§8.18Εὐημεροῦσι δὲ τὰ ζῷα κατὰ τὰς ὥρας οὐ τὰς αὐτάς, οὐδ’ ἐν ταῖς ὑπερβολαῖς ὁμοίως ἁπάσαις· ἔτι δ’ ὑγίειαι καὶ νόσοι κατὰ τὰς ὥρας τοῖς ἑτερογενέσιν ἕτεραι καὶ τὸ σύνολον οὐχ αἱ αὐταὶ πᾶσιν.
动物并非在相同的季节里同样健康,也非在所有的极端气候下都表现相同;此外,不同类别的动物随季节而产生的健康与疾病状况各不相同,总之并非所有人尽相同。
Τοῖς μὲν οὖν ὄρνισιν οἱ αὐχμοὶ συμφέρουσι καὶ πρὸς τὴν ἄλλην ὑγίειαν καὶ πρὸς τοὺς τόκους, καὶ οὐχ ἥκιστα ταῖς φάτταις, τοῖς δ’ ἰχθύσιν ἔξω τινῶν ὀλίγων αἱ ἐπομβρίαι.
因此,对于鸟类而言,干旱不仅有利于整体健康,也有利于繁殖,尤其是对林鸽而言;而对于鱼类而言,除少数几种外,多雨天气则是有利的。
Ἀσύμφορα δὲ τοὐναντίον ἑκατέροις, τοῖς μὲν ὄρνισι τὰ ἔπομβρα ἔτη (οὐδὲ γὰρ ὅλως συμφέρει τὸ πολὺ πίνειν), τοῖς δ’ ἰχθύσιν οἱ αὐχμοί.
相反,对双方不利的情况则正相反:对鸟类而言是多雨的年份(因为多饮水对它们完全没有好处),而对鱼类而言则是干旱。
Τὰ μὲν οὖν γαμψώνυχα, καθάπερ εἴρηται πρότερον, ὡς ἁπλῶς εἰπεῖν ἄποτα πάμπαν ἐστίν (ἀλλ’ Ἡσίοδος ἡγνόει τοῦτο· πεποίηκε γὰρ τὸν τῆς μαντείας πρόεδρον ἀετὸν ἐν τῇ διηγήσει τῇ περὶ τὴν πολιορκίαν τὴν Νίνου πίνοντα)· τὰ δ’ ἄλλα πίνει μέν, οὐ πολύποτα δ’ ἐστίν·
因此,正如前文所说,简单来说,具有钩爪的鸟类是完全不饮水的(但赫西俄德对此并不知晓;因为他在关于尼诺斯包围的叙事中,把那只主持预言的鹰描绘成正在饮水);其他鸟类虽然饮水,但并不多饮。
ὁμοίως δ’ οὐδ’ ἄλλ’ οὐθὲν τῶν πνεύμονα ἐχόντων σομφὸν καὶ ᾠοτόκων.
同样地,其他任何具有海绵状肺部且卵生的动物也是如此。
Τῶν δ’ ὀρνίθων ἐν ταῖς ἀρρωστίαις ἐπίδηλος ἡ πτέρωσις γίνεται· ταράττεται γάρ, καὶ οὐ τὴν αὐτὴν ἔχει κατάστασιν ἥνπερ ὑγιαινόντων.
在鸟类中,生病时其羽毛会变得显而易见;因为羽毛会变得杂乱,无法保持与健康鸟类相同的状态。