Humanitext Reader

亚里士多德 · 动物志 §7.4#1

妊娠期长短、胎儿存活力与孕妇症状

第 124 段,共 189 段 · 希腊语

内容简介

本章详细描述了受孕后子宫的变化、不同孕期(七至十一个月)胎儿的存活能力、孕妇的各种生理症状,并对比了怀男胎与女胎的差异。

§7.4#1Ὅταν δὲ συλλάβῃ ἡ ὑστέρα τὸ σπέρμα, εὐθὺς συμμύει ταῖς πολλαῖς, μέχρι γένωνται ἑπτὰ μῆνες· τῷ δ’ ὀγδόῳ χάσκουσιν·
当子宫接纳精液后,在大多数女性中它会立即闭合,直到满七个月;但在第八个月时,子宫口会张开。
καὶ τὸ ἔμβρυον, ἐὰν ᾖ γόνιμον, προκαταβαίνει τῷ ὀγδόῳ μηνί.
而胚胎如果是可以存活的,就会在第八个月时开始下降。
Τὰ δὲ μὴ γόνιμα ἀλλ’ ἀποπεπνιγμένα ὀκτάμηνα ἐν τοῖς τόκοις οὐκ ἐκφέρουσιν ὀκτάμηναι αἱ γυναῖκες, οὔτε προκαταβαίνει κάτω τὰ ἔμβρυα τῷ ὀγδόῳ μηνί, οὔτε αἱ ὕστεραι ἐν τῷ χρόνῳ τούτῳ χάσκουσιν· ἀλλὰ σημεῖον ὅτι οὐ γόνιμον, ἐὰν γένηται μὴ συμπεσόντων τῶν εἰρημένων.
另一方面,对于无法存活而在第八个月窒息的胎儿,怀孕八个月的女性在分娩时并不能顺利生下它们,胎儿既不会在第八个月时降下来,子宫也不会在此时张开;相反,如果分娩发生时上述情况没有同时出现,这就是胚胎无法存活的迹象。
Μετὰ δὲ τὰς συλλήψεις αἱ γυναῖκες βαρύνονται τὸ σῶμα πᾶν, καὶ σκότοι πρὸ τῶν ὀμμάτων καὶ ἐν τῇ κεφαλῇ γίνονται πόνοι.
受孕后,女性会感到全身沉重,眼前发黑,并出现头痛。
Ταῦτα δὲ ταῖς μὲν θᾶττον καὶ σχεδὸν δεκαταίαις γίνεται, ταῖς δὲ βραδύτερον, ὅπως ἂν τύχωσιν οὖσαι τῷ περιττωματικαὶ εἶναι μᾶλλον καὶ ἧττον.
这些症状在一些女性身上出现得较早,大约在第十天,而在另一些人身上则较晚,这取决于她们体内多余体液的多寡。
Ἔτι δὲ ναυτίαι καὶ ἔμετοι λαμβάνουσι τὰς πλείστας, καὶ μάλιστα τὰς τοιαύτας, ὅταν αἵ τε καθάρσεις στῶσι καὶ μήπω εἰς τοὺς μαστοὺς τετραμμέναι ὦσιν.
此外,大多数女性会出现恶心和呕吐,尤其是当月经停止且尚未流向乳房时的那些女性。
Ἔνιαι μὲν οὖν ἀρχόμεναι μᾶλλον πονοῦσι τῶν γυναικῶν, ἔνιαι δ’ ὕστερον, ἤδη τοῦ κυήματος ἔχοντος αὔξησιν μᾶλλον· πολλαῖς δὲ καὶ πολλάκις καὶ στραγγουρίαι γίνονται τὸ τελευταῖον.
因此,有些女性在怀孕初期感到更痛苦,而另一些人则在后期,即胚胎已经长大时感到痛苦;许多女性在后期还常常发生尿涩。
Ὡς μὲν οὖν ἐπὶ τὸ πολὺ ῥᾷον ἀπαλλάττουσιν αἱ τὰ ἄρρενα κύουσαι καὶ μᾶλλον μετ’ εὐχροίας διατελοῦσιν, ἐπὶ δὲ τῶν θηλειῶν τοὐναντίον· ἀχρούστεραί τε γὰρ ὡς ἐπὶ τὸ πολύ, καὶ βαρύτερον διάγουσι, καὶ πολλαῖς περὶ τὰ σκέλη οἰδήματα καὶ ἐπάρσεις γίνονται τῆς σαρκός· οὐ μὴν ἀλλ’ ἐνίαις γίνεται καὶ τἀναντία τούτων.
一般而言,怀男胎的女性感觉较轻松,且气色能保持得更好,而怀女胎则相反;因为她们大都气色较差,日子过得更沉重,许多女性的腿部还会出现水肿和肉肿;然而,在某些人身上也会发生相反的情况。
Εἰώθασι δὲ ταῖς κυούσαις αἱ ἐπιθυμίαι γίνεσθαι παντοδαπαὶ καὶ μεταβάλλειν ὀξέως, ὃ καλοῦσί τινες κισσᾶν·
孕妇还常常会产生各种各样的渴望,且变化迅速,有人称之为“嗜异”。
καὶ ἐπὶ τῶν θηλειῶν ὀξύτεραι μὲν αἱ ἐπιθυμίαι, παραγινομένων δὲ ἧττον δύνανται ἀπολαύειν.
怀女胎时,这种渴望更为强烈,但即使得到了满足,她们也较难享受。
Ὀλίγαις δέ τισι συμβαίνει βέλτιον ἔχειν τὸ σῶμα κυούσαις.
只有极少数女性在怀孕时身体状况会变得更好。
Μάλιστα δὲ ἀσῶνται, ὅταν ἄρχωνται τὰ παιδία τρίχας ποιεῖν.
当胎儿开始长头发时,她们感到最不舒服。
Αἱ δὲ τρίχες ταῖς μὲν κυούσαις αἱ μὲν συγγενεῖς γίνονται ἐλάττους καὶ ῥέουσιν, ἐν οἷς δὲ μὴ εἰώθασιν ἔχειν τρίχας, ταῦτα δασύνεται μᾶλλον.
至于头发,孕妇原本长有的毛发会变少并脱落,而通常不长毛的部位则会长得更茂密。
Καὶ κίνησιν δὲ παρέχεται ἐν τῷ σώματι μᾶλλον ὡς ἐπὶ τὸ πολὺ τὸ ἄρρεν τοῦ θήλεος, καὶ τίκτεται θᾶττον, τὰ δὲ θήλεα βραδύτερον.
在体内,男胎大体上也比女胎引起更多的胎动,且出生更快,而女胎则出生较慢。
Καὶ ὁ πόνος ἐπὶ μὲν τοῖς θήλεσι συνεχὴς καὶ νωθρότερος, ἐπὶ δὲ τοῖς ἄρρεσιν ὀξὺς μέν, πολλῷ δὲ χαλεπώτερος.
分娩时的痛苦,生女胎时是持续而迟钝的,而生男胎时则是急剧且痛苦得多的。
Αἱ δὲ πλησιάζουσαι πρὸ τῶν τόκων τοῖς ἀνδράσι θᾶττον τίκτουσιν.
在分娩前与丈夫交合的女性出生得更快。
Δοκοῦσι δ’ ὠδίνειν αἱ γυναῖκες ἐνίοτε οὐ γινομένης ὠδῖνος, ἀλλὰ διὰ τὸ τὴν κεφαλὴν στρέφειν τὸ ἔμβρυον φαίνεται ὠδῖνος ἀρχὴ τοῦτο γίνεσθαι.
女性有时会觉得自己在阵痛,尽管实际上并没有阵痛,但由于胚胎转动头部,这看起来就像是阵痛的开始。
Τὰ μὲν οὖν ἄλλα ζῷα μοναχῶς ποιεῖται τὴν τοῦ τόκου τελείωσιν· εἷς γὰρ ὥρισται τοῦ τόκου χρόνος πᾶσιν· ἀνθρώπῳ δὲ πολλοὶ μόνῳ τῶν ζῴων·
其他动物都以单一的方式完成分娩,因为所有动物都有一个固定的分娩时间;但唯独人类在动物中拥有多种分娩时间。
καὶ γὰρ ἑπτάμηνα καὶ ὀκτάμηνα καὶ ἐννεάμηνα γίνεται, καὶ δεκάμηνα τὸ πλεῖστον· ἔνιαι δ’ ἐπιλαμβάνουσι καὶ τοῦ ἑνδεκάτου μηνός.
因为人类会在七个月、八个月、九个月时出生,最多的是在十个月,有些女性甚至会延至第十外个月。
Ὅσα μὲν οὖν γίνεται πρότερα τῶν ἑπτὰ μηνῶν, οὐδὲν οὐδαμῇ δύναται ζῆν· τὰ δ’ ἑπτάμηνα γόνιμα γίνεται πρῶτον, ἀσθενῆ δὲ τὰ πολλά (διὸ καὶ σπαργανοῦσιν ἐρίοις αὐτά), πολλὰ δὲ καὶ τῶν πόρων ἐνίους ἔχοντα ἀσχίστους, οἷον ὤτων καὶ μυκτήρων· ἀλλ’ ἐπαυξανομένοις μένοις διαρθροῦται, καὶ βιοῦσι πολλὰ καὶ τῶν τοιούτων.
凡是在七个月之前出生的,无论如何都不能存活;七个月出生的胎儿最早具有存活能力,但大多数很虚弱(因此人们用羊毛包裹它们),而且其中许多胎儿的一些通道尚未裂开,例如耳朵和鼻孔;但随着他们长大,这些通道会分化开来,此类婴儿中也有许多能够存活。
Τὰ δ’ ὀκτάμηνα περὶ μὲν Αἴγυπτον καὶ ἐν ἐνίοις τόποις, ὅπου εὐέκφοροι αἱ γυναῖκες καὶ φέρουσί τε πολλὰ ῥᾳδίως καὶ τίκτουσι, καὶ γενόμενα δύναται ζῆν, κἂν τερατώδη γένηται, ἐνταῦθα μὲν ζῇ τὰ ὀκτάμηνα καὶ ἐκτρέφεται, ἐν δὲ τοῖς περὶ τὴν Ἑλλάδα τόποις ὀλίγα πάμπαν σώζεται, τὰ δὲ πολλὰ ἀπόλλυται·
至于八个月出生的胎儿,在埃及和某些女性易于生育且能轻松怀胎并分娩的地方,即使出生时有畸形,八个月的婴儿也能存活并被抚养长大;但在希腊周边地区,能存活下来的极少,大多数都夭折了。
καὶ διὰ τὴν ὑπόληψιν, κἂν σωθῇ τι, νομίζουσιν οὐκ ὀκτάμηνον εἶναι τὸ γεγενημένον, ἀλλὰ λαθεῖν ἑαυτὰς αἱ γυναῖκες συλλαβοῦσαι πρότερον.
由于这种观念,即使有存活下来的,人们也不认为出生的是八个月的婴儿,而是认为女性在之前就不知不觉地受孕了。
Πονοῦσι δ’ αἱ γυναῖκες μάλιστα τὸν μῆνα τὸν τέταρτον καὶ τὸν ὄγδοον, καὶ ἐὰν διαφθείρωσι τετάρτῳ ἢ ὀγδόῳ μηνί, διαφθείρονται καὶ αὐταὶ ὡς ἐπὶ τὸ πολύ, ὥστ’ οὐ μόνον τὰ ὀκτάμηνα οὐ ζῇ, ἀλλὰ καὶ διαφθειρομένων αἱ τίκτουσαι κινδυνεύουσιν.
女性在第四个月和第八个月时最痛苦,如果她们在第四或第八个月流产,她们自己大抵也会丧命,因此不仅八个月的胎儿无法存活,而且在流产时,产妇也面临危险。
Τὸν αὐτὸν δὲ τρόπον δοκεῖ λανθάνειν καὶ ὅσα φαίνεται τίκτεσθαι πολυχρονιώτερα τῶν ἕνδεκα μηνῶν· καὶ γὰρ τούτων ἡ τῆς συλλήψεως ἀρχὴ λανθάνει τὰς γυναῖκας· πολλάκις γὰρ πνευματικῶν γενομένων ἔμπροσθεν τῶν ὑστερῶν, μετὰ ταῦτα πλησιάσασαι καὶ συλλαβοῦσαι ἐκείνην οἴονται τὴν ἀρχὴν εἶναι τῆς συλλήψεως, δι’ ἣν ἐχρήσαντο τοῖς σημείοις ὁμοίοις.
同样,那些看起来妊娠期超过十一个月的出生,其受孕时间似乎也脱离了注意;因为在这些情况下,受孕的开始同样避开了女性的注意;因为往往在子宫先前因气胀而膨胀之后,她们随后进行交合并受孕,便误以为那是受孕的开始,因为她们经历了相似的迹象。

词汇与语法注释

  1. §7.4#1χάσκουσιν — 虽然该动词为第三人称复数,但其暗含的主语是由前句单数形式的 ἡ ὑστέρα(子宮)联想而来的复数名词 αἱ ὕστεραι(子宮)。尽管从语境中的“在大多数女性中(ταῖς πολλαῖς)”来看,也可以将女性自身作为主语,但结合后文的“οὔτε αἱ ὕστεραι... χάσκουσιν”,将子宫(或子宫口)作为主语最为自然。
  2. §7.4#1οὐκ ἐκφέρουσιν ὀκτάμηναι αἱ γυναῖκες — 动词 ἐκφέρω(带出、分娩)在此处意为“足月并诞下活婴”。形容词 ὀκτάμηναι(八个月的)作为主语 αἱ γυναῖκες(女性)的同格或副词性述语,表示“进入第八个月的女性”。
  3. §7.4#1ὅπως ἂν τύχωσιν οὖσαι τῷ περιττωματικαὶ εἶναι μᾶλλον καὶ ἧττον — 此处使用了 τυγχάνω 动词与分词(οὖσαι)搭配的构文,表示“碰巧处于……的状态”。随后的 τῷ εἶναι 是定冠词与不定式连用的与格形式(动名词与格),在此处表示原因或手段(由于……)。整句意为“由于她们碰巧处于体内多余体液或多或少的状态”。
  4. ¦p.246¦ἐπαυξανομένοις μένοις — 此处的抄本传承受损,在与格现在分词 `ἐπαυξανομένοις` 之后出现了 `μένοις`(可能是 `μένοισι` 或 `μενοῦσι` 的误写,亦或是独立分词属格 `ἐπαυξανομένων` 的某种混淆与损坏)。在此我们将其理解并翻译为表示时间进展的“随着(它们)长大/随着持续发育”。

引用这一段

亚里士多德, 动物志 §7.4#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:7.4%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。