§7.3Γίνεται δὲ σημεῖον τοῦ συνειληφέναι ταῖς γυναιξίν, ὅταν εὐθὺς γένηται μετὰ τὴν ὁμιλίαν ὁ τόπος ξηρός.
女性受孕的迹象是,在交配后该部位立即变得干燥。
Ἂν μὲν οὖν λεῖα τὰ χείλη ᾖ τοῦ στόματος, οὐ θέλει συλλαμβάνειν (ἀπολισθαίνει γάρ), οὐδ’ ἂν παχέα·
因此,如果子宫口的唇部是光滑的,就不易受孕(因为精液会滑落),厚的时候也是如此。
ἂν δ’ ἁπτομένῳ τῷ δακτύλῳ τραχύτερα ᾖ καὶ ἀντέχηται, καὶ ἂν λεπτὰ τὰ χείλη, τότε εὐκαίρως ἔχει πρὸς τὴν σύλληψιν.
但如果用手指触摸时感觉较粗糙且有阻力,而且唇部较薄,那么此时正处于适宜受孕的状态。
Πρὸς μὲν οὖν τὸ συλλαμβάνειν τοιαύτας δεῖ κατασκευάζειν τὰς ὑστέρας, πρὸς δὲ τὸ μὴ συλλαμβάνειν τοὐναντίον·
因此,为了受孕,必须将子宫调理成这种状态;而为了避孕,则要使其相反。
ἂν γὰρ ᾖ λεῖα τὰ χείλη, οὐ συλλαμβάνει· διὸ ἔνιαι τῆς μήτρας πρὸς ὃ πίπτει τὸ σπέρμα, ἀλείφουσιν ἐλαίῳ κεδρίνῳ ἢ ψιμυθίῳ ἢ λιβανωτῷ, διέντες ἐλαίῳ.
因为如果唇部光滑,就不会受孕;因此,有些女性在精液落入的子宫部位涂抹杉木油,或者涂抹溶于油中的铅白或乳香。
Ἐὰν δὲ ἑπτὰ ἐμμείνῃ ἡμέρας, φανερὸν ὅτι εἴληπται· αἱ γὰρ καλούμεναι ἐκρύσεις ἐν ταύταις γίνονται ταῖς ἡμέραις.
如果在体内停留七天,显然已经受孕;因为所谓的“滑胎(ekrhysis)”就是在这几天内发生的。
Αἱ δὲ καθάρσεις φοιτῶσι ταῖς πλείσταις ἐπί τινα χρόνον συνειληφυίαις, ἐπὶ μὲν τῶν θηλειῶν τριάκονθ’ ἡμέρας μάλιστα, περὶ δὲ τετταράκοντα ἐπὶ τῶν ἀρρένων.
此外,大多数女性在受孕后仍会持续来一段时间月经;如果怀的是女胎,大约持续三十天,如果是男胎,则大约持续四十天。
Καὶ μετὰ τοὺς τόκους δ’ αἱ καθάρσεις βούλονται τὸν αὐτὸν ἀριθμὸν ἀποδιδόναι τοῦτον, οὐ μὴν ἐξακριβοῦσί γε πάσαις ὁμοίως.
在分娩之后,排毒也倾向于呈现相同的日数,但并非在所有女性身上都同样精确。
Μετὰ δὲ τὴν σύλληψιν καὶ τὰς ἡμέρας τὰς εἰρημένας οὐκέτι κατὰ φύσιν, ἀλλ’ εἰς τοὺς μαστοὺς τρέπεται καὶ γίνεται γάλα.
在受孕并度过上述日子之后,经水不再按常态排出,而是流向乳房并转化为乳汁。
Ἐπισημαίνει δὲ τὸ πρῶτον μικρόν τε καὶ ἀραχνιῶδες τὸ γάλα ἐν τοῖς μαστοῖς.
起初,乳房中的乳汁显现得很少,且呈蜘蛛网状。
Ὅταν δὲ συλλάβωσιν, αἴσθησις μάλιστα ἐγγίνεται ἔν τε ταῖς λαγόσιν· ἐνίαις γὰρ γίνονται πληρέστεραι εὐθύς· μᾶλλον δ’ ἐπιδήλως τοῦτο συμβαίνει ταῖς ἰσχναῖς.
怀孕时,侧腹部会有明显的异样感;因为有些女性的侧腹会立刻变得丰满,这在消瘦的女性身上表现得更为明显。
Καὶ ἐν τοῖς βουβῶσιν ἐπὶ μὲν τῶν ἀρρένων ὡς ἐπὶ τὸ πολὺ ἐν τῷ δεξιῷ μᾶλλον περὶ τὰς τετταράκοντα γίνεται ἡ κίνησις, τῶν δὲ θηλειῶν ἐν τῷ ἀριστερῷ περὶ ἐνενήκονθ’ ἡμέρας.
此外,在腹股沟处,怀男胎时的胎动大多发生在右侧,大约在四十天左右;怀女胎时的胎动则在左侧,大约在九十天左右。
Οὐ μὴν ἀλλ’ ἀκρίβειάν γε τούτων οὐδεμίαν ὑποληπτέον· πολλαῖς γὰρ θηλυτοκούσαις ἡ κίνησις ἐν τῷ δεξιῷ γίνεται, καὶ ταῖς ἐν τῷ ἀριστερῷ ἄρρεν·
然而,不应对此抱有任何绝对的准确性;因为在许多怀女胎的女性中,胎动发生在右侧,而在一些胎动在左侧的女性中,生的却是男胎。
ἀλλὰ καὶ ταῦτα καὶ τὰ τοιαῦτα πάντα διαφέρει ὡς ἐπὶ τὸ πολὺ τῷ μᾶλλον καὶ ἧττον.
其实,这些以及所有类似的事情,大抵都只是程度高低上的差异。
Περὶ δὲ τοῦτον τὸν χρόνον καὶ σχίζεται τὸ κύημα· τὸν δ’ ἔμπροσθεν ἄναρθρον συνέστηκε κρεῶδες.
在这一时期,胚胎也开始分化;在此之前,它只是一个没有关节的肉质块。
Καλοῦνται δ’ ἐκρύσεις μὲν αἱ μέχρι τῶν ἑπτὰ ἡμερῶν διαφθοραί, ἐκτρωσμοὶ δ’ αἱ μέχρι τῶν τετταράκοντα· καὶ πλεῖστα διαφθείρεται τῶν κυημάτων ἐν ταύταις ταῖς ἡμέραις.
七天以内的流失被称为“滑胎(ekrhysis)”,而四十天以内的流产被称为“小产(ektrosmos)”;大多数胚胎都是在这几天内夭折的。
Τὸ μὲν οὖν ἄρρεν ὅταν ἐξέλθῃ τετταρακοσταῖον, ἐὰν μὲν εἰς ἄλλο τι ἀφῇ τις, διαχεῖταί τε καὶ ἀφανίζεται, ἐὰν δ’ εἰς ψυχρὸν ὕδωρ, συνίσταται οἷον ἐν ὑμένι·
当男胎在第四十天排出时,如果将其落在其他物体上,它就会消散并消失;但如果放入冷水中,它就会凝固,如同包裹在膜中一样。
τούτου δὲ διακνισθέντος φαίνεται τὸ ἔμβρυον τὸ μέγεθος ἡλίκον μύρμηξ τῶν μεγάλων, τά τε μέλη δῆλα, τά τε ἄλλα πάντα καὶ τὸ αἰδοῖον, καὶ οἱ ὀφθαλμοὶ καθάπερ ἐπὶ τῶν ἄλλων ζῴων μέγιστοι.
剖开这层膜后,便可看见胚胎,其大小如同一只大蚂蚁,肢体清晰可见,其他所有部位,特别是生殖器也十分明显,眼睛像其他动物一样特别大。
Τὸ δὲ θῆλυ, ὅ τι μὲν ἂν διαφθαρῇ ἐντὸς τῶν τριῶν μηνῶν, ἀδιάρθρωτον ὡς ἐπὶ τὸ πολὺ φαίνεται· ὅ τι δ’ ἂν ἐπιλάβῃ τοῦ τετάρτου μηνός, γίνεται ἐσχισμένον καὶ διὰ ταχέων λαμβάνει τὴν ἄλλην διάρθρωσιν.
另一方面,女胎若在三个月内流产,大体上呈现出未分化的状态;但如果进入第四个月,它就会出现分化,并迅速完成其余的分化过程。
Τέως μὲν οὖν πᾶσαν τὴν τελείωσιν τῶν μορίων βραδύτερον ἀπολαμβάνει τὸ θῆλυ τοῦ ἄρρενος, καὶ δεκάμηνα γίνεται μᾶλλον τῶν ἀρρένων·
因此,在此之前,女胎各器官发育完善的速度要慢于男胎,且比男胎更常在第十个月出生。
ὅταν δὲ γένηται, θᾶττον τὰ θήλεα τῶν ἀρρένων καὶ νεότητα καὶ ἀκμὴν λαμβάνει καὶ γῆρας, καὶ μᾶλλον αἱ πλείοσι χρώμεναι τόκοις, ὥσπερ εἴρηται πρότερον.
然而出生之后,女性比男性更快地经历青年期、壮年期和老年期,正如前面所说,那些生育次数较多的女性尤为如此。