Humanitext Reader

亚里士多德 · 动物志 §7.7-7.9

胎膜与胚胎结构及阵痛和分娩过程

第 127 段,共 189 段 · 希腊语

内容简介

作者解释了精液排出时气(普纽玛)的作用以及子宫内膜的形成过程,并比较了不同动物胚胎的姿势、脐带及血管结构。此外,他还阐述了妇女分娩阵痛的特征、导致难产的因素以及分娩的过程。

§7.7Ἐν δὲ τῇ τοῦ σπέρματος ἐξόδῳ πρῶτον μὲν ἡγεῖται πνεῦμα (δηλοῖ δὲ καὶ ἡ ἔξοδος ὅτι γίνεται ὑπὸ πνεύματος· οὐθὲν γὰρ ῥιπτεῖται πόρρω ἄνευ βίας πνευματικῆς)·
在精液排出时,气(普纽玛)首先引导(且排出本身也表明它是由于气的作用而发生的;因为没有气的力量,任何东西都不会被抛到远处)。
ὅταν δὲ λάβηται τὸ σπέρμα τῆς ὑστέρας καὶ ἐγχρονισθῇ, ὑμὴν περιίσταται.
但是,当精液附着于子宫并留存时,其周围会形成一层膜。
Φαίνεται γάρ, ὅταν πρὶν διαρθρωθῆναι ἐξέλθῃ, οἷον ᾠὸν ἐν ὑμένι περιεχόμενον ἀφαιρεθέντος τοῦ ὀστράκου· ὁ δ’ ὑμὴν φλεβῶν μεστός.
因为当它在身体分化之前流出时,看起来就像一个被剥去壳的、包在膜里的蛋;而这层膜充满了血管。
Πάντα δὲ τὰ πλωτὰ καὶ πτηνὰ καὶ πεζά, εἴτε ζῳοτοκεῖται ἢ ᾠοτοκεῖται, ὁμοίως γίνεται· πλὴν τὸν ὀμφαλὸν τὰ μὲν πρὸς τὴν ὑστέραν ἔχει τὰ ζῳοτοκούμενα, τὰ δὲ πρὸς τῷ ᾠῷ, τὰ δ’ ἀμφοτέρως, οἷον ἐπὶ γένους τινὸς ἰχθύων.
所有的水生、飞禽和陆行动物,无论是胎生还是卵生,都以相似的方式产生;只不过胎生动物的脐带通向子宫,而卵生动物的脐带通向卵,还有一些则兼具两者,例如在某种鱼类中。
Καὶ τὰ μὲν περιέχουσιν οἷον ὑμένες, τὰ δὲ χόρια· καὶ πρῶτον μὲν τοῦ ἐσχάτου ἐντὸς γίνεται τὸ ζῷον, εἶθ’ ὑμὴν περὶ τοῦτον ἄλλος, τὸ μὲν πλεῖστον προσπεφυκὼς τῇ μήτρᾳ, τῇ δ’ ἀφεστὼς καὶ ὕδωρ ἔχων.
有些由膜包围,有些由绒毛膜包围;首先,胚胎产生在最内层的膜内,然后在这个周围形成另一层膜,它的大部分附着在子宫上,一部分分离开来并含有水。
Μεταξὺ δ’ ὑγρότης ὑδατώδης ἢ αἱματώδης, ὁ καλούμενος ὑπὸ τῶν γυναικῶν πρόφορος.
在它们之间有水状或血状的液体,被妇女们称为“先导液”。
§7.8Αὐξάνεται δὲ τὰ ζῷα πάντα, ὅσα ἔχει ὀμφαλόν, διὰ τοῦ ὀμφαλοῦ.
所有拥有脐带的动物都通过脐带生长。
Ὁ δ’ ὀμφαλός, ὅσα μὲν κοτυληδόνας ἔχει, πρὸς τῇ κοτυληδόνι προσπέφυκεν, ὅσα δὲ λείαν ἔχει τὴν ὑστέραν, πρὸς τῇ ὑστέρᾳ ἐπὶ φλεβός.
对于拥有子宫结节的动物,脐带附着在子宫结节上;而对于子宫光滑的动物,脐带则附着在子宫的血管上。
Σχῆμα δ’ ἔχει ἐν τῇ ὑστέρᾳ τὰ μὲν τετράποδα πάντα ἐκτεταμένα, καὶ τὰ ἄποδα πλάγια, οἷον ἰχθύς, τὰ δὲ δίποδα συγκεκαμμένα, οἷον ὄρνις καὶ ἄνθρωπος συγκεκαμμένος· ῥῖνα μὲν μεταξὺ τῶν γονάτων, ὀφθαλμοὺς δ’ ἐπὶ τοῖς γόνασιν, ὦτα δ’ ἐκτός.
在子宫内的姿势,所有四足动物都是伸展的,无足动物是横向的,例如鱼类,而二足动物则是蜷缩的,例如鸟类和蜷缩的人类:鼻子在两膝之间,眼睛在膝盖上,耳朵在外面。
Ἔχει δ’ ὁμοίως πάντα τὰ ζῷα τὴν κεφαλὴν ἄνω τὸ πρῶτον· αὐξανόμενα δὲ καὶ πρὸς τὴν ἔξοδον ὁρμῶντα κάτω περιάγεται, καὶ ἡ γένεσίς ἐστιν ἡ κατὰ φύσιν πᾶσιν ἐπὶ κεφαλήν· συγκεκαμμένα δὲ καὶ ἐπὶ πόδας γίνεται παρὰ φύσιν.
所有动物最初同样是头朝上;但随着它们生长并朝出口推进,它们向下旋转,对所有动物而言,头先产出是顺应自然的;如果呈蜷缩状态或脚先产出则是反自然的。
Τὰ δὲ τῶν τετραπόδων ἔχει καὶ περιττώματα, ὅταν ἤδη τέλεια ᾖ, καὶ ὑγρὸν καὶ σφυράδας, τὰς μὲν ἐν τῷ ἐσχάτῳ τοῦ ἐντέρου, ἐν δὲ τῇ κύστει οὖρον.
四足动物的胚胎在发育完全时也含有排泄物,包括液体和粪粒,粪粒在肠的末端,膀胱中则有尿液。
Τοῖς δ’ ἔχουσι κοτυληδόνας ἐν τῇ μήτρᾳ τῶν ζῴων ἀεὶ ἐλάττους γίνονται αἱ κοτυληδόνες αὐξανομένου τοῦ ἐμβρύου, καὶ τέλος ἀφανίζονται.
在子宫内拥有子宫结节的动物中,随着胎儿的生长,子宫结节总是变得越来越小,最后消失。
Ὁ δ’ ὀμφαλός ἐστι κέλυφος περὶ φλέβας, ὧν ἡ ἀρχὴ ἐκ τῆς ὑστέρας ἐστί, τοῖς μὲν ἔχουσι τὰς κοτυληδόνας ἐκ τῶν κοτυληδόνων, τοῖς δὲ μὴ ἔχουσιν ἀπὸ φλεβός.
脐带是包在血管周围的鞘,这些血管起始于子宫,对于有子宫结节的动物起始于子宫结节,对于没有的则起始于血管。
Εἰσὶ δὲ τοῖς μὲν μείζοσιν, οἷον τοῖς τῶν βοῶν ἐμβρύοις, τέτταρες αἱ φλέβες, τοῖς δ’ ἐλάττοσι δύο, τοῖς δὲ πάμπαν μικροῖς, οἷον ὄρνισι, μία φλέψ.
在较大的动物中,例如牛的胚胎,有四条血管,较小的有两条,极小的如鸟类有一条血管。
Τείνουσι δ’ εἰς τὰ ἔμβρυα αἱ μὲν δύο διὰ τοῦ ἥπατος, ᾗ αἱ καλούμεναι πύλαι εἰσί, πρὸς τὴν φλέβα τὴν μεγάλην, αἱ δὲ δύο πρὸς τὴν ἀορτήν, ᾗ σχίζεται καὶ γίνεται ἡ ἀορτὴ δύο ἐκ μιᾶς.
其中两条通过肝脏(即所谓的门脉所在之处)延伸到胚胎中,通向大静脉,另两条则通向大动脉,即大动脉由一分为二的分叉处。
Εἰσὶ δὲ περὶ τὴν συζυγίαν ἑκατέραν τῶν φλεβῶν ὑμένες, περὶ δὲ τοὺς ὑμένας ὁ ὀμφαλὸς οἷον ἔλυτρον.
在每对血管周围都有膜,在膜的周围脐带就像一个鞘。
Αὐξανομένων δ’ ἀεὶ μᾶλλον συμπίπτουσιν αὗται αἱ φλέβες.
随着它们不断生长,这些血管会越来越萎缩闭合。
Τὸ δ’ ἔμβρυον ἁδρυνόμενον εἴς τε τὰ κοῖλα ἔρχεται, καὶ ἐνταῦθα δῆλόν ἐστι κινούμενον, καὶ ἐνίοτε κυλινδεῖται περὶ τὸ αἰδοῖον.
胚胎成熟后会进入空腔部位,在那里可以明显看到它在活动,有时在阴部周围转动。
§7.9Ὅταν δ’ ὠδίνωσιν αἱ γυναῖκες, εἰς πολλὰ μὲν καὶ ἄλλα ἀποστηρίζονται αὐτοῖς οἱ πόνοι, ταῖς δὲ πλείσταις εἰς ὁπότερον ἂν τύχῃ τῶν μηρῶν.
当妇女分娩时,她们的阵痛会固定在许多其他部位,但对大多数人来说,会固定在双腿大腿中的任意一方。
Ὅσαις δ’ ἂν περὶ τὴν κοιλίαν σφοδρότατοι γένωνται πόνοι, αὗται τάχιστα τίκτουσιν· καὶ ὅσαι μὲν τὴν ὀσφὺν προαλγοῦσι, μόλις τίκτουσιν, ὅσαι δὲ τὸ ἦτρον, ταχύ.
那些腹部周围阵痛最剧烈的妇人分娩最快;那些腰部先痛的妇人分娩困难,而下腹部痛的妇人则分娩迅速。
Ἂν μὲν οὖν ἀρρενοτοκῇ, προέρχονται οἱ ἰχῶρες ὑδαρεῖς ὕπωχροι, ἐὰν δὲ θηλυτοκῇ, αἱματώδεις, ὑγροὶ δὲ καὶ οὗτοι· ἐνίαις μέντοι συμβαίνει περὶ τὰς ὠδῖνας καὶ οὐδέτερα τούτων.
如果生的是男孩,排出的浆液呈水状且微黄,如果生的是女孩,则是血状的,尽管这些也是流体;然而对一些妇女来说,在分娩时这两种情况都不会发生。
Τοῖς μὲν οὖν ἄλλοις ζῴοις οὐκ ἐπίπονοι γίνονται οἱ τόκοι, ἀλλὰ μετριωτέρως ἐπίδηλά ἐστιν ἐνοχλούμενα ὑπὸ τῆς ὠδῖνος· ταῖς δὲ γυναιξὶ συμβαίνουσιν οἱ πόνοι ἰσχυρότεροι, καὶ μάλιστα ταῖς ἑδραίαις καὶ ὅσαι μὴ εὔπλευροι μηδὲ δύνανται τὸ πνεῦμα κατέχειν.
对于其他动物来说,分娩并不痛苦,它们因阵痛而受折磨的迹象较为温和;但对妇女来说,痛楚会更加强烈,尤其是对于那些平时久坐不动的妇女,以及那些胸廓不宽、无法屏住呼吸的妇女。
Δυστοκοῦσι δὲ μᾶλλον καὶ ἐὰν μεταξὺ ἀποπνεύσωσιν ἀποβιαζόμεναι τῷ πνεύματι.
如果她们在用力憋气的中途呼出气来,分娩也会更加困难。
Πρῶτον μὲν οὖν ὕδρωψ ἐξέρχεται γινομένου τοῦ ἐμβρύου καὶ ῥηγνυμένων τῶν ὑμένων, ἔπειτα τὸ ἔμβρυον, στρεφομένων μὲν τῶν ὑστερῶν, καὶ τοῦ ὑστέρου τὰ ἔσω ἐκτὸς ἴσχοντος.
首先,随着胚胎产生和胎膜破裂,水分先流出来,然后胚胎产出,此时子宫翻转,后产(胎盘)将其内部向外推出。

词汇与语法注释

  1. §7.7λάβηται τὸ σπέρμα τῆς ὑστέρας — 动词 λαμβά诺μαι(附着、抓住)支配属格。在此处,“精液”(τὸ σπέρμα)是主语,“子宫”(τῆς ὑστέρας)是属格宾语,意为“当精液附着于子宫时”。
  2. §7.7τοῦ ἐσχάτου ἐντὸς — 前置词性副词 ἐντός(在……内)支配属格。在此处,τοῦ ἐσχάτου(最边缘、最外层或最深处)指最靠近并直接包裹胚胎的最内层膜(羊膜)。
  3. §7.9ταῖς ἑδραίαις — 形容词 ἑδραῖος(坐着的、固定的)的阴性与格复数名词性用法。在此处指“久坐不动的、缺乏运动的”妇女,或指不从事体力活动的女性。
  4. §7.9ἀποβιαζόμεναι τῷ πνεύματι — 由分词 ἀποβιαζόμεναι(过度用力、勉强)与工具与格 τῷ πνεύματι(用气、用息)结合。这指的是憋气用力(屏息)的动作,但与前文的“中途呼出气”(μεταξὺ ἀποπνεύσωσιν)结合时,则指在屏息用力的过程中控制不当,使气息强行泄露。

引用这一段

亚里士多德, 动物志 §7.7-7.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:7.7-7.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。