§7.5Τὸ δὲ γάλα τὸ γινόμενον πρότερον τῶν ἑπτὰ μηνῶν ἄχρηστόν ἐστιν· ἀλλ’ ἅμα τά τε παιδία γόνιμα καὶ τὸ γάλα χρήσιμον.
在七个月之前产生的母乳是无用的;但在胎儿具有生存能力的同时,母乳也变得有用。
Τὸ δὲ πρῶτον καὶ ἁλμυρόν, ὥσπερ τοῖς προβάτοις.
而初乳是咸的,就像在绵羊中一样。
Μάλιστα δ’ ἐν ταῖς κυήσεσι τοῦ οἴνου αἰσθάνονται αἱ πλεῖσται· διαλύονταί τε γάρ, ἐὰν πίωσι, καὶ ἀδυνατοῦσιν.
大多数女性在怀孕期间对葡萄酒特别敏感;因为如果她们饮用,身体就会松弛并变得虚弱。
Ἀρχὴ δὲ ταῖς γυναιξὶ τοῦ τεκνοῦσθαι καὶ τοῖς ἄρρεσι τοῦ τεκνοῦν, καὶ παῦλα ἀμφοτέροις, τοῖς μὲν ἡ τοῦ σπέρματος πρόεσις ταῖς δ’ ἡ τῶν καταμηνίων, πλὴν οὔτ’ ἀρχομένων γόνιμα εὐθὺς οὔτ’ ἔτι ὀλίγων γιγνομένων καὶ ἀσθενῶν.
女性生育的开始和男性生殖的开始,以及两者的结束,对男性而言是精液的排出,对女性而言则是月经的排出;只不过在这些刚刚开始时,它们并不能立即生育,在它们已经变少和变弱时也是如此。
Ἡλικία δὲ τῆς μὲν ἀρχῆς εἴρηται·
开始的年龄已经说明。
παύεται δὲ ταῖς γυναιξὶ ταῖς μὲν πλείσταις τὰ καταμήνια περὶ τετταράκοντα ἔτη, αἷς δ’ ἂν ὑπερβάλῃ τὸν χρόνον τοῦτον, διαμένει μέχρι τῶν πεντήκοντα ἐτῶν, καὶ ἤδη τινὲς ἔτεκον· πλείω δὲ χρόνον οὐδεμία.
对大多数女性来说,月经在四十岁左右停止,但对于那些超过这个时间的女性,它会持续到五十岁,且已有女性在此年龄生育;但没有女性能超过这个时间。
§7.6Οἱ δ’ ἄνδρες οἱ μὲν πλεῖστοι γεννῶσι μέχρι ἑξήκοντα ἐτῶν, ὅταν δ’ ὑπερβάλῃ ταῦτα, μέχρι ἑβδομήκοντα· καὶ ἤδη τινὲς γεγεννήκασιν ἑβδομήκοντα ἐτῶν ὄντες.
另一方面,大多数男性生育子女直到六十岁,当超过这个年龄时,可达七十岁;且已有一些人在七十岁时生育了子女。
Συμβαίνει δὲ πολλοῖς καὶ πολλαῖς γυναιξὶ καὶ ἀνδράσι μετ’ ἀλλήλων μὲν συνεζευγμένοις μὴ δύνασθαι τεκνοποιεῖσθαι, διαζευχθεῖσι δέ.
此外,许多女性和男性也会发生这种情况:彼此结合时无法生育子女,但离异后却可以。
Τὸ δ’ αὐτὸ συμβαίνει καὶ περὶ ἀρρενογονίας καὶ θηλυγονίας· ἐνίοτε γὰρ καὶ γυναῖκες καὶ ἄνδρες μετ’ ἀλλήλων μὲν ὄντες θηλυγόνοι εἰσὶν ἢ ἀρρενογόνοι, διεζευγμένοι δὲ γίνονται τοὐναντίον.
关于生育男孩和女孩也发生同样的情况:因为有时女性和男性在一起时只生女孩或只生男孩,但离异后却变得相反。
Καὶ κατὰ τὴν ἡλικίαν δὲ μεταβάλλουσιν· νέοι μὲν ὄντες μετ’ ἀλλήλων θήλεα γεννῶσι, πρεσβύτεροι δ’ ἄρρενα· τοῖς δὲ καὶ ἐπὶ τούτων συμβαίνει τοὐναντίον.
此外,他们也随着年龄而改变:年轻时彼此生育女孩,年长时则生育男孩;但对某些人来说,即使在这些事情上也会发生相反的情况。
Καὶ ἐπὶ τοῦ γεννᾶν δ’ ὅλως τὸ αὐτό· νέοις μὲν οὖσιν οὐθὲν γίνεται, πρεσβυτέροις δέ· οἱ δὲ τὸ πρῶτον, ὕστερον δὲ γεννῶσιν οὐδέν.
关于一般的生育也是完全一样的:对有些人来说,年轻时什么也没生,年长时却生了;而另一些人起初生育,后来却什么也没生。
Εἰσὶ δὲ καὶ τῶν γυναικῶν τινὲς αἳ μόλις μὲν συλλαμβάνουσιν, ἐὰν δὲ συλλάβωσιν, ἐκφέρουσιν· αἱ δὲ τοὐναντίον συλλαμβάνουσι μὲν ῥᾳδίως, οὐ δύνανται δ’ ἐκφέρειν.
在女性中,有些人很难受孕,但如果受孕,就能怀胎足月;而另一些人相反,虽然容易受孕,却无法怀胎足月。
Εἰσὶ δὲ καὶ ἄνδρες θηλυγόνοι καὶ γυναῖκες ἀρρενογόνοι, οἷον καὶ κατὰ τοῦ Ἡρακλέους μυθολογεῖται, ὃς ἐν δύο καὶ ἑβδομήκοντα τέκνοις θυγατέρα μίαν ἐγέννησεν.
也有只生女孩的男性和只生男孩的女性,正如关于赫拉克勒斯的神话所传,他在七十二个子女中,只生育了一个女儿。
Αἱ δὲ μὴ δυνάμεναι συλλαμβάνειν ἐὰν ἢ διὰ θεραπείαν συλλάβωσιν ἢ δι’ ἄλλην τινὰ σύμπτωσιν, ὡς ἐπὶ τὸ πολὺ θηλυτοκοῦσι μᾶλλον ἢ ἀρρενοτοκοῦσιν.
而那些无法受孕的女性,如果因治疗或因其他某种偶然情况而受孕,大抵更容易生女孩而不是男孩。
Πολλοῖς δὲ συμβαίνει καὶ τῶν ἀνδρῶν δυναμένοις γεννᾶν ὕστερον μὴ δύνασθαι, καὶ πάλιν καθίστασθαι εἰς αὐτό.
许多具有生育能力的男性也会发生这种情况:后来变得无法生育,然后又重新恢复到原来的状态。
Γίνονται δὲ καὶ ἐξ ἀναπήρων ἀνάπηροι, οἷον ἐκ χωλῶν χωλοὶ καὶ τυφλῶν τυφλοί, καὶ ὅλως τὰ παρὰ φύσιν ἐοικότες πολλάκις, καὶ σημεῖα ἔχοντες συγγενῆ, οἷον φύματα καὶ οὐλάς.
残疾的父母也会生出残疾的子女,例如跛子生出跛子,瞎子生出瞎子,一般而言,在反常的特征上,子女也经常像父母,并带有先天的印记,如肿块和疤痕。
Ἤδη δ’ ἀπέδωκε τῶν τοιούτων τι καὶ διὰ τριῶν, οἷον ἔχοντός τινος στίγμα ἐν τῷ βραχίονι ὁ μὲν υἱὸς οὐκ ἐγένετο ὁ δ’ υἱιδοῦς ἔχων ἐν τῷ αὐτῷ τόπῳ συγκεχυμένον μέλαν.
而且,这种特征已有人在隔了三代之后显现,例如某人的手臂上有烙印,他的儿子没有,但他的孙子在同一部位却出现了一块模糊的黑印。
Ὀλίγα μὲν οὖν γίνεται τὰ τοιαῦτα, τὰ δὲ πλεῖστα γίνεται ὁλόκληρα ἐκ κολοβῶν, καὶ οὐθὲν ἀποτέτακται τούτων.
虽然此类情况很少,大多数不具完整身体的父母仍生出健全的子女,这些事情并没有一定的规则。
Καὶ ἐοικότες δὲ τοῖς γεννήσασιν ἢ τοῖς ἄνωθεν γονεῦσιν, ὁτὲ δ’ οὐδὲν οὐδενί.
子女有些像生育他们的父母,或像更早的祖先,有些则谁也不像。
Ἀποδίδωσι δὲ καὶ διὰ πλειόνων γενῶν, οἷον ἐν Σικελίᾳ ἡ τῷ Αἰθίοπι μοιχευθεῖσα· ἡ μὲν γὰρ θυγάτηρ ἐγένετο οὐκ Αἰθίοψ, τὸ δ’ ἐκ ταύτης.
这种特征也会隔着好几代重新显现,例如在西西里,那个与埃塞俄比亚人通奸的妇人:她的女儿并不是埃塞俄比亚人,但这女儿所生的孩子却是。
Καὶ ὡς μὲν ἐπὶ τὸ πολὺ τὰ θήλεα ἔοικε τῇ μητρὶ μᾶλλον, τὰ δ’ ἄρρενα τῷ πατρί· γίνεται δὲ καὶ τοὐναντίον, τὰ μὲν θήλεα τῷ πατρί, τὰ δ’ ἄρρενα τῇ μητρί.
大抵而言,女孩更像母亲,男孩更像父亲;但相反的情况也会发生,女孩像父亲,男孩像母亲。
Καὶ κατὰ μέρη δὲ γίνονται ἐοικότα ἄλλα μέρη ἑκατέρων.
在身体局部上,他们也会像父母,部分像这一方,部分像那一方。
Τὰ δὲ δίδυμα ἤδη μὲν ἐγένετο καὶ οὐκ ἐοικότα ἀλλήλοις, τὰ δὲ πλεῖστα καὶ ὡς ἐπὶ τὸ πολὺ ἐοικότα, ἐπεὶ καὶ μετὰ τὸν τόκον τίς ἑβδομαία συγγενομένη καὶ συλλαβοῦσα ἔτεκε τὸ ὕστερον τῷ προτέρῳ ἐοικός, ὥσπερ δίδυμον.
双胞胎中也有过互不相像的情况,但大多数且在通常情况下是相像的,因为甚至在分娩之后,某位妇女在第七天交合受孕,生下的后子像前子,就像是双胞胎一样。
Εἰσὶ δὲ καὶ γυναῖκες ἐοικότα αὑταῖς γεννῶσαι, αἱ δὲ τῷ ἀνδρί, ὥσπερ ἡ ἐν Φαρσάλῳ ἵππος ἡ Δικαία καλουμένη.
也有生下像自己的子女的女性,以及像丈夫的,就像在法萨卢斯被称为“迪凯亚”的母马一样。