Humanitext Reader

亚里士多德 · 动物志 §7.1#2

青春期后的体质变化与生育能力的成熟

第 121 段,共 189 段 · 希腊语

内容简介

本文讨论了青春期男女体质及乳房的发育变化、体内多余物排出与健康的关系,并指出满二十一岁是生殖能力成熟的分水岭,同时阐述了过早生育及频繁分娩对身体的影响,以及精液性质与子女性别的关系。

§7.1#2Γίνονται δέ τινες ἄνηβοι ἐκ γενετῆς καὶ ἄγονοι διὰ τὸ πηρωθῆναι περὶ τὸν τόπον τὸν γόνιμον· ὁμοίως δὲ καὶ γυναῖκες γίνονται ἄνηβοι ἐκ γενετῆς.
有一些人先天发育不全且由于生殖部位受损而不能生育;同样地,也有女性先天发育不全。
Μεταβάλλουσι δὲ καὶ τὰς ἕξεις καὶ τὰ ἄρρενα καὶ τὰ θήλεα περί τε τὸ ὑγιεινότερα εἷναι καὶ νοσερώτερα, καὶ περὶ τὴν τοῦ σώματος ἰσχνότητα καὶ παχύτητα καὶ εὐτροφίαν· μετὰ γὰρ τὴν ἥβην οἱ μὲν ἐξ ἰσχνῶν παχύνονται καὶ ὑγιεινότεροι γίνονται, οἱ δὲ τοὐναντίον· ὁμοίως δὲ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν παρθένων.
无论是雄性还是雌性,其体质在变得更健康或更易生病、以及身体的消瘦、肥胖和营养状况方面都会发生变化;因为在青春期之后,一些人会由瘦变胖并变得更健康,而另一些人则相反;同样的情况也会发生在少女身上。
Ὅσοι μὲν γὰρ παῖδες ἢ ὅσαι παρθένοι περιττωματικὰ τὰ σώματα εἶχον, συναποκρινομένων τῶν τοιούτων τοῖς μὲν ἐν τῷ σπέρματι ταῖς δ’ ἐν τοῖς καταμηνίοις ὑγιεινότερα τὰ σώματα γίνεται καὶ εὐτραφέστερα, ἐξιόντων τῶν ἐμποδιζόντων τὴν ὑγίειαν καὶ τὴν τροφήν· ὅσοι δὲ τοὐναντίον, ἰσχνότερα καὶ νοσερώτερα τὰ σώματα γίνεται· ἀπὸ γὰρ τῆς φύσεως καὶ τῶν καλῶς ἐχόντων ἡ ἀπόκρισις γίνεται τοῖς μὲν ἐν τῷ σπέρματι ταῖς δ’ ἐν τοῖς καταμηνίοις.
那些在孩童时期体内多余物较多的男孩或女孩,当这些多余物共同排出时(男孩通过精液,女孩通过月经),他们的身体就会变得更健康、营养更好,因为阻碍健康和营养的物质被排出了;但那些相反的人,其身体就会变得更瘦且更易生病;因为排出物是从他们自然且健康的物质中分流出来的——前者通过精液,后者通过月经。
Ἔτι δὲ ταῖς γε παρθένοις καὶ τὰ περὶ τοὺς μαστοὺς γίνεται διαφερόντως ἑτέραις πρὸς ἑτέρας· αἱ μὲν γὰρ πάμπαν μεγάλους ἴσχουσιν, αἱ δὲ μικρούς.
此外,在少女身上,乳房的发育也因人而异;有些人的乳房非常大,而有些人则很小。
Ὡς ἐπὶ τὸ πολὺ δὲ συμβαίνει τοῦτο, ὅσαι ἂν παῖδες οὖσαι περιττωματικαὶ ὦσιν· μελλόντων γὰρ καὶ οὔπω γινομένων τῶν γυναικείων, ὅσῳ ἂν πλείων ἡ ὑγρότης ᾖ, τοσούτῳ μᾶλλον ἀναγκάζει αἴρεσθαι ἄνω, ἕως ἂν καταρραγῇ· ὥστε τότε λαβόντες ὄγκον οἱ μαστοὶ διαμένουσι καὶ εἰς τὸ ὕστερον.
这种情况多发生于那些在孩童时期多余物较多的少女身上;因为当月经将潮未潮之际,体液越多,就越被迫向上推挤,直到月经来潮;因而此时隆起的乳房在日后也会保持原样。
Καὶ τῶν ἀρρένων δὲ ἐπιδηλότεροι γίνονται καὶ γυναικικώτεροι οἱ μαστοί, καὶ νεωτέροις καὶ πρεσβυτέροις οὖσι, τοῖς ὑγροῖς καὶ λείοις καὶ μὴ φλεβώδεσι, καὶ τούτων μᾶλλον τοῖς μέλασιν ἢ λευκοῖς.
而在男性中,无论是年轻的还是年长的,在那些体质湿润、皮肤光滑且血管不显露的人身上,乳房会变得更明显且更女性化,而在这些人中,肤色较深者又比肤色较白者更明显。
Μέχρι μὲν οὖν τῶν τρὶς ἑπτὰ ἐτῶν τὸ μὲν πρῶτον ἄγονα τὰ σπέρματά ἐστιν· ἔπειτα γόνιμα μὲν μικρὰ δὲ καὶ ἀτελῆ γεννῶσι καὶ οἱ νέοι καὶ αἱ νέαι, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ζῴων τῶν πλείστων.
因此,在满二十一岁之前,精液最初是不能生育的;之后,虽然有了生育能力,但年轻男子和年轻女子所生的后代依然弱小且发育不全,正如在其他大多数动物中所发生的那样。
Συλλαμβάνουσι μὲν οὖν αἱ νέαι θᾶττον· ἐὰν δὲ συλλάβωσιν, ἐν τοῖς τόκοις πονοῦσι μᾶλλον.
年轻女性确实更容易受孕;但如果她们受孕,在分娩时会承受更多痛苦。
Καὶ τὰ σώματα δ’ αὐτῶν ἀτελέστερα γίνεται ὡς ἐπὶ τὸ πολὺ καὶ γηράσκει θᾶττον, τῶν τ’ ἀφροδισιαστικῶν ἀρρένων καὶ τῶν γυναικῶν τῶν τοῖς τόκοις χρωμένων πλείοσιν· δοκεῖ γὰρ οὐδ’ ἡ αὔξησις ἔτι γίνεσθαι μετὰ τοὺς τρεῖς τόκους.
而且她们的身体大体上会发育得更不完全,且衰老得更快,这对于纵欲的男性和经历多次分娩的女性都是如此;因为在经历三次分娩之后,身体似乎就不再增长了。
Καθίστανται δὲ καὶ σωφρονίζονται μᾶλλον ὅσαι τῶν γυναικῶν ἀκόλαστοι πρὸς πρὸς τὴν ὁμιλίαν εἰσὶ τὴν τῶν ἀφροδισίων, ὅταν τοῖς τόκοις χρήσωνται πολλοῖς.
而那些在性交上放荡的女性,在经历多次分娩后,也会变得更加安分和克制。
Μετὰ δὲ τὰ τρὶς ἑπτὰ ἔτη αἱ μὲν γυναῖκες πρὸς τὰς τεκνογονίας ἤδη εὐκαίρως ἔχουσιν, οἱ δ’ ἄνδρες ἔτι ἔχουσιν ἐπίδοσιν.
满二十一岁之后,女性已经处于生育的适宜时期,而男性则仍有成长的空间。
Ἔστι δὲ τὰ μὲν λεπτὰ τῶν σπερμάτων ἄγονα, τὰ δὲ χαλαζώδη γόνιμα καὶ ἀρρενογόνα μᾶλλον· τὰ δὲ λεπτὰ καὶ μὴ θρομβώδη θηλυγόνα.
此外,稀薄的精液是不能生育的,而呈冰雹状的精液是可育的且更容易生男孩;稀薄而不凝结的精液则容易生女孩。
Καὶ τοῦ γενείου δὲ τρίχωσις συμβαίνει τοῖς ἄρρεσι περὶ τὴν ἡλικίαν ταύτην.
大约在这一时期,男性的胡须也开始生长。

词汇与语法注释

  1. §7.1#2διὰ τὸ πηρωθῆναι — 使用介词 διὰ 配合带冠词的被动语态不定式 πηρωθῆναι 表示原因。此处不定式的逻辑主语是 τινες(某些人、男性),指出他们因生殖部位受损或发育不全而导致不育(ἄγονοι)。
  2. §7.1#2συναποκρινομένων τῶν τοιούτων — 属格独立(genitive absolute)结构。以中性复数名词 τῶν τοιούτων(这些东西,指代 περιττωματικά“多余物”)为主语,搭配现在时被动分词 συναποκρινομένων(共同排出)。
  3. §7.1#2τῶν γυναικείων — 实质上指代月经(καταμήνια)的中性复数形容词。短语 μελλόντων γὰρ καὶ οὔπω γινομένων τῶν γυναικείων 也是一个属格独立结构,表示“女性的特有物(月经)将潮未潮”时的临时状态。
  4. §7.1#2ὅσῳ... τοσούτῳ — 使用表示程度差异的与格形成的比例结构(ὅσῳ... τοσούτῳ,“越……就越……”)。其中 ὅσῳ ἂν 搭配虚拟语气 ᾖ 构成了泛指的条件从句。
  5. §7.1#2ἕως ἂν καταρραγῇ — 由连词 ἕως ἂν 搭配过去时被动/不及物虚拟语气 καταρραγῇ(破裂、流出)引导的时间从句,表示未来的界限或不确定的时间点(“直到月经破出”)。

引用这一段

亚里士多德, 动物志 §7.1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:7.1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。