§6.3#1Ἡ δὲ γένεσις ἐκ τοῦ ᾠοῦ τοῖς ὄρνισι συμβαίνει μὲν τὸν αὐτὸν τρόπον πᾶσιν, οἱ δὲ χρόνοι διαφέρουσι τῆς τελειώσεως, καθάπερ εἴρηται.
鸟类中从卵中产生的过程对所有鸟类来说都是以同样的方式发生的,但发育完全所需的时间则有所不同,正如已经说过的那样。
Ταῖς μὲν οὖν ἀλεκτορίσι τριῶν ἡμερῶν καὶ νυκτῶν παρελθουσῶν ἐπισημαίνει τὸ πρῶτον, ταῖς δὲ μείζοσιν αὐτῶν ὄρνισιν ἐν πλείονι χρόνῳ, ταῖς δ’ ἐλάττοσιν ἐν ἐλάττονι.
因此,对于母鸡,当过了三天三夜,最初的迹象就会显现;对于比它们大的鸟,时间更长,而对于较小的鸟,时间更短。
Γίνεται δ’ ἐν τούτῳ τῷ χρόνῳ ἤδη ἄνω τὸ ὠχρὸν προσεληλυθὸς πρὸς τὸ ὀξύ, ᾗπερ ἐστὶν ἡ ἀρχή τε τοῦ ᾠοῦ καὶ ἐκλέπεται τὸ ᾠόν, καὶ ὅσον στιγμὴ αἱματίνη ἐν τῷ λευκῷ ἡ καρδία.
在这段时间里,蛋黄已经上升并接近尖端,这里既是卵的起点,也是孵化卵的地方,而蛋白中则有心脏,如同血点一般大小。
Τοῦτο δὲ τὸ σημεῖον πηδᾷ καὶ κινεῖται ὥσπερ ἔμψυχον, καὶ ἀπ’ αὐτοῦ δύο πόροι φλεβικοὶ ἔναιμοι ἑλισσόμενοι φέρουσιν αὐξανομένου εἰς ἑκάτερον τῶν χιτώνων τῶν περιεχόντων.
这个血点跳动并移动着,仿佛具有生命,从它那里有两条带血的、呈螺旋状缠绕的静脉管道,随着胚胎的生长,通往包围着的两层膜的每一层。
Καὶ ὑμὴν δ’ αἱματικὰς ἶνας ἔχων ἤδη περιέχει τὸ λευκὸν κατὰ τὸν χρόνον τοῦτον ἀπὸ τῶν πόρων τῶν φλεβικῶν.
此时,一层带有血丝的薄膜已经从这些静脉管道中延伸出来并包围了蛋白。
Ὀλίγον δ’ ὕστερον καὶ τὸ σῶμα ἤδη ἀποκρίνεται, μικρὸν τὸ πρῶτον πάμπαν καὶ λευκόν.
稍后,身体也开始分化出来,起初极小且呈白色。
Δήλη δ’ ἡ κεφαλή, καὶ ταύτης οἱ ὀφθαλμοὶ μάλιστ’ ἐμπεφυσημένοι· καὶ τοῦτο μέχρι πόρρω διατελεῖ· ὀψὲ γάρ ποτε μικροὶ γίνονται καὶ συμπίπτουσιν.
头部清晰可见,头部中眼睛膨胀得最大;这种情况会持续很久;因为直到很晚,它们才变小并凹陷下去。
Τοῦ δὲ σώματος τὸ κάτω μέρος οὐθὲν φαίνεται μόριον πρὸς τὸ ἄνω τὸ πρῶτον.
至于身体,起初下半部分相对于上半部分完全看不出任何器官。
Τῶν δὲ πόρων τῶν ἐκ τῆς καρδίας τεινόντων ὁ μὲν φέρει εἰς τὸ κύκλῳ περιέχον, ὁ δ’ εἰς τὸ ὠχρὸν ὥσπερ ὀμφαλὸς ὤν.
在从心脏延伸出来的管道中,一条通往周围的包膜,另一条通往蛋黄,起着脐带的作用。
Ἡ μὲν οὖν ἀρχὴ τοῦ νεοττοῦ ἐστὶν ἐκ τοῦ λευκοῦ, ἡ δὲ τροφὴ διὰ τοῦ ὀμφαλοῦ ἐκ τοῦ ὠχροῦ.
因此,雏鸡的起点源于蛋白,而营养则通过脐带由蛋黄提供。
Δεκαταίου δ’ ἤδη ὄντος ὁ νεοττὸς ὅλος διάδηλος καὶ τὰ μέρη πάντα.
到了第十天,雏鸡整体及所有部分都已经清晰可见。
Ἔχει δ’ ἔτι τὴν κεφαλὴν μείζω τοῦ ἄλλου σώματος, καὶ τοὺς ὀφθαλμοὺς τῆς κεφαλῆς, οὐκ ἔχοντάς πω ὄψιν.
它的头部仍然比身体的其他部分大,头部中的眼睛也很大,但还没有视力。
Γίνονται δ’ οἱ ὀφθαλμοὶ περὶ τὸν χρόνον τοῦτον ἐξαιρόμενοι μείζους κυάμων καὶ μέλανες· ἀφαιρουμένου δὲ τοῦ δέρματος ὑγρὸν ἔνεστι λευκὸν καὶ ψυχρόν, σφόδρα στίλβον πρὸς τὴν αὐγήν, στερεὸν δ’ οὐθέν.
在这个时候,眼睛突出,变得比蚕豆还大,并且呈黑色;如果剥去表皮,里面有白色而冰凉的液体,在光线下闪闪发光,但没有任何固体。
Τὰ μὲν οὖν περὶ τὰ ὄμματα καὶ τὴν κεφαλὴν τοῦτον διάκειται τὸν τρόπον, ἔχει δ’ ἐν τῷ χρόνῳ τούτῳ καὶ τὰ σπλάγχνα ἤδη φανερὰ καὶ τὰ περὶ τὴν κοιλίαν καὶ τὴν τῶν ἐντέρων φύσιν, καὶ αἱ φλέβες αἱ ἀπὸ τῆς καρδίας φαινόμεναι τείνειν πρὸς τῷ ὀμφαλῷ ἤδη γίγνονται.
眼睛和头部的情况就是这样;此时,内脏、腹部周围和肠道的结构也都已经显露出来,而从心脏伸出并显现出朝向脐带延伸的静脉也已经形成。
Ἀπὸ δὲ τοῦ ὀμφαλοῦ τέταται φλὲψ ἡ μὲν πρὸς τὸν ὑμένα τὸν περιέχοντα τὸ ὠχρόν (τὸ δ’ ὠχρὸν ἐν τῷ χρόνῳ τούτῳ ὑγρόν ἐστιν ἤδη, καὶ πλεῖον ἢ τὸ κατὰ φύσιν), ἡ δ’ ἑτέρα εἰς τὸν ὑμένα τὸν περιέχοντα ὅλον τόν τε ὑμένα ἐν ᾧ ὁ νεοττός, καὶ τὸν τοῦ ὠχροῦ ὑμένα καὶ τὸ μεταξὺ τούτων ὑγρόν.
从脐带延伸出一条静脉通往包围蛋黄的膜(此时蛋黄已经变稀,且比平常要多),另一条静脉则通往包围全部的膜——即包围着雏鸡所在的膜、蛋黄的膜以及它们之间的液体的膜。
Αὐξανομένου γὰρ τοῦ νεοττοῦ κατὰ μικρὸν τοῦ ὠχροῦ τὸ μὲν ἄνω γίνεται τὸ δὲ κάτω, ἐν μέσῳ δὲ τὸ λευκὸν ὑγρόν· τοῦ δὲ κάτω ὠχροῦ τὸ λευκὸν κάτωθεν, ὥσπερ τὸ πρῶτον ὑπῆρχεν.
因为随着雏鸡的生长,蛋黄逐渐一部分变到上方,一部分变到下方,中间则是稀蛋白;而在下方的蛋黄下,蛋白仍像起初一样处于最下面。
Δεκαταίου δ’ ὄντος τὸ λευκὸν ἔσχατον γίνεται, ὀλίγον ἤδη ὂν καὶ γλίσχρον καὶ παχὺ καὶ ὕπωχρον.
到了第十天,蛋白移到最外层,此时量已很少,且变得黏稠、浓厚并呈微黄色。
Τέτακται γὰρ τῇ θέσει ἕκαστα τόνδε τὸν τρόπον.
因为在位置上,各部分的排列方式如下。
Πρῶτος μὲν καὶ ἔσχατος πρὸς τὸ ὄστρακον ὁ τοῦ ᾠοῦ ὑμήν, οὐχ ὁ τοῦ ὀστράκου, ἀλλ’ ὑπ’ ἐκεῖνον.
紧贴着蛋壳最外层的第一层是蛋的薄膜,不是蛋壳本身的膜,而是它下面的那一层。