§7.2Ἡ δὲ τῶν γυναικείων ὁρμὴ γίνεται περὶ φθίνοντας τοὺς μῆνας· διὸ φασί τινες τῶν σοφιζομένων καὶ τὴν σελήνην εἶναι θῆλυ, ὅτι ἅμα συμβαίνει ταῖς μὲν ἡ κάθαρσις τῇ δ’ ἡ φθίσις καὶ μετὰ τὴν κάθαρσιν καὶ τὴν φθίσιν ἡ πλήρωσις ἀμφοῖν.
女性月经的潮涌发生于月亮亏缺之时;因此,一些自作聪明的人说月亮也是女性,因为女性的排毒(月经)与月亮的亏缺同时发生,且在排毒和亏缺之后,两者都会重新盈满。
Καὶ ταῖς μὲν συνεχῶς καθ’ ἕκαστον ὀλιγάκις τὰ καταμήνια φοιτᾷ, παρὰ δὲ μῆνα τρίτον ταῖς πλείσταις.
在一些女性中,月经每月连续来潮的情况较少,而对大多数人来说,则是隔月或每三个月来潮一次。
Ὅσαις μὲν οὖν ὀλίγον χρόνον γίνεται, δύο ἢ τρεῖς ἡμέρας, ἀπαλλάττουσι ῥᾷον, ὅσαις δὲ πολλάς, χαλεπώτερον.
因此,那些持续时间较短(两三天)的女性,能较轻松地度过,而持续天数较多的女性则更为痛苦。
Πονοῦσι γὰρ τὰς ἡμέρας τὰς ἡμέρας ταύτας· ταῖς μὲν γὰρ ἀθρόα ἡ κάθαρσις γίνεται ταῖς δὲ κατ’ ὀλίγον, τὸ δὲ σῶμα βαρύνεται πάσαις, ἕως ἂν ἐξέλθῃ.
因为她们在这些日子里会感到疼痛;在一些人身上排毒是一次性完成的,而在另一些人身上则是逐渐进行的,但在月经排出之前,所有女性的身体都会感到沉重。
Πολλαῖς δὲ καὶ ὅταν ὁρμᾷ τὰ καταμήνια καὶ μέλλῃ ῥήγνυσθαι, πνιγμοὶ γίνονται καὶ ψόφος ἐν ταῖς ὑστέραις, ἕως ἂν ῥαγῇ.
在许多女性身上,当月经开始涌动、即将破流而出时,子宫内会出现窒息感和声响,直到经水破流而出。
Φύσει μὲν οὖν ἡ σύλληψις γίνεται μετὰ τὴν τούτων ἀπαλλαγὴν ταῖς γυναιξίν· καὶ ὅσαις μὴ γίνεται ταῦτα, ὡς ἐπὶ τὸ πολὺ ἄτεκνοι διατελοῦσιν.
因此,在自然状态下,女性在排净经水后便会受孕;而那些不来月经的女性,大体上终生不育。
Οὐ μὴν ἀλλὰ καὶ μὴ γινομένων τούτων ἔνιαι συλλαμβάνουσιν, ὅσαις συναθροίζεται ἰκμὰς τοσαύτη ὅση ταῖς γειναμέναις ὑπολείπεται μετὰ τὴν κάθαρσιν, ἀλλὰ μὴ ὥστε καὶ θύραζε ἐξιέναι.
尽管如此,也有一些不来月经的女性能够受孕,只要她们体内积聚的湿气,等同于已生育女性在月经后残留的量,只是还没多到流出体外的程度。
Καὶ γινομένων ἔτι ἔνιαι συλλαμβάνουσιν· ὕστερον δ’ οὐ συλλαμβάνουσιν, ὅσαις εὐθὺς μετὰ τὴν κάθαρσιν αἱ ὑστέραι συμμύουσιν.
还有些女性在月经期间仍能受孕;但如果女性的子宫在月经排净后立即闭合,之后便不能受孕。
Γίνεται δ’ ἐνίαις καὶ κυούσαις διὰ τέλους τὰ γυναικεῖα· συμβαίνει μέντοι ταύταις φαῦλα τίκτειν, καὶ ἢ μὴ σώζεσθαι εἰς αὔξην ἢ ἀσθενῆ τὰ ἔκγονα γίγνεσθαι.
有些女性在怀孕期间也会一直来月经;然而,这些女性往往会产下发育不良的后代,这些后代要么无法存活到成年,要么身体虚弱。
Πολλαῖς δὲ καὶ διὰ τὸ δεῖσθαι τῆς συνουσίας ἢ διὰ τὴν νεότητα καὶ τὴν ἡλικίαν, ἢ διὰ τὸ χρόνον ἀπέχεσθαι πολύν, καταβαίνουσιν αἱ ὑστέραι κάτω, καὶ τὰ γυναικεῖα γίνεται πολλάκις τρὶς τοῦ μηνός, ἕως ἂν συλλάβωσιν· τότε δ’ ἀπέρχονται πάλιν εἰς τὸν ἄνω τόπον τὸν οἰκεῖον.
在许多女性中,或是由于渴望性交,或是由于年轻和年龄关系,或是由于长期节欲,子宫会下垂,导致在受孕前每月常来三次月经;但一旦受孕,子宫便会回到上方其本来的位置。
Ἐνίοτε δὲ κἂν συμβῇ ἔχουσα, τύχῃ δ’ ὑγρὰ οὖσα, ἀποφυσᾷ τοῦ σπέρματος τὸ ὑγρότερον.
有时,即使她已经受孕,如果她恰好体质湿润,也会将精液中较稀薄的部分排出。
Πάντων δὲ τῶν ζῴων, ὥσπερ εἴρηται καὶ πρότερον, ταῖς γυναιξὶ μᾶλλον τῶν ἄλλων θηλειῶν ἡ κάθαρσις γίνεται πλείστη.
在所有动物中,正如前面所说,女性的排毒比其他任何雌性动物都要多。
Τοῖς μὲν γὰρ μὴ ζῳοτοκοῦσιν οὐθὲν τοιοῦτον ἐπισημαίνει διὰ τὸ τὴν περίττωσιν ταύτην τρέπεσθαι εἰς τὸ σῶμα (μείζω τε γὰρ ἔνια τῶν ἀρρένων ἐστί, καὶ ἔτι τοῖς μὲν εἰς φολίδας τοῖς δ’ εἰς λεπίδας τοῖς δ’ εἰς τὸ τῶν πτερῶν ἀναλίσκεται πλῆθος), τοῖς δὲ πεζοῖς καὶ ζῳοτόκοις εἴς τε τὰς τρίχας καὶ τὸ σῶμα (λεῖον γὰρ ἄνθρωπός ἐστι μόνον) καὶ εἰς τὰ οὖρα (παχεῖαν γὰρ τὰ πλεῖστα καὶ πολλὴν τὰ τοιαῦτα ποιεῖται τὴν ἔκκρισιν)· ταῖς δὲ γυναιξὶν ἀντὶ τούτων τρέπεται τὸ περίττωμα εἰς τὴν κάθαρσιν.
因为在非胎生动物中,没有这种明显的迹象,因为这种多余物被转移到了身体上(因为在某些物种中雌性比雄性更大,此外,在一些动物中它被消耗在角质鳞上,在另一些动物中消耗在鱼鳞上,在另一些动物中则消耗在大量的羽毛上);而在陆生胎生动物中,它被转移到了毛发和身体上(因为只有人类是光滑无毛的)以及尿液中(因为此类动物大多排泄出浓稠且大量的尿液);但在女性中,多余物代替这些被转移到了月经排毒中。
Ὁμοίως δ’ ἔχει τοῦτο καὶ ἐπὶ τῶν ἀρρένων· πλεῖστον γὰρ ὡς κατὰ τὸ μέγεθος ἀφίησι σπέρμα τῶν ἄλλων ζῴων ἄνθρωπος (διὸ καὶ λειότατον τῶν ζῴων ἐστὶν ἄνθρωπος), καὶ αὐτῶν δ’ οἱ ὑγρότεροι τὰς φύσεις καὶ μὴ πολύσαρκοι λίαν, καὶ οἱ λευκότεροι δὲ τῶν μελάνων.
在男性中也是同样的情况;因为按体型比例来看,人类比其他任何动物排出的精液都要多(这也是人类是动物中最光滑无毛的原因),而在男性中,天生体质较湿润且不过于肥胖者,以及肤色较白者比肤色较深者排出得更多。
Καὶ ἐπὶ γυναικῶν δὲ τὸν αὐτὸν τρόπον· ταῖς γὰρ εὐσάρκοις πορεύεται εἰς τὴν τροφὴν τοῦ σώματος τὸ πολὺ τῆς ἐκκρίσεως.
在女性中也是如此;因为在肉体丰满的女性中,大部分排泄物被用于身体的营养。
Καὶ ἐν ταῖς ὁμιλίαις δὲ τῶν ἀφροδισίων αἱ λευκότεραι τὴν φύσιν ἐξικμάζουσι μᾶλλον τῶν μελαινῶν.
在性交时,天生肤色较白的女性比肤色较深的女性能分泌出更多的湿气。
Ποιεῖ δὲ τῆς τροφῆς τὰ ὑγρὰ καὶ δριμέα τοιαύτην τὴν ὁμιλίαν μᾶλλον.
而食物中湿润且辛辣的成分,会使人在性交时更容易产生此类分泌物。