§8.20τοῖς δὲ ποταμίοις καὶ λιμναίοις λοιμῶδες μὲν οὐδὲ τούτοις οὐθὲν γίνεται, ἐνίοις δ’ αὐτῶν ἴδια νοσήματα ἐμπίπτει, οἷον γλάνις ὑπὸ κύνα μάλιστα διὰ τὸ μετέωρος νεῖν ἀστροβλής τε γίνεται καὶ ὑπὸ βροντῆς νεανικῆς καροῦται.
对于河流和湖泊的鱼类,它们同样不会发生流行性传染病,但它们中的一些会患上特有的疾病。 例如,巨鲶特别是在犬星出现期间,因为在水面附近游动而中暑,并被剧烈的雷声震晕。
Πάσχει δέ ποτε τοῦτο καὶ κυπρῖνος, ἧττον δέ.
鲤鱼有时也会遭受这种情况,但程度较轻。
Οἱ δὲ γλάνεις ἐν τοῖς βραχέσι καὶ ὑπὸ δράκοντος τοῦ ὄφεως τυπτόμενοι ἀπόλλυνται πολλοί.
在浅水区的巨鲶中,有许多因被水蛇击打而死亡。
Ἐν δὲ τῷ βαλλιρῷ καὶ τίλωνι ἑλμὶς ἐγγινομένη ὑπὸ κύνα μετεωρίζει τε καὶ ἀσθενῆ ποιεῖ· μετέωρος δὲ γινόμενος ὑπὸ τοῦ καύματος ἀπόλλυται.
在巴利罗斯鱼和蒂隆鱼中,在犬星出现期间会产生一种蠕虫,使它们浮出水面并变得衰弱;而浮出水面的鱼则因炎热而死亡。
Τῇ δὲ χαλκίδι νόσημα ἐμπίπτει νεανικόν· φθεῖρες ὑπὸ τὰ βράγχια γιγνόμενοι πολλοὶ ἀναιροῦσιν.
一种剧烈的疾病会侵袭卡尔基斯鱼;鳃下产生的许多虱子会致它们于死地。
Τῶν δ’ ἄλλων ἰχθύων οὐθενὶ οὐθὲν τοιοῦτόν ἐστι νόσημα.
在其他鱼类中没有这种疾病。
Ἀποθνήσκουσι δὲ οἱ ἰχθῦς τῷ πλόμῳ· διὸ καὶ θηρεύουσιν οἱ μὲν ἄλλοι τοὺς ἐν τοῖς ποταμοῖς καὶ λίμναις πλομίζοντες, οἱ δὲ Φοίνικες καὶ τοὺς ἐν τῇ θαλάττῃ.
鱼类也会因毒鱼草而死亡;因此,其他人通过用毒鱼草毒死河流和湖泊中的鱼来捕捞,而腓尼基人甚至用这种方法捕捞海里的鱼。
Ποιοῦνται δέ τινες καὶ δύ’ ἄλλας θήρας τῶν ἰχθύων.
有些人还采用另外两种方法捕鱼。
Διὰ γὰρ τὸ φεύγειν ἐν τῷ χειμῶνι τὰ βαθέα ἐν τοῖς ποταμοῖς (καὶ γὰρ ἄλλως τὸ πότιμον ὕδωρ ψυχρόν) ὀρύττουσι τάφρον εἰς τὸν ποταμὸν διὰ ξηροῦ· εἶτα ταύτην καταστεγάσαντες χόρτῳ καὶ λίθοις οἷον γωλεὸν ποιοῦσιν, ἔκδυσιν ἔχοντα ἐκ τοῦ ποταμοῦ· καὶ ὅταν πάγος ᾖ, ἐκ τούτου κύρτῳ θηρεύουσι τοὺς ἰχθῦς.
由于冬季要避开河流中的深水处(因为淡水本来就很冷),他们通过陆地挖一条通往河流的沟渠;然后用草和石头覆盖,做成一个类似巢穴的东西,并留有通往河流的出口;当结冰时,他们用筌从这里捕鱼。
Καὶ ἄλλην δὲ θήραν ποιοῦνται ὁμοίως θέρους καὶ χειμῶνος· ἐν μέσῳ τῷ ποταμῷ φρυγάνοις καὶ λίθοις περιφράξαντες ὅσον στόμα καταλείπουσιν· ἐν τούτῳ κύρτον ἐνθέντες θηρεύουσιν, περιελόντες τοὺς λίθους.
他们也同样在夏季和冬季进行另一种捕捞:在河流中央用柴火和石头围起来,只留下一个口子;在这个口子里放入筌,移开石头来捕鱼。
Τῶν δ’ ὀστρακοδέρμων συμφέρει τοῖς ἄλλοις τὰ ἔπομβρα ἔτη, πλὴν ταῖς πορφύραις.
在贝类中,除了紫螺外,多雨的年份对其他贝类都是有利的。
Σημεῖον δέ· ὅταν γὰρ τεθῇ οὗ ποταμὸς ἐξερεύγεται, καὶ γεύσωνται τοῦ ὕδατος, ἀποθνήσκουσιν αὐθημερόν.
其证据是:当它们被放在河流注入的地方并尝到河水时,它们当天就会死亡。
Καὶ ζῇ δ’ ἡ πορφύρα, ὅταν θηρευθῇ, περὶ ἡμέρας πεντήκοντα.
紫螺在被捕获后能存活约五十天。
Τρέφονται δ’ ὑπ’ ἀλλήλων· ἐπιγίνεται γὰρ ἐπὶ τοῖς ὀστράκοις ὥσπερ φῦκός τι καὶ βρύον.
它们靠彼此为生;因为在它们的壳上会生长出类似藻类和苔藓的东西。
Ἃ δ’ ἐμβάλλουσιν εἰς τροφὴν αὐταῖς, τοῦ σταθμοῦ φασὶ χάριν εἶναι πρὸς τὸ πλέον ἕλκειν.
人们投喂给它们的食物,据说只是为了增加重量,以便卖得更重。
Τοῖς δ’ ἄλλοις οἱ αὐχμοὶ ἀσύμφοροι· ἐλάττω γὰρ καὶ χείρω γίνεται, καὶ οἱ πυρροὶ τότε γίνονται μᾶλλον κτένες.
对于其他贝类,干旱是不利的;因为它们会变小变差,而且那时红色的栉孔扇贝会变得更多。
Ἐν δὲ τῷ Πυρραίῳ ποτ’ εὐρίπῳ ἐξέλιπον οἱ κτένες οὐ μόνον διὰ τὸ ὄργανον ᾧ θηρεύοντες ἀνέξυον, ἀλλὰ καὶ διὰ τοὺς αὐχμούς.
在皮拉的厄里波斯海峡,栉孔扇贝曾一度绝迹,这不仅是因为渔民用刮擦海底的工具捕捞,也是因为干旱。
Καὶ τοῖς ἄλλοις δ’ ὀστρακοδέρμοις τὰ ἔπομβρα ἔτη συμφέρει διὰ τὸ γλυκυτέραν γίγνεσθαι τὴν θάλατταν.
对于其他贝类,多雨的年份也是有利的,因为海水会变得更淡。
Ἐν δὲ τῷ Πόντῳ διὰ τὸ ψῦχος οὐ γίγνονται, οὐδ’ ἐν τοῖς ποταμοῖς ἀλλ’ ἢ ὀλίγα τῶν διθύρων· τὰ δὲ μονόθυρα μάλιστα ἐν τοῖς πάγοις ἐμπήγνυται.
在蓬托斯,由于寒冷它们无法生存,河流中除了少数双壳贝外也没有;而单壳贝在结冰时尤其会被冻住。
Περὶ μὲν οὖν τὰ ἔνυδρα τῶν ζῴων τοῦτον ἔχει τὸν τρόπον·
关于水生动物的情况就是这样。