§7.10Καὶ τῆς μαίας ἡ ὀμφαλοτομία μέρος ἐστὶν οὐκ ἀστόχου διανοίας· οὐ γὰρ μόνον περὶ τὰς δυστοκίας τῶν γυναικῶν τῇ εὐχερείᾳ δύνασθαι δεῖ βοηθεῖν, ἀλλὰ καὶ πρὸς τὰ συμβαίνοντα ἀγχίνουν εἶναι καὶ περὶ τὴν τοῦ ὀμφαλοῦ ἀπόδεσιν τοῖς παιδίοις.
接生妇的剪脐带工作也是一项需要不少智慧的事;因为她不仅必须能够凭借熟练的手艺在妇女难产时提供帮助,而且还必须对发生的事情反应敏捷,尤其是在为婴儿结扎脐带这件事上。
Ἐὰν μὲν γὰρ καὶ τὸ ὕστερον συνεκπέσῃ, ἐρίῳ ἀποδεῖται ἀπὸ τοῦ ὑστέρου ὁ ὀμφαλός, καὶ ἀποτέμνεται ἄνωθεν· ᾗ δ’ ἂν ἀποδεθῇ, συμφύεται, τὸ δὲ συνεχὲς ἀποπίπτει.
因为如果胞衣也一同脱落,就要用羊毛线在远离胞衣处将脐带结扎,并在结扎处上方剪断;而在结扎的地方它会愈合,相连的部分则会脱落。
Ἐὰν δὲ λυθῇ τὸ ἅμμα, ἀποθνήσκει τοῦ αἵματος ἐκρυέντος τὸ ἔμβρυον.
但如果结扣解开了,胚胎就会因血液流失而死亡。
Ἐὰν δὲ μὴ συνεξέλθῃ εὐθὺς τὸ ὕστερον, ἔσω ὄντος αὐτοῦ, τοῦ παιδίου δ’ ἔξω, ἀποτέμνεται ἀποδεθέντος τοῦ ὀμφαλοῦ.
如果胞衣没有立即随之排出,在它仍在体内而婴儿已在体外时,要在结扎脐带后再将其剪断。
Πολλάκις δ’ ἔδοξε τεθνεὸς τίκτεσθαι τὸ παιδίον, ὅταν ἀσθενικοῦ ὄντος, πρὶν ἀποδεθῆναι τὸν ὀμφαλόν, τὸ αἷμα ἔξω εἰς τὸν ὀμφαλὸν καὶ τὸ πέριξ τύχῃ ἐξερρυηκός· ἀλλὰ τεχνικαί τινες ἤδη τῶν μαιῶν γενόμεναι ἀπέθλιψαν εἴσω ἐκ τοῦ ὀμφαλοῦ, καὶ εὐθὺς τὸ παιδίον, ὥσπερ ἔξαιμον γενόμενον πρότερον, πάλιν ἀνεβίωσεν.
经常有这样的情况:当婴儿虚弱时,在脐带结扎之前,血液碰巧流向了外面,进入脐带及其周围,婴儿看起来就像是死产一样;但是,一些经验丰富的接生妇会从脐带向内推挤血液,于是,此前仿佛失血过多的婴儿便立刻又活了过来。
Γίνεται δέ, καθάπερ ἐλέχθη πρότερον, κατὰ φύσιν ἐπὶ κεφαλὴν καὶ τἆλλα ζῷα, τὰ δὲ παιδία καὶ τὰς χεῖρας παρατεταμένας παρὰ τὰς πλευράς.
正如先前所说,其他动物也是自然地头先产出,而婴儿出生时两手也是顺着肋旁伸直的。
Ἐξελθόντα δ’ εὐθὺς φθέγγεται, καὶ προσάγει πρὸς τὸ στόμα τὰς χεῖρας.
婴儿一出生就会啼哭,并把手伸向嘴边。
Ἀφίησι δὲ καὶ περιττώματα τὰ μὲν εὐθὺς τὰ δὲ διὰ ταχέων, πάντα δ’ ἐν ἡμέρᾳ· καὶ τοῦτο τὸ περίττωμα πλέον ἢ τοῦ παιδὸς κατὰ μέγεθος· ὃ καλοῦσιν αἱ γυναῖκες μηκώνιον.
它还会排出排泄物,有些是立刻排出,有些是很快排出,但全在一天之内排出;这种排泄物的体积分量比婴儿还要大,妇女们称之为胎便。
Χρῶμα δὲ τούτου αἱματῶδες καὶ σφόδρα μέλαν, καὶ πιττῶδες, μετὰ δὲ τοῦτο ἤδη γαλακτῶδες· σπᾷ γὰρ εὐθὺς καὶ τὸν μαστόν.
其颜色呈血红色且极深,像沥青一般,但在这之后便呈现出乳汁色了;因为婴儿立刻就会去吸吮乳房。
Πρὶν δ’ ἐξελθεῖν οὐ φθέγγεται τὸ παιδίον, κἂν δυστοκούσης τὴν κεφαλὴν μὲν ὑπερέχῃ, τὸ δ’ ὅλον σῶμα ἔχῃ ἐντός.
但在出生之前,婴儿是不会啼哭的,即使在难产时它露出了头部,而整个身体仍在体内。
Ὅσαις δ’ ἂν ἐν ταῖς ἀποκαθάρσεσι προεξορμήσωσιν οἱ καθαρμοί, δυσαπαλλακτότεραι γίνονται τῶν ἐμβρύων.
如果在恶露排出过程中,净化液提前涌出,妇人们就更难摆脱胚胎。
Ἐὰν δὲ καθάρσεις μετὰ τὸν τόκον ἐλάττους γένωνται, καὶ ὅσων μόνον αἱ πρῶται, καὶ μὴ διατελέσωσιν εἰς τὰς τετταράκοντα, ἰσχύουσί τε μᾶλλον αἱ γυναῖκες καὶ συλλαμβάνουσι θᾶττον.
但如果产后的恶露较少,或者那些只有最初的恶露且不持续到四十天的妇女,她们身体更强壮,也更容易再次受孕。
Τὰ δὲ παιδία ὅταν γένωνται, τῶν τετταράκοντα ἡμερῶν ἐγρηγορότα μὲν οὔτε γελᾷ οὔτε δακρύει, νύκτωρ δ’ ἐνίοτε ἄμφω· οὐδὲ κνιζόμενα τὰ πολλὰ αἰσθάνεται, τὸ δὲ πλεῖστον καθεύδει τοῦ χρόνου.
而婴儿出生后,在四十天内,醒着时既不笑也不哭,但在夜里有时两者都会;即使被逗弄,它们多半也无感觉,而是把大部分时间花在睡觉上。
Αὐξανόμενον δ’ ἀεὶ εἰς τὸ ἐγρηγορέναι μεταβάλλει μᾶλλον· καὶ ἐνυπνιαζόμενον δῆλον μὲν γίνεται, μνημονεύει δ’ ὀψὲ τὰς φαντασίας.
随着生长,它们总是更多地转向觉醒状态;它们显然也会做梦,但很晚才能记住梦中的幻象。
Τοῖς μὲν οὖν ἄλλοις ζῴοις οὐδεμία διαφορὰ τῶν ὀστῶν, ἀλλὰ πάντα τετελεσμένα γίνεται· τοῖς δὲ παιδίοις τὸ βρέγμα μαλακόν, καὶ ὀψὲ πήγνυται.
至于其他动物,其骨骼并无差异,出生时都是发育完全的;但对婴儿来说,囟门是柔软的,很晚才会变硬。
Καὶ τὰ μὲν ἔχοντα γίνεται ὀδόντας, τὰ δὲ παιδία ἑβδόμῳ μηνὶ ἄρχονται ὀδοντοφυεῖν· φύει δὲ πρῶτον τοὺς προσθίους, καὶ τὰ μὲν τοὺς ἄνωθεν πρότερον, τὰ δὲ τοὺς κάτωθεν.
有些动物出生时就长着牙齿,而婴儿则在第七个月开始长牙;首先长出的是前齿,有些是上面的先长,有些是下面的先长。
Πάντα δὲ θᾶττον φύουσιν, ὅσων αἱ τίτθαι θερμότερον ἔχουσι τὸ γάλα.
凡是乳母的乳汁较温热的婴儿,牙齿都长得更快。
§7.11Μετὰ δὲ τοὺς τόκους καὶ τὰς καθάρσεις ταῖς γυναιξὶ τὸ γάλα πληθύνεται, καὶ ἐνίαις ῥεῖ οὐ μόνον κατὰ τὰς θηλὰς ἀλλὰ πολλαχῇ τοῦ μαστοῦ, ἐνίαις δὲ καὶ κατὰ τὰς μασχάλας· καὶ διαμένουσιν εἰς τὸν ὕστερον χρόνον στραγγαλίδες, ὅταν μὴ ἐκπεφθῇ μηδὲ ἐξέλθῃ ὑγρότης, ἀλλὰ πληρωθῇ· ἅπας γὰρ ὁ μαστὸς σομφός ἐστιν οὕτως, ὥστε κἂν ἐν τῷ πόματι λάβωσι τρίχα, πόνος ἐγγίνεται ἐν τοῖς μαστοῖς (ὃ καλοῦσι τριχιᾶν), ἕως ἂν ἢ αὐτομάτη ἐξέλθῃ θλιβομένη ἢ μετὰ γάλακτος ἐκθηλασθῇ.
在分娩和恶露排出之后,妇女的乳汁会变得充足,在一些人中,乳汁不仅从乳头流出,还从乳房的许多地方流出,在一些人中甚至从腋下流出;当液体未被消化或未排出,而是充盈起来时,硬结就会残留到以后;因为整个乳房是如此多孔疏松,以至于即使她们在饮料中吸入了一根头发,乳房中也会产生疼痛(她们称之为毛发病),直到它因受挤压而自动排出,或者随乳汁被吸吮出来。
Τὸ δὲ γάλα ἔχουσιν ἕως ἂν πάλιν συλλάβωσιν· τότε δὲ παύεται καὶ σβέννυται ὁμοίως ἐπ’ ἀνθρώπων καὶ τῶν ἄλλων ζῳοτόκων καὶ τετραπόδων.
她们拥有乳汁,直到再次受孕;那时乳汁便会停止并消失,在人类以及其他胎生四足动物中都是如此。
Τοῦ γάλακτος δ’ ἐξιόντος οὐ γίνονται αἱ καθάρσεις ὡς ἐπὶ τὸ πολύ, ἐπεὶ ἤδη τισὶ θηλαζομέναις ἐγένετο κάθαρσις.
在乳汁分泌期间,恶露多半不会发生,尽管已经有一些哺乳期的妇女发生过恶露。
Ὅλως δ’ ἅμα πολλαχῇ οὐ συμβαίνει ἡ ὁρμὴ τῆς ὑγρότητος, οἷον ταῖς ἐχούσαις αἱμορροΐδας χείρους αἱ καθάρσεις ἐπιγίνονται.
总的来说,液体的涌流不会同时发生在多个地方;例如,对于患有痔疮的妇女,恶露的排出就会变差。
Ἐνίαις δὲ καὶ διὰ τῶν ἰσχίων, ὅταν ἀπὸ τῆς ὀσφύος ἐκκριθῇ, πρὶν ἐλθεῖν εἰς τὰς ὑστέρας.
在一些人中,当它在进入子宫之前从腰部被分泌出来时,甚至会通过髋部排出。
Καὶ ὅσαις δ’ ἂν μὴ γινομένων τῶν καθάρσεων αἷμα συμπέσῃ ἐμέσαι, οὐθὲν βλάπτονται.
而那些在没有恶露的情况下碰巧呕血的妇女,并不会受到任何伤害。
§7.12Εἴωθε δὲ τὰ παιδία τὰ πλεῖστα σπασμὸς ἐπιλαμβάνειν, καὶ μᾶλλον τὰ εὐτραφέστερα καὶ γάλακτι χρώμενα πλείονι ἢ παχυτέρῳ καὶ τίτθαις εὐσάρκοις.
大多数婴儿习惯性地会发生痉挛,尤其是那些营养较好、饮用较多或较浓稠乳汁的婴儿,以及由丰满乳母抚育的婴儿。
Βλαβερὸν δὲ πρὸς τὸ πάθος καὶ ὁ οἶνος ὁ μέλας μᾶλλον τοῦ λευκοῦ, καὶ ὁ μὴ ὑδαρής, καὶ τὰ πλεῖστα τῶν φυσωδῶν, καὶ ἐὰν ἡ κοιλία στῇ.
此外,红葡萄酒比白葡萄酒对这种病症更有害,未稀释的酒、大多数易产生胀气的食物以及便秘也是有害的。
Τὰ πλεῖστα δ’ ἀναιρεῖται πρὸ τῆς ἑβδόμης· διὸ καὶ τὰ ὀνόματα τότε τίθενται, ὡς πιστεύοντες ἤδη μᾶλλον τῇ σωτηρίᾳ.
大多数婴儿在第七天之前便会因此夭折;因此人们也在那时才给婴儿起名字,因为那时他们对婴儿的成活有了更多的信心。
Καὶ ἐν ταῖς πανσελήνοις δὲ μᾶλλον πονοῦσιν.
而在满月时,他们也遭受更多的痛苦。
Ἐπικίνδυνον δὲ καὶ ὅσοις τῶν παιδίων οἱ σπασμοὶ ἐκ τοῦ νώτου ἄρχονται.
而对于那些痉挛从背部开始的婴儿,也是很危险的。