§6.4Τίκτουσι δὲ πάντα μὲν τὰ περιστεροειδῆ δύο, οἷον φάττα καὶ τρυγὼν ὡς ἐπὶ τὸ πολύ, τὰ δὲ πλεῖστα τρία τρυγὼν καὶ φάττα.
所有鸽类鸟都产两个蛋,例如斑鸠和山斑鸠,在大多数情况下是这样;但最多产三个蛋,即山斑鸠和斑鸠。
Τίκτει δ’ ἡ μὲν περιστερά, ὥσπερ εἴρηται, πᾶσαν ὥραν, τρυγὼν δὲ καὶ φάττα ἐν τῷ ἔαρι, οὐ πλεονάκις ἢ δίς· τίκτει δὲ τὰ δεύτερα, ὅταν τὰ πρότερον γεννηθέντα διαφθαρῇ· πολλαὶ γὰρ διαφθείρουσιν αὐτὰ τῶν ὀρνίθων.
正如已经说过的那样,鸽子在所有季节都产卵,而山斑鸠和斑鸠在春天产卵,不超过两次;当先前产下的雏鸟被毁坏时,它们会产下第二次的蛋;因为许多鸟类会毁坏它们。
Τίκτει μὲν οὖν, ὥσπερ εἴρηται, καὶ τρία ποτέ· ἀλλ’ ἐξάγει οὐδέποτε δυοῖν πλέον νεοττοῖν, ἐνίοτε δὲ καὶ ἕνα μόνον· τὸ δ’ ὑπολειπόμενον τῶν ᾠῶν ἀεὶ οὔριόν ἐστιν.
因此,正如已经说过的那样,它们有时甚至产三个蛋;但它们从未孵育超过两只雏鸟,有时甚至只有一只;而剩下的蛋总是风卵。
Τῶν δὲ πλείστων ὀρνέων οὐδὲν αὐτοετὲς γεννᾷ.
在大多数鸟类中,没有一种是在出生当年就繁殖的。
Ἄπαντες δ’ οἱ ὄρνιθες, ἐπειδὰν ἅπαξ ἄρξωνται τίκτειν, διὰ τέλους ὡς εἰπεῖν ἔχουσιν ᾠά, ἀλλ’ ἐν ἐνίοις διὰ μικρότητα οὐ ῥᾴδιον ἰδεῖν.
所有的鸟类,一旦开始产卵,可以说终生体内都有卵,但在某些鸟类中,由于卵太小,不易看清。
Ἡ δὲ περιστερὰ ὡς ἐπὶ τὸ πολὺ ἄρρεν καὶ θῆλυ, καὶ τούτων ὡς ἐπὶ τὸ πολὺ πρότερον τὸ ἄρρεν τίκτει· καὶ τεκοῦσα μίαν ἡμέραν διαλείπει τὰ πολλά, εἶτα πάλιν τίκτει θάτερον.
鸽子大多数情况下产一雄一雌,其中大多数情况下先产雄性;产下一个蛋后,通常间隔一天,然后产下另一个。
Ἐπῳάζει δὲ καὶ ὁ ἄρρην ἐν τῷ μέρει τῆς ἡμέρας, τὴν δὲ νύκτα ἡ θήλεια.
雄鸟也在白天的部分时间轮流孵蛋,而雌鸟在夜间孵蛋。
Ἐκπέττεταί τε καὶ ἐκλέπεται ἐντὸς εἴκοσιν ἡμερῶν τὸ γενόμενον πρότερον τῶν ᾠῶν· τιτρώσκει δὲ τὸ ᾠὸν τῇ προτεραίᾳ ἢ ἐκλέπει.
先产下的那个蛋在二十天内成熟并孵化;雏鸟在孵化前一天啄壳。
Καὶ συνθερμαίνουσι τοὺς νεοττοὺς ἀμφότεροι ἐπὶ χρόνον τὸν αὐτὸν ὅνπερ καὶ τὰ ᾠά.
双亲共同温煦雏鸟的时间与孵蛋的时间相同。
Χαλεπωτέρα δὲ ἡ θήλειά ἐστι περὶ τὴν τεκνοτροφίαν τοῦ ἄρρενος, ὥσπερ καὶ τὰ ἄλλα ζῷα μετὰ τὸν τόκον.
雌鸟在抚育幼鸟时比雄鸟更为凶悍,就像其他动物在产仔后一样。
Τίκτουσι δὲ τοῦ ἐνιαυτοῦ καὶ δεκάκις, ἤδη δέ τινες καὶ ἑνδεκάκις, αἱ δ’ ἐν Αἰγύπτῳ καὶ δωδεκάκις.
它们一年中甚至产卵十次,有的已经达到十一次,而在埃及的甚至达到十二次。
Ὀχεύει δὲ καὶ ὀχεύεται ἡ περιστερὰ ἐντὸς ἐνιαυτοῦ· καὶ γὰρ ἕκμηνος ὀχεύει καὶ ὀχεύεται.
鸽子在一年之内就会交配并被交配;因为到了六个月大时,它们就会交配并被交配。
Τὰς δὲ φάττας καὶ τὰς τρυγόνας ἔνιοί φασιν ὀχεύεσθαι καὶ γεννᾶν καὶ τρίμηνα ὄντα, σημεῖον ποιούμενοι τὴν πολυπλήθειαν αὐτῶν.
但也有人说,斑鸠和山斑鸠在三个月大时就会交配并繁殖,他们以其数量众多作为证据。
Ἔγκυα δὲ γίνεται δέκα καὶ τέτταρας ἡμέρας, καὶ ἐπῳάζει ἄλλας τοσαύτας· ἐν ἑτέραις δὲ δέκα καὶ τέτταρσι πτεροῦνται οὕτως ὥστε μὴ ῥᾳδίως καταλαμβάνεσθαι.
它们怀胎十四天,并孵卵同样长的时间;在另外十四天里,羽毛长齐,以至于不易被捉住。
Βιοῖ δὲ φάττα, ὡς φασί, καὶ τετταράκοντα ἔτη· καὶ αἱ πέρδικες δὲ πλείω ἢ ἔτη ἑκκαίδεκα.
据人们说,斑鸠甚至能活四十年;而鹧鸪能活十六年以上。
Τίκτει δὲ ἡ περιστερὰ ἀπονεοττεύουσα πάλιν ἐν τριάκονθ’ ἡμέραις.
鸽子在雏鸟离巢后,在三十天内会再次产卵。
§6.5Ὁ δὲ γὺψ νεοττεύει μὲν ἐπὶ πέτραις ἀπροσβάτοις· διὸ σπάνιον ἰδεῖν νεοττιὰν γυπὸς καὶ νεοττούς.
秃鹫在无法攀登的悬崖上筑巢;因此,很少有人能看到秃鹫的巢和雏鸟。
Καὶ διὰ τοῦτο καὶ Ἡρόδωρος ὁ Βρύσωνος τοῦ σοφιστοῦ πατὴρ φησὶν εἶναι τοὺς γῦπας ἀφ’ ἑτέρας γῆς, ἀδήλου ἡμῖν, τοῦτό τε λέγων τὸ σημεῖον, ὅτι οὐδεὶς ἑώρακε γυπὸς νεοττιάν, καὶ ὅτι πολλοὶ ἐξαίφνης φαίνονται ἀκολουθοῦντες τοῖς στρατεύμασιν.
也正因为如此,诡辩家布里森的父亲赫罗多罗斯也说,秃鹫来自我们所不知道的另一片土地,他提出了这个证据:没有人见过秃鹫的巢,并且许多秃鹫会突然出现,跟随着军队。
Τὸ δ’ ἐστὶ χαλεπὸν μὲν ἰδεῖν, ὦπται δ’ ὅμως.
虽然这很难看到,但它还是被观察到了。
Τίκτουσι δὲ δύο ᾠὰ οἱ γῦπες.
秃鹫产两个蛋。
Τὰ μὲν οὖν ἄλλα ὅσα σαρκοφάγα οὐκ ὦπται πλεονάκις ἢ ἅπαξ τίκτοντα, ἡ δὲ χελιδὼν δὶς νεοττεύει μόνον τῶν σαρκοφάγων· τῶν δὲ νεοττῶν ἄν τις ἔτι νέων ὄντων τῆς χελιδόνος τὰ ὄμματα ἐκκεντήσῃ, γίνονται ὑγιεῖς καὶ βλέπουσιν ὕστερον.
除了吞食肉类的其他鸟类未被观察到一年产卵一次以上外,只有燕子在食肉鸟类中会筑巢两次;如果有人在燕子的雏鸟还小的时候刺穿它们的眼睛,它们以后会痊愈并能看见。