易朝人想要的任何方向弯曲;如果用蜡、沥青或油涂抹牛角,它们的脚痛也会减轻。
Πονοῦσι δ’ αἱ ἀγελαῖαι μᾶλλον ὑπὸ τῆς πάχνης μετανιστάμεναι ἢ ὑπὸ χιόνος.
群牧的牛在霜冻中迁移比在雪中更受折磨。
Αὐξάνονται δὲ ὅταν πλείω ἔτη ἀνόχευτοι ὦσιν· διὸ οἱ ἐν τῇ Ἠπείρῳ τὰς καλουμένας Πυρρίχας βοῦς ἐννέα ἔτη διατηροῦσιν ἀνοχεύτους καὶ καλοῦσιν ἀποταύρους, ὅπως αὐξάνωνται.
当它们更多年份未进行交配时,就会长得更大;因此,伊庇鲁斯人将所谓的皮洛士牛保持九年不交配,并称它们为“阿波陶罗”(apotauroi),以便它们生长。
Τούτων δὲ τὸ μὲν πλῆθος εἶναί φασι περὶ τετρακοσίας, ἰδίους τῶν βασιλέων, ἐν ἄλλῃ δὲ ζῆν χώρᾳ οὐ δύνασθαι· καίτοι πεπειρᾶσθαι τινάς.
据说这些牛的数量约为四百头,是国王们的私产,并且无法在其他土地上生存;尽管有人曾尝试过。