Humanitext Reader

亚里士多德 · 动物志 §8.2#1

陆生与水生动物依呼吸与生息方式的区分

第 130 段,共 189 段 · 希腊语

内容简介

本章提出了划分陆生与水生动物的两类标准,不仅考量呼吸与水分吸入,还结合了温度调节和生活方式,并讨论了海豚、水生蝾螈等特例,以及其与繁殖中雌雄决定机制的比拟。

§8.2#1Διῄρηνται δὲ κατὰ τοὺς τόπους· τὰ μὲν γὰρ πεζὰ τὰ δ’ ἔνυδρα τῶν ζῴων ἐστίν.
它们是按其栖息地划分的;因为动物中有些是陆生的,有些是水生的。
Διχῶς δὲ λεγομένης ταύτης τῆς διαφορᾶς, τὰ μὲν τῷ δέχεσθαι τὸν ἀέρα, τὰ δὲ τῷ τὸ ὕδωρ, λέγεται τὰ μὲν πεζὰ τὰ δ’ ἔνυδρα· τὰ δ’ οὐ δεχόμενα μέν, πεφυκότα μέντοι πρὸς τὴν κρᾶσιν τῆς ψύξεως τὴν ἐφ’ ἑκατέρου τούτων ἱκανῶς, τὰ μὲν πεζὰ τὰ δ’ ἔνυδρα καλεῖται, οὔτ’ ἀναπνέοντα οὔτε δεχόμενα τὸ ὕδωρ, τῷ δὲ τὴν τροφὴν ποιεῖσθαι καὶ διαγωγὴν ἐν ἑκατέρῳ τούτων.
这一区别有两种解释方式:一类因吸入空气而被称为陆生,另一类因吸入水而被称为水生;而另一些生物虽然不吸入[空气或水],但其本性却足够适应这两种介质中任何一种的冷却调和,从而被称为陆生或水生,它们既不呼吸也不吸入水,而是通过在这两者之一中获取食物和度过生活。
Πολλὰ γὰρ δεχόμενα τὸν ἀέρα, καὶ τοὺς τόκους ἐν τῇ γῇ ποιούμενα, τὴν τροφὴν ἐκ τῶν ἐνύδρων ποιεῖται τόπων καὶ διατρίβει τὸν πλεῖστον ἐν ὕδατι χρόνον· ἅπερ ἔοικεν ἐπαμφοτερίζειν μόνα τῶν ζῴων· καὶ γὰρ ὡς πεζὰ καὶ ὡς ἔνυδρά τις ἂν θείη.
因为许多吸入空气并在陆地上生育后代的生物,却从水中获取食物,并把大部分时间度过在水中;这些似乎是动物中唯一具有双重特征的,因为人们既可以把它们归为陆生,也可以归为水生。
Τῶν δὲ δεχομένων τὸ ὑγρὸν οὐθὲν οὔτε πεζὸν οὔτε πτηνόν, οὐδὲ τὴν τροφὴν ἐκ τῆς γῆς ποιεῖται, τῶν δὲ πεζῶν καὶ δεχομένων τὸν ἀέρα πολλά.
与此相反,在吸入液体的生物中,既没有陆生的也没有飞行的,也没有从陆地获取食物的,而在吸入空气的陆生动物中,却有很多[从水中获取食物的]。
Καὶ τὰ μὲν οὕτως ὥστε μηδὲ ζῆν δύνασθαι χωριζόμενα τῆς τοῦ ὕδατος φύσεως, οἷον αἵ τε καλούμεναι θαλάττιαι χελῶναι καὶ κροκόδειλοι καὶ ἵπποι ποτάμιοι καὶ φῶκαι καὶ τῶν ἐλαττόνων ζῴων οἷον αἵ τ’ ἐμύδες καὶ τὸ τῶν βατράχων γένος· ταῦτα γὰρ ἅπαντα μὴ διά τινος ἀναπνεύσαντα χρόνου ἀποπνίγεται.
有些生物则是到了如果脱离水的环境甚至无法生存的地步,例如所谓的海龟、鳄鱼、河马、海豹,以及较小的动物,如泽龟和青蛙一类;因为所有这些如果不在一定时间内呼吸,就会窒息。
Καὶ τίκτει δὲ καὶ ἐκτρέφει ἐν τῷ ξηρῷ· τὰ δὲ πρὸς τῷ ξηρῷ, διάγει δ’ ἐν τῷ ὑγρῷ.
它们在陆地上产卵并孵化,或者在陆地附近进行,但大部分生命都在水中度过。
Περιττότατα δὲ πάντων ὁ δελφὶς ἔχει τῶν ζῴων, καὶ εἴ τι ἄλλο τοιοῦτόν ἐστι καὶ τῶν ἐνύδρων καὶ τῶν ἄλλων κητωδῶν ὅσα, τοῦτον ἔχει τὸν τρόπον, οἷον φάλαινα καὶ ὅσ’ ἄλλ’ αὐτῶν ἔχει αὐλόν.
在所有的动物中,海豚具有最独特的特征,如果有任何其他类似的水生动物,以及其他所有像鲸鱼那样拥有喷气孔的鲸类,也是如此。
Οὐ γὰρ ῥᾴδιον οὔτ’ ἔνυδρον θεῖναι μόνον τούτων ἕκαστον οὔτε πεζόν, εἰ πεζὰ μὲν τὰ δεχόμενα τὸν ἀέρα θετέον, τὰ δὲ τὸ ὕδωρ ἔνυδρα τὴν φύσιν.
因为,如果我们必须将吸入空气的生物界定为陆生,而按其自然属性将吸入水的生物界定为水生,那么要将它们中的每一个仅归为水生或仅归为陆生,都不是一件容易的事。
Ἀμφοτέρων γὰρ μετείληφεν· καὶ γὰρ τὴν θάλατταν δέχεται καὶ ἀφίησι κατὰ τὸν αὐλόν, καὶ τὸν ἀέρα τῷ πλεύμονι.
因为它们兼具两者的特征;因为它们通过喷气孔吸入并排出海水,同时通过肺部吸入空气。
Τοῦτο γὰρ ἔχουσι τὸ μόριον, καὶ ἀναπνέουσιν· διὸ καὶ λαμβανόμενος ὁ δελφὶς ἐν τοῖς δικτύοις ἀποπνίγεται ταχέως διὰ τὸ μὴ ἀναπνεῖν.
因为它们拥有这个器官并且呼吸;这也是为什么海豚被网捕获时,会因为无法呼吸而迅速窒息而死。
Καὶ ἔξω δὲ ζῇ πολὺν χρόνον μύζων καὶ στένων, ὥσπερ καὶ τἆλλα τῶν ἀναπνεόντων ζῴων· ἔτι δὲ καθεύδων ὑπερέχει τὸ ῥύγχος, ὅπως ἀναπνέῃ.
并且它在水外也能存活很长时间,发出吱吱声和呻吟声,就像其他呼吸空气的动物一样;此外,在睡觉时它会把吻部露出水面,以便进行呼吸。
Τὰ δ’ αὐτὰ τάττειν εἰς ἀμφοτέρας τὰς διαιρέσεις ἄτοπον, ὑπεναντίους οὔσας· ἀλλ’ ἔοικεν εἶναι τὸ ἔνυδρον ἔτι προσδιοριστέον.
然而,把相同的事物归入两个相互对立的分类中是荒谬的;相反,似乎必须对“水生”这一概念做进一步的定义。
Τὰ μὲν γὰρ δέχεται τὸ ὕδωρ καὶ ἀφίησι διὰ τὴν αὐτὴν αἰτίαν δι’ ἥνπερ τὰ ἀναπνέοντα τὸν ἀέρα, καταψύξεως χάριν, τὰ δὲ διὰ τὴν τροφήν· ἀνάγκη γὰρ ἐν ὑγρῷ λαμβάνοντα ταύτην καὶ τὸ ὑγρὸν ἅμα δέχεσθαι, καὶ δεχόμενα ὄργανον ἔχειν ᾧ ἐκπέμψει.
因为,有些生物是为了与呼吸者吸入空气完全相同的理由——即为了冷却的目的——而吸入并排出水,而另一些生物则是为了食物而这样做;因为在液体介质中获取食物的生物,必然同时吸入液体,既然吸入了液体,就必须拥有一个排出的器官。
Τὰ μὲν οὖν ἀνάλογον τῇ ἀναπνοῇ χρώμενα τῷ ὑγρῷ βράγχια ἔχει, τὰ δὲ διὰ τὴν τροφὴν αὐλὸν τῶν ἐναίμων ζῴων.
因此,那些以类似于呼吸的方式利用液体的生物拥有鳃,而有血动物中为了食物而这样做的生物则拥有喷气孔。
Ὁμοίως δὲ τά τε μαλάκια καὶ τὰ μαλακόστρακα· καὶ γὰρ ταῦτα δέχεται τὸ ὑγρὸν διὰ τὴν τροφήν.
软体类和软甲类也是如此;因为它们也是为了食物而吸入液体。
Ἔνυδρα δ’ ἐστὶ τὸν ἕτερον τρόπον, διὰ τὴν τοῦ σώματος κρᾶσιν καὶ τὸν βίον, ὅσα δέχεται μὲν τὸν ἀέρα ζῇ δ’ ἐν τῷ ὑγρῷ, ἢ ὅσα δέχεται μὲν τὸ ὑγρὸν καὶ ἔχει βράγχια, πορεύεται δ’ εἰς τὸ ξηρὸν καὶ λαμβάνει τροφήν.
而在另一种意义上,由于身体的调和与生活方式而成为水生的,是那些虽然吸入空气但生活在液体中的生物,或者是那些虽然吸入液体并拥有鳃,却走到陆地上获取食物的生物。
Ἒν δὲ μόνον νῦν ὦπται τοιοῦτον, ὁ καλούμενος κορδύλος· οὗτος γὰρ πλεύμονα μὲν οὐκ ἔχει ἀλλὰ βράγχια, τετράπουν δ’ ἐστὶν ὡς καὶ πεζεύειν πεφυκός.
至今为止只观察到一种这样的生物,即所谓的cordylus(水生蝾螈);因为它没有肺而只有鳃,但它又是适合在陆地上行走的四足动物。
Τούτων δὲ πάντων ἔοικεν ἡ φύσις ὡσπερανεὶ διεστράφθαι, καθάπερ τῶν τε ἀρρένων ἔνια γίνεται θηλυκὰ καὶ τῶν θηλέων ἀρρενωπά.
所有这些生物的本性似乎都被颠倒了,正如有些雄性变得像雌性,而有些雌性变得像雄性一样。
Ἐν μικροῖς γὰρ μορίοις λαμβάνοντα τὰ ζῷα διαφορὰν μέγα διαφέρειν φαίνονται κατὰ τὴν τοῦ ὅλου σώματος φύσιν.
因为动物只需在极小的部位上产生变异,其整个身体的本性就会表现出巨大的差异。
Δηλοῖ δ’ ἐπὶ τῶν ἐκτεμνομένων· μικροῦ γὰρ μορίου πηρωθέντος εἰς τὸ θῆλυ μεταβάλλει τὸ ζῷον, ὥστε δῆλον ὅτι καὶ ἐν τῇ ἐξ ἀρχῆς συστάσει ἀκαριαίου τινὸς μεταβάλλοντος τῷ μεγέθει, ἐὰν ᾖ ἀρχοειδές, γίνεται τὸ μὲν θῆλυ τὸ δ’ ἄρρεν, ὅλως δ’ ἀναιρεθέντος οὐδέτερον.
这一点在被阉割的动物身上很明显;因为当一个微小的部位被破坏时,动物就会转变为雌性,所以显而易见,在最初的构造中,当一个尺度上微不足道的部分发生改变时,如果该部分具有主导性,生物就会变成雌性或雄性,而如果它被完全消除,则两者都不是。
Ὥστε καὶ τὸ πεζὸν καὶ τὸ ἔνυδρον εἶναι κατ’ ἀμφοτέρους τοὺς τρόπους, ἐν μικροῖς μορίοις γινομένης τῆς μεταβολῆς συμβαίνει γίνεσθαι τὰ μὲν πεζὰ τὰ δ’ ἔνυδρα τῶν ζῴων.
因此,在两种意义上具有陆生和水生的属性,也是由于在微小的部位上发生改变,从而导致动物中有些成为陆生,有些成为水生。
Καὶ τὰ μὲν οὐκ ἐπαμφοτερίζει, τὰ δ’ ἐπαμφοτερίζει, διὰ τὸ μετέχειν τι τῆς ὕλης ἐν τῇ συστάσει τῆς γενέσεως, ἐξ οἵας ποιεῖται τὴν τροφήν· προσφιλὲς γὰρ ἑκάστῳ τῶν ζῴων τὸ κατὰ φύσιν, ὥσπερ εἴρηται καὶ πρότερον.
有些生物不具备双重特征,而有些生物具备,因为它们在繁殖的构造中分有了某种它们用作食物的物质;因为正如先前所说,符合天性的事物对每种动物来说都是可亲的。

词汇与语法注释

  1. §8.2τῷ δὲ τὴν τροφὴν ποιεῖσθαι καὶ διαγωγὴν — 带冠词的不定式 `τῷ ... ποιεῖσθαι` 为与格,表示手段或原因。由于不定式的主语与主句的主语(`τὰ δ'`)一致,因此被省略。`διαγωγήν` 作为 `ποιεῖσθαι` 的并列宾语,与 `τὴν τροφὴν` 并列。
  2. ¦p.258¦τὰ δὲ πρὸς τῷ ξηρῷ — 高度省略的句式。承接前句中的 `Καὶ τίκτει δὲ καὶ ἐκτρέφει ἐν τῷ ξηρῷ`,此处省略了动词部分 `τίκτει καὶ ἐκτρέφει`,应理解为“而另一些生物则在陆地附近[生育和哺育]”。
  3. ¦p.259¦ἀκαριαίου τινὸς μεταβάλλοντος τῷ μεγέθει, ἐὰν ᾖ ἀρχοειδές — `ἀκαριαίου τινὸς μεταβάλλοντος` 是表示条件的属格独立结构,其中 `ἀκαριαῖος` 意为“极微小的”。`τῷ μεγέθει` 为关系与格(在大小上)。在条件从句 `ἐὰν ᾖ ἀρχοειδές` 中,主语是发生改变的“微小部分”,而 `ἀρχοειδές`(具有主导性或原初性的)作为表语。

引用这一段

亚里士多德, 动物志 §8.2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:8.2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。