§8.24Τῶν δ’ ἵππων αἱ μὲν φορβάδες ἄνοσοι τῶν ἄλλων ἀρρωστημάτων εἰσὶ πλὴν ποδάγρας, ταύτην δὲ κάμνουσι, καὶ ἐνίοτε ἀποβάλλουσι τὰς ὁπλάς· ὅταν δ’ ἀποβάλωσι, πάλιν φύουσιν εὐθύς· γίνεται γὰρ ἅμα τῆς ἑτέρας ὑποφυομένης ἡ τῆς ἑτέρας ὁπλῆς ἀποβολή.
在马中,放牧的母马除了痛风外没有其他疾病;它们会患此病,有时还会脱落蹄子;当它们脱落蹄子时,立刻会重新长出来;因为一只蹄子的脱落是与另一只蹄子在下面生长的同时发生的。
Σημεῖον δὲ τῆς ἀρρωστίας· ὁ γὰρ ὄρχις ἅλλεται ὁ δεξιός, ἢ κατὰ μέσον ὀλίγον κάτωθεν τῶν μυκτήρων ἔγκοιλον γίνεται καὶ ῥυτιδῶδες.
这种疾病的征兆是右侧睾丸跳动,或者在鼻孔下方稍靠中间的地方出现凹陷和皱缩。
Οἱ δὲ τροφίαι ἵπποι πλείστοις ἀρρωστήμασι κάμνουσιν.
而圈养的马则会患极多的疾病。
Λαμβάνει γὰρ καὶ εἰλεός· σημεῖον δὲ τῆς ἀρρωστίας τὰ ὀπίσθια σκέλη ἐφέλκουσιν ἐπὶ τὰ ἐμπρόσθια καὶ ὑποφέρουσιν, ὥστε ὀλίγου συγκρούειν.
因为它们也会得肠梗阻;这种病的征兆是它们将后腿向着前腿拖拽,并塞到前腿下方,以至于几乎要相互碰撞。
Ἐὰν δ’ ἀσιτήσας τὰς ἔμπροσθεν ἡμέρας εἶτα μανῇ, αἷμα ἀφαιροῦντες βοηθοῦσι καὶ ἐκτέμνοντες.
如果在之前的日子里不进食之后发狂,人们通过放血和去势来进行救治。
Λαμβάνει δὲ καὶ τέτανος· σημεῖον δ’ αἱ φλέβες τέτανται πᾶσαι καὶ κεφαλὴ καὶ αὐχήν, καὶ προβαίνει εὐθέσι τοῖς σκέλεσιν.
它们也会得破伤风;其征兆是所有的血管、头部和颈部都紧绷着,并且两腿僵直地向前迈步。
Γίγνονται δὲ καὶ ἔμπυοι οἱ ἵπποι.
马也会在体内积脓。
Λαμβάνει δὲ καὶ ἄλλος αὐτοὺς πόνος, καλεῖται δὲ τοῦτο κριθιᾶν· σημεῖον δὲ τοῦ ἀρρωστήματος μαλακὸς γίνεται ὁ οὐρανὸς καὶ θερμὸν πνεῖ.
另一种痛苦也会侵袭它们,这被称为大麦病;该病的征兆是口盖变软,并且呼吸灼热。
Ἀνίατα δέ, ἐὰν μὴ αὐτόματα καταστῇ.
除非它自动痊愈,否则是不可治愈的。
Τό τε νυμφιᾶν καλούμενον, ἐν ᾧ συμβαίνει κατέχεσθαι ὅταν αὐλῇ τις, καὶ κατωπιᾶν· καὶ ὅταν ἀναβῇ τις, τροχάζει, ἕως ἂν μέλλῃ κατά τινας θεῖν· κατηφεῖ δ’ ἀεί, κἂν λυττήσῃ.
还有被称为女仙狂病的病,在这种病中,当有人吹笛子时,马就会呆立不动;还有低头病;当有人骑上它时,它会快步小跑,直到准备朝某些马跑去;而且它总是显得沮丧,即使在发狂时也是如此。
Σημεῖον δὲ καὶ τούτου τὰ ὦτα καταβάλλει πρὸς τὴν χαίτην καὶ πάλιν προτείνει, καὶ ἐκλείπει, καὶ πνεῖ.
这种病的征兆也是它将耳朵向着鬃毛垂下,然后又重新向前伸出,并且精疲力竭、大口喘气。
Ἀνίατα δὲ καὶ τάδε, ἐὰν καρδίαν ἀλγήσῃ (σημεῖον δὲ λαπαρὸς ὢν ἀλγεῖ), καὶ ἐὰν ἡ κύστις μεταστῇ (σημεῖον δὲ καὶ τούτου τὸ μὴ δύνασθαι οὐρεῖν, καὶ τὰς ὁπλὰς καὶ τὰ ἰσχία ἐφέλκει).
此外,以下情况也是不可治愈的:如果它心脏疼痛(其疼痛的征兆是当它腹股沟下陷时表现出痛苦),以及如果膀胱错位(这方面的征兆也是无法排尿,并且拖着蹄子和臀部)。
Καὶ ἐὰν σταφύλινον περιχάνῃ· τοῦτο δ’ ἐστὶν ἡλίκον σφονδύλη.
以及如果它吞下了有毒昆虫;这种昆虫的大小和纺锤车差不多。
Τὰ δὲ δήγματα τῆς μυγαλῆς καὶ τοῖς ἄλλοις ὑποζυγίοις χαλεπά· γίνονται δὲ φλύκταιναι.
鼩鼱的咬伤对马和其他役畜都是有害的;咬伤处会产生水疱。
Χαλεπώτερον δὲ τὸ δῆγμα, ἐὰν κύουσα δάκῃ· ἐκρήγνυνται γὰρ αἱ φλύκταιναι, εἰ δὲ μή, οὔ.
如果怀孕的鼩鼱咬伤,则更为严重;因为水疱会破裂,否则不会。
Ἀποκτείνει δὲ δάκνουσα ἢ σφόδρα ποιεῖ ἀλγεῖν καὶ ἡ καλουμένη χαλκὶς ὑπὸ τινῶν, ὑπὸ δ’ ἐνίων ζιγνίς· ἔστι δ’ ὅμοιον ταῖς μικραῖς σαύραις, τὸ δὲ χρῶμα τοῖς τυφλίνοις ὄφεσιν.
被一些人称为青铜蜥、被另一些人称为季格尼斯的爬行动物,咬人也会致死或引起剧烈疼痛;它像小蜥蜴,颜色像盲蛇。
Ὅλως δέ φασιν οἱ ἔμπειροι, σχεδὸν ὅσαπερ ἀρρωστεῖ ἄνθρωπος ἀρρωστήματα, καὶ ἵππον ἀρρωστεῖν καὶ πρόβατον.
总的来说,有经验的人说,人类所患的几乎所有疾病,马和羊也都会患。
Ὑπὸ φαρμάκου δὲ διαφθείρεται καὶ ἵππος καὶ πᾶν ὑποζύγιον σανδαράκης· δίδοται δ’ ἐν ὕδατι καὶ διηθεῖται.
马和任何役畜都会因雄黄这种毒药而死亡;它是放在水中经过滤后喂给的。
Καὶ ἐκβάλλει δὲ κύουσα ἵππος ὀσμὴν λύχνου ἀποσβεννυμένου· συμβαίνει δὲ τοῦτο καὶ γυναιξὶν ἐνίαις κυούσαις.
怀孕的母马闻到熄灭的灯产生的气味也会流产;这也会发生在一些孕妇身上。
Περὶ μὲν οὖν τὰς νόσους τῶν ἵππων τοῦτον ἔχει τὸν τρόπον, τὸ δ’ ἱππομανὲς καλούμενον ἐπιφύεται μέν, ὥσπερ λέγεται, τοῖς πώλοις, αἱ δ’ ἵπποι περιλείχουσαι καὶ καθαίρουσαι ἀποτρώγουσιν αὐτό· τὰ δ’ ἐπιμυθευόμενα πέπλασται μᾶλλον ὑπὸ γυναικῶν καὶ τῶν περὶ τὰς ἐπῳδάς.
那么,关于马的疾病情况就是这样。 所谓的马狂物,正如人们所说,是长在小马身上的;母马在舔舐和清理小马时会将其咬下;那些关于它的传说,大多是由妇女和从事法术的人编造出来的。
Ὁμολογουμένως δὲ καὶ τὸ καλούμενον πώλιον αἱ ἵπποι προεκβάλλουσι πρὸ τοῦ πώλου.
公认的是,母马在生下小马之前,会先排出被称为胎衣的东西。
Γινώσκουσι δ’ οἱ ἵπποι καὶ τὴν φωνὴν ἀκούοντες τῶν ἵππων, οἷς ἂν μαχεσάμενοι τύχωσιν.
马听到曾与之交过战的马的叫声时,也能认出它们。
Χαίρουσι δ’ οἱ ἵπποι τοῖς λειμῶσι καὶ τοῖς ἕλεσιν· καὶ γὰρ τῶν ὑδάτων τὰ θολερὰ πίνουσι, κἂν ᾖ καθαρά, ἀνατρέπουσιν αὐτὰ οι ἵπποι ταῖς ὁπλαῖς, εἶτα πιοῦσαι λούονται.
马喜爱草地和沼泽;事实上,在水中,它们喜欢喝浑浊的水,即使水是清澈的,马也会用蹄子将其搅浑,喝完后再洗澡。
Καὶ γὰρ ὅλως ἐστὶ φιλόλουτρον τὸ ζῷον καὶ φίλυδρον· διὸ καὶ ἡ τοῦ ποταμίου ἵππου φύσις οὕτω συνέστηκεν.
因为总的来说,这种动物喜爱沐浴、喜爱水;这就是为什么河马的特性也是如此构造的。
Ὁ δὲ βοῦς τοὐναντίον τοῦ ἵππου· ἂν γὰρ μὴ καθαρὸν ᾖ τὸ ὕδωρ καὶ ψυχρὸν καὶ ἀκέραιον, οὐκ ἐθέλει πιεῖν.
而牛则与马相反;因为如果水不干净、不冷、不纯净,它就不愿意喝。