Humanitext Reader

亚里士多德 · 动物志 §8.28

地域引起的动物分布差异与异种杂交

第 149 段,共 189 段 · 希腊语

内容简介

从气候和食物的角度解释了不同地理区域中动物在存在与否、体型及寿命上的差异,并阐述了在利比亚等干旱地区因水源聚集而发生的异种交配,以及老虎与狗杂交产生印度犬的过程。

§8.28Διαφέρει δὲ τὰ ζῷα καὶ κατὰ τοὺς τόπους· ὥσπερ γὰρ ἔν τισιν ἔνια οὐ γίνεται παντάπασιν, οὕτως ἐν ἐνίοις τόποις γίνεται μὲν ἐλάττω δὲ καὶ ὀλιγοβιώτερα, καὶ οὐκ εὐημερεῖ.
动物也因其所在地区而异;正如在某些地方某些动物完全不存在一样,在另一些地方它们虽然存在,但体型较小、寿命较短,且繁衍不旺。
Καὶ ἐνίοτε ἐν τοῖς πάρεγγυς τόποις ἡ διαφορὰ γίνεται τῶν τοιούτων, οἷον τῆς Μιλησίας ἐν τόποις γειτνιῶσιν ἀλλήλοις ἔνθα μὲν γίνονται τέττιγες ἔνθα δ’ οὐ γίγνονται, καὶ ἐν Κεφαληνίᾳ ποταμὸς διείργει, οὗ ἐπὶ τάδε μὲν γίγνονται τέττιγες, ἐπ’ ἐκεῖνα δ’ οὐ γίνονται.
有时,在极相近的地方也会产生这种差异,例如在相互邻近的米利都领地,一处有蝉产生,而另一处则没有;在凯法利尼亚,有一条河将土地隔开,在河的这一边有蝉产生,在河的那一边则没有。
Ἐν δὲ Πορδοσελήνῃ ὁδὸς διείργει, ἧς ἐπ’ ἐκεῖνα μὲν γαλῆ γίνεται, ἐπὶ θάτερα δ’ οὐ γίνεται.
在珀尔多塞勒涅,有一条路将土地隔开,在路的那一边有鼬产生,而在另一边则没有。
Καὶ ἐν τῇ Βοιωτίᾳ ἀσπάλακες περὶ μὲν τὸν Ὀρχομενὸν πολλοὶ γίγνονται, ἐν δὲ τῇ Λεβαδιακῇ γειτνιώσῃ οὐκ εἰσίν, οὐδ’ ἄν τις κομίσῃ, ἐθέλουσιν ὀρύττειν.
在波奥蒂亚,奥尔霍迈诺斯周围有很多鼹鼠,而在邻近的莱瓦迪亚地区则没有,即使有人带它们过去,它们也不愿意打洞。
Ἐν Ἰθάκῃ δ’ οἱ δασύποδες, ἐάν τις ἀφῇ κομίσας, οὐ δύνανται ζῆν, ἀλλὰ φαίνονται τεθνεῶτες πρὸς τῇ θαλάττῃ ἐστραμμένοι, ᾗπερ ἂν εἰσαχθῶσιν.
在伊萨卡,如果有人带野兔去释放,它们无法生存,而是被发现死在它们被带入的海岸方向。
Καὶ ἐν μὲν Σικελίᾳ ἱππομύρμηκες οὐκ εἰσίν, ἐν δὲ Κυρήνῃ οἱ φωνοῦντες βάτραχοι πρότερον οὐκ ἦσαν.
在西西里没有大蚁,而在昔兰尼以前没有会叫的青蛙。
Ἐν δὲ Λιβύῃ πάσῃ οὔτε σῦς ἄγριός ἐστιν οὔτ’ ἔλαφος οὔτ’ αἲξ ἄγριος· ἐν δὲ τῇ Ἰνδικῇ, ὡς φησὶ Κτησίας οὐκ ὢν ἀξιόπιστος, οὔτ’ ἄγριος οὔτε ἥμερος ὗς, τὰ δ’ ἄναιμα καὶ τὰ φωλοῦντα πάντα μεγάλα.
在整个利比亚,既没有野猪,也没有鹿,也没有野山羊;而在印度,正如并不可信的克特西亚斯所说,既没有野猪也没有家猪,但所有的无血动物和穴居动物都极其巨大。
Καὶ ἐν μὲν τῷ Πόντῳ οὔτε τὰ μαλάκια γίνεται οὔτε τὰ ὀστρακόδερμα, εἰ μὴ ἔν τισι τόποις ὀλίγα· ἐν δὲ τῇ ἐρυθρᾷ θαλάττῃ ὑπερμεγέθη τὰ ὀστρακόδερμα πάντα.
在蓬托斯,既没有软体动物,也没有壳皮动物,除了在某些地方有少数;但在红海,所有的壳皮动物都极其巨大。
Ἐν δὲ Συρίᾳ τὰ πρόβατα τὰς οὐρὰς ἔχει τὸ πλάτος πήχεως, τὰ δ’ ὦτα αἱ αἶγες σπιθαμῆς καὶ παλαιστῆς, καὶ ἔνιαι συμβάλλουσι κάτω τὰ ὦτα πρὸς τὴν γῆν· καὶ οἱ βόες, ὥσπερ αἱ κάμηλοι, χαίτας ἔχουσιν ἐπὶ τῶν ἀκρωμίων.
在叙利亚,羊的尾巴有一肘宽,山羊的耳朵有一跨和一掌长,有的山羊甚至把耳朵向下垂到地面;牛就像骆驼一样,在肩峰上有鬃毛。
Καὶ ἐν Λυκίᾳ αἱ αἶγες κείρονται, ὥσπερ τὰ πρόβατα παρὰ τοῖς ἄλλοις.
在利基亚,山羊被剪毛,就像其他地方的绵羊一样。
Καὶ ἐν μὲν Λιβύῃ εὐθὺς γίνεται κέρατα ἔχοντα τὰ κερατώδη τῶν κριῶν, οὐ μόνον οἱ ἄρνες, ὥσπερ Ὅμηρός φησιν, ἀλλὰ καὶ τἆλλα· ἐν δὲ τῷ Πόντῳ περὶ τὴν Σκυθικὴν τοὐναντίον· ἀκέρατα γὰρ γίνονται.
在利比亚,公羊中那些有角的类型出生时就立刻长有角,不仅像荷马所说的小羊,其他动物也是如此;但在蓬托斯的斯基泰地区周围则相反,它们出生时没有角。
Καὶ ἐν Αἰγύπτῳ τὰ μὲν ἄλλα μείζω ἢ ἐν τῇ Ἑλλάδι, καθάπερ οἱ βόες καὶ τὰ πρόβατα, τὰ δ’ ἐλάττω, οἷον οἱ κύνες καὶ λύκοι καὶ λαγωοὶ καὶ ἀλώπεκες καὶ κόρακες καὶ ἱέρακες, τὰ δὲ παραπλήσια, οἷον κορῶναι καὶ αἶγες.
在埃及,虽然有些动物比希腊的要大,比如牛和羊,但另一些则较小,比如狗、狼、野兔、狐狸、乌鸦和鹰,还有一些则大小相似,比如寒鸦和山羊。
Αἰτιῶνται δὲ τὰς τροφάς, ὅτι τοῖς μὲν ἄφθονος τοῖς δὲ σπανία, οἷον τοῖς λύκοις καὶ τοῖς ἱέραξι, τοῖς δὲ σαρκοφάγοις ὀλίγη· σπάνια γὰρ τὰ μικρὰ ὄρνεα· τοῖς δὲ δασύποσι, καὶ ὅσα μὴ σαρκοφάγα, ὅτι οὔτ’ ἀκρόδρυα οὔτ’ ὀπώρα χρόνιος.
人们将这归因于食物,因为对一些动物来说食物丰富,而对另一些来说则匮乏;例如,对于狼、鹰和其他肉食动物来说食物匮乏,因为小鸟很少;而对于野兔和其他非肉食动物来说,则是由于既没有坚果也没有长期保留的秋季果实。
Πολλαχοῦ δὲ καὶ ἡ κρᾶσις αἰτία, οἷον ἐν τῇ Ἰλλυρίδι καὶ τῇ Θρᾴκῃ καὶ τῇ Ἠπείρῳ οἱ ὄνοι μικροί, ἐν δὲ τῇ Σκυθικῇ καὶ Κελτικῇ ὅλως οὐ γίγνονται· δυσχείμερα γὰρ ταῦτα.
在许多地方,气候也是原因;例如,在伊利里亚、色雷斯和伊庇鲁斯,驴很小,而在斯基泰和凯尔特地区则完全没有,因为这些地方冬季严寒。
Ἐν δ’ Ἀραβίᾳ σαῦραι μείζους πηχυαίων γίνονται καὶ μύες πολὺ μείζους τῶν ἀρουραίων, τὰ μὲν ἔμπροσθεν σκέλη ἔχοντες καὶ σπιθαμῆς, τὰ δ’ ὀπίσθια ὅσον ἄχρι τῆς πρώτης καμπῆς τῶν δακτύλων.
在阿拉伯,蜥蜴能长到一肘多长,鼠类比田鼠大得多,前肢有一跨长,后肢仅到脚趾的第一关节处。
Ἐν δὲ τῇ Λιβύῃ τὸ τῶν ὄφεων μέγεθος γίνεται ἄπλατον, ὥσπερ καὶ λέγεται· ἤδη γάρ φασί τινες προσπλεύσαντες ἰδεῖν ὀστᾶ βοῶν πολλῶν, ἃ δῆλον γενέσθαι αὐτοῖς ὅτι ὑπ’ ὄφεων ἦν κατεδηδεσμένα· ἀναγομένων γὰρ ταχὺ διώκειν τὰς τριήρεις αὐτούς, καὶ ἐνίους αὐτῶν ἐμβαλεῖν ἀνατρέψαντας τὴν τριήρη.
在利比亚,蛇的体型大得惊人,正如传闻所说;因为有人说,当他们驾船靠近时,看到了许多牛的骨头,他们显然可以看出这些牛是被蛇吞食的;因为当他们启航时,蛇迅速追赶他们的三桅战船,其中一些蛇甚至撞上战船并将其掀翻。
Ἔτι δὲ λέοντες μὲν ἐν τῇ Εὐρώπῃ μᾶλλον, καὶ τῆς Εὐρώπης ἐν τῷ μεταξὺ τόπῳ τοῦ Ἀχελῴου καὶ Νέσσου· παρδάλεις δ’ ἐν τῇ Ἀσίᾳ, ἐν δὲ τῇ Εὐρώπῃ οὐ γίγνονται.
此外,狮子更多地存在于欧洲,且存在于欧洲的阿克洛奥斯河和内索斯河之间的地区;豹子存在于亚洲,但在欧洲则没有。
Ὅλως δὲ τὰ μὲν ἄγρια ἀγριώτερα ἐν τῇ Ἀσίᾳ, ἀνδρειότερα δ’ ἐν τῇ Εὐρώπῃ πάντα, πολυμορφότατα δ’ ἐν τῇ Λιβύῃ· καὶ λέγεται δέ τις παροιμία, ὅτι “ἀεὶ Λιβύη φέρει τι καινόν.
总的来说,野生动物在亚洲更凶猛,在欧洲则都更勇敢,在利比亚则外形最多样;还有一句谚语说:“利比亚总能带来新奇的事物。
” Διὰ γὰρ τὴν ἀνομβρίαν μίσγεσθαι δοκεῖ ἀπαντῶντα πρὸς τὰ ὑδάτια καὶ τὰ μὴ ὁμόφυλα, καὶ ἐκφέρειν ὧν οἱ χρόνοι οἱ τῆς κυήσεως οἱ αὐτοὶ καὶ τὰ μεγέθη μὴ πολὺ ἀπ’ ἀλλήλων· πρὸς ἄλληλα δὲ πραΰνεται διὰ τὴν τοῦ ποτοῦ χρείαν.
”因为由于干旱,当它们在水源处相遇时,似乎即使不是同种也会进行交配,并由妊娠期相同、体型相差不大的动物产下后代;而由于需要饮水,它们彼此之间变得温顺。
Καὶ γὰρ καὶ δέονται τοῦ πίνειν τοὐναντίον τῶν ἄλλων τοῦ χειμῶνος μᾶλλον ἢ τοῦ θέρους· διὰ γὰρ τὸ μὴ εἰωθέναι ὕδατα γίνεσθαι τοῦ θέρους ἀσύνηθες αὐτοῖς τὸ πίνειν ἐστίν.
事实上,与其它动物相反,它们在冬天比在夏天更需要饮水;因为由于夏天通常不下雨,饮水对它们来说是不习惯的。
Καὶ οἵ γε μύες ὅταν πίωσιν, ἀποθνήσκουσιν.
而这里的鼠类一旦饮水就会死亡。
Γίνεται δὲ καὶ ἄλλα ἐκ μίξεως μὴ ὁμοφύλων, ὥσπερ καὶ ἐν Κυρήνῃ οἱ λύκοι μίσγονται ταῖς κυσὶ καὶ γεννῶσι, καὶ ἐξ ἀλώπεκος καὶ κυνὸς οἱ Λακωνικοί.
其他动物也通过不同物种的混合而产生,正如在昔兰尼,狼与狗交配并产下后代,拉科尼亚犬是由狐狸和狗产生的。
Φασὶ δὲ καὶ ἐκ τοῦ τίγριος καὶ κυνὸς γίνεσθαι τοὺς Ἰνδικούς, οὐκ εὐθὺς δὲ ἀλλ’ ἐπὶ τῆς τρίτης μίξεως· τὸ γὰρ πρῶτον γεννηθὲν θηριῶδες γίνεσθαί φασιν.
人们还说,印度犬是由老虎和狗产生的,但不是立刻产生,而是在第三次交配时;因为他们说第一代产下的后代非常凶猛。
Ἄγοντες δὲ δεσμεύουσιν εἰς τὰς ἐρημίας τὰς κύνας· καὶ πολλαὶ κατεσθίονται, ἐὰν μὴ τύχῃ ὀργῶν πρὸς τὴν ὀχείαν τὸ θηρίον.
人们会把母狗带到荒野中绑起来;如果那只野兽碰巧没有交配的欲望,许多母狗就会被吃掉。

词汇与语法注释

  1. ¦p.299¦οὐδ’ ἄν τις κομίσῃ, ἐθέλουσιν ὀρύττειν — 关于鼹鼠习性的描述。动词 ἐθέλω(通常意为“想要”)也用于表示非人类动物或非生物进行某种特定自然行为的倾向。此处指“即使有人将它们带入该地区,它们也绝不愿打洞(即拒绝在此定居生存)”。
  2. ¦p.299¦πρὸς τῇ θαλάττῃ ἐστραμμένοι, ᾗπερ ἂν εἰσαχθῶσιν — 关系副词 ᾗπερ、虚拟语气 εἰσαχθῶσιν 与 ἄν 共同构成了一个一般条件性的关系从句。它表示野兔被发现死时“正对着它们当初被带入(从船上卸下)的那片海岸的方向”,体现了它们对登陆地点的执念或方向感的迷失。
  3. ¦p.300¦τὰ δ’ ὀπίσθια ὅσον ἄχρι τῆς πρώτης καμπῆς τῶν δακτύλων — 描述阿拉伯鼠类腿部长度对比的表达。ὅσον ἄχρι 表示限制(“仅仅到……为止”),描绘了一种极端的比例失调:前肢长达一跨,而后肢却仅到脚趾的第一关节处(即实际上极短或退化)。
  4. ¦p.301¦ἀναγομένων γὰρ ταχὺ διώκειν τὰς τριήρεις αὐτούς — 属格绝对结构 ἀναγομένων 的逻辑主语(出海的人或船只本身)在上下文中断省。蛇群猛烈追赶启航的三桅战船的情景,是通过依赖于主动词 φασί 的“宾格加不定式”结构 διώκειν... αὐτούς(其中宾格 αὐτούς 指代蛇群)作为传闻进行叙述的。

引用这一段

亚里士多德, 动物志 §8.28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:8.28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。