§6.30Αἱ δ’ ἄρκτοι τὴν μὲν ὀχείαν ποιοῦνται, ὥσπερ εἴρηται πρότερον, οὐκ ἀναβαδὸν ἀλλὰ κατακεκλιμέναι ἐπὶ τῆς γῆς.
正如前文所述,熊的交配不是通过骑跨而是通过横卧在地上进行的。
Κύει δ’ ἄρκτος τριάκονθ’ ἡμέρας.
熊怀孕三十天。
Τίκτει δὲ καὶ ἓν καὶ δύο, τὰ δὲ πλεῖστα πέντε.
它产下一到两仔,最多五仔。
Ἐλάχιστον δὲ τίκτει τὸ ἔμβρυον τῷ μεγέθει ὡς κατὰ τὸ σῶμα τὸ ἑαυτῆς· ἔλαττον μὲν γὰρ γαλῆς τίκτει, μεῖζον δὲ μυός, καὶ ψιλὸν καὶ τυφλόν, καὶ σχεδὸν ἀδιάρθρωτα τὰ σκέλη καὶ τὰ πλεῖστα τῶν μορίων.
它产下的胎儿在尺寸上相对于其自身的身体而言是极小的;因为她产下的幼仔比鼬鼠小但比老鼠大,无毛且盲,且其四肢和大部分器官几乎尚未分化。
Τὴν δ’ ὀχείαν ποιεῖται τοῦ μηνὸς τοῦ Ἐλαφηβολιῶνος, τίκτει δὲ περὶ τὴν ὥραν τὴν τοῦ φωλεύειν.
交尾发生在埃拉佩博里昂月,生产则在冬眠期前后。
Γίγνονται μὲν οὖν περὶ τὸν χρόνον τοῦτον καὶ ἡ θήλεια καὶ ἡ ἄρρην πιότατοι· ὅταν δ’ ἐκθρέψῃ τρίτῳ μηνί, ἐκφαίνουσιν ἤδη τοῦ ἔαρος.
因此,在这个时期,雌熊和雄熊都变得最肥胖;当雌熊在第三个月哺乳完毕后,它们便在春天显露身形。
Καὶ ἡ ὕστριξ δὲ φωλεύει καὶ κύει ἴσας ἡμέρας, καὶ τἆλλα ὡσαύτως τῇ ἄρκτῳ.
豪猪也同样冬眠并怀孕相同的天数,在其他方面也与熊相似。
Κύουσαν δ’ ἄρκτον ἔργον ἐστὶ λαβεῖν.
而要捕获一只怀孕的熊是一件难事。
§6.31Λέων δ’ ὅτι μὲν ὀχεύει ὄπισθεν καὶ ἔστιν ὀπισθουρητικόν, εἴρηται πρότερον· ὀχεύει δὲ καὶ τίκτει οὐ πᾶσαν ὥραν, καθ’ ἕκαστον μέντοι τὸν ἐνιαυτόν.
至于狮子向后交配且向后排尿,这在前面已经说过;它并非在所有季节交配和生产,但确实每年都会。
Τίκτει μὲν οὖν τοῦ ἔαρος, τίκτει δ’ ὡς ἐπὶ τὸ πολὺ δύο, τὰ μέντοι πλεῖστα ἕξ· τίκτει δ’ ἐνίοτε καὶ ἕν.
它在春季生产,通常产下两仔,最多六仔,有时也产下一仔。
Ὁ δὲ λεχθεὶς μῦθος περὶ τοῦ ἐκβάλλειν τὰς ὑστέρας τίκτοντα ληρώδης ἐστί, συνετέθη δ’ ἐκ τοῦ σπανίους εἶναι τοὺς λέοντας, ἀποροῦντος τὴν αἰτίαν τοῦ τὸν μῦθον συνθέντος· σπάνιον γὰρ τὸ γένος τὸ τῶν λεόντων ἐστὶ καὶ οὐκ ἐν πολλῷ γίνεται τόπῳ, ἀλλὰ τῆς Εὐρώπης ἁπάσης ἐν τῷ μεταξὺ τοῦ Ἀχελῴου καὶ τοῦ Νέσσου ποταμοῦ.
关于狮子在生产时会排出子宫的传说非常荒谬,它是由于狮子稀少而被编造出来的,因为编造这一神话的人找不到原因;因为狮子的种群稀少,且不分布在很多地方,而是在整个欧洲中,仅分布在阿刻罗俄斯河与内索斯河之间。
Τίκτει δὲ καὶ ὁ λέων πάνυ μικρὰ οὕτως ὥστε δίμηνα ὄντα μόλις βαδίζειν.
狮子产下的幼仔也极小,以至于两个月大时还几乎无法行走。
Οἱ δ’ ἐν Συρίᾳ λέοντες τίκτουσι πεντάκις, τὸ πρῶτον πέντε, εἶτ’ ἀεὶ ἑνὶ ἐλάττονα· μετὰ δὲ ταῦτα οὐκέτι οὐδὲν τίκτουσιν, ἀλλ’ ἄγονοι διατελοῦσιν.
叙利亚的狮子生产五次,第一次五仔,之后每次递减一仔;此后便不再生产,终生不孕。
Οὐκ ἔχει δὲ ἡ λέαινα χαίτην, ἀλλ’ ὁ ἄρρην λέων.
雌狮没有鬃毛,而雄狮有。
Βάλλει δὲ ὁ λέων τῶν ὀδόντων τοὺς κυνόδοντας καλουμένους τέτταρας μόνους, δύο μὲν ἄνωθεν δύο δὲ κάτωθεν· βάλλει δ’ ἑξάμηνος ὢν τὴν ἡλικίαν.
狮子在其牙齿中只脱落被称为犬齿的四颗,上面两颗,下面两颗;它在六个月大时脱落这些牙齿。
§6.32Ἡ δὲ ὕαινα τῷ μὲν χρώματι λυκώδης ἐστί, δασυτέρα δέ, καὶ λοφιὰν ἔχει δι’ ὅλης τῆς ῥάχεως· περὶ δὲ τῶν αἰδοίων ὃ λέγεται, ὡς ἔχει ἄρρενος καὶ θηλείας, ψεῦδός ἐστιν.
鬣狗的颜色像狼,但毛更密,沿整个脊椎有一条鬃毛;关于其生殖器兼具雌雄两性的传闻是假的。
Ἀλλ’ ἔχει τὸ μὲν τοῦ ἄρρενος ὅμοιον τῷ τῶν λύκων καὶ τῶν κυνῶν, τὸ δὲ δοκοῦν θηλείας εἶναι ὑποκάτω μὲν ἔχει τῆς κέρκου, παραπλήσιον δ’ ἐστὶ τῷ σχήματι τῷ τοῦ θήλεος, οὐκ ἔχει μέντοι οὐδένα πόρον· ὑποκάτω δ’ ἐστὶν αὐτοῦ ὁ τῆς περιττώσεως πόρος.
雄性具有与狼和狗类似的生殖器,而看似雌性器官的部分在尾巴下方,形状与雌性相似,但没有任何通道;在它下方则是排泄物的通道。
Ἡ δὲ θήλεια ὕαινα ἔχει μὲν καὶ τὸ ὅμοιον τῷ τῆς θηλείας λεγομένῳ αἰδοίῳ, ἔχει δ’ ὥσπερ ὁ ἄρρην αὐτὸ ὑποκάτω τῆς κέρκου, πόρον δ’ οὐδένα ἔχει· μετὰ δὲ τοῦτο ὁ τῆς περιττώσεώς ἐστι πόρος, ὑποκάτω δὲ τούτου τὸ ἀληθινὸν αἰδοῖον.
雌鬣狗也拥有与所谓的雌性生殖器相似的部分,并且像雄鬣狗一样位于尾巴下方,但没有任何通道;在此之后是排泄物通道,而在此之下才是真正的阴部。
Ἔχει δ’ ἡ ὕαινα ἡ θήλεια καὶ ὑστέραν, ὥσπερ καὶ τὰ ἄλλα ζῷα τὰ θήλεα, ὅσα ἐστὶ τοιαῦτα.
雌鬣狗也拥有子宫,就像其他同类雌性动物一样。
Σπάνιον δ’ ἐστι λαβεῖν θήλειαν ὕαιναν· ἐν ἕνδεκα γοῦν κυνηγός τις μίαν ἔφη λαβεῖν.
捕获雌鬣狗是罕见的;至少有一位猎人说,他在十一只中只捕获了一只。
§6.33Οἱ δὲ δασύποδες ὀχεύονται μὲν συνιόντες ὄπισθεν, ὥσπερ εἴρηται πρότερον (ἔστι γὰρ ὀπισθουρητικόν), ὀχεύονται δὲ καὶ τίκτουσι πᾶσαν ὥραν, καὶ ἐπικυΐσκονται ὅταν κύωσι, καὶ τίκτουσι κατὰ μὴνα.
正如前文所述,野兔通过在后方结合进行交配(因为它是向后排尿的),它们在所有季节交配并生产,在怀孕时还会重复受孕,并且每月生产。
Τίκτουσι δ’ οὐκ ἀθρόα, ἀλλὰ διαλείπουσιν ἡμέρας ὅσας ἄν τύχωσιν.
它们并非一次产尽,而是间隔不定的天数。
Ἴσχει δ’ ἡ θήλεια γάλα πρότερον ἢ τεκεῖν, καὶ τεκοῦσα εὐθὺς ὀχεύεται, καὶ συλλαμβάνει ἔτι θηλαζομένη· τὸ δὲ γάλα παχύτητι ὅμοιόν ἐστι τῷ ὑείῳ.
雌兔在生产前便有乳汁,分娩后立即交配,并在哺乳时便再次受孕;其乳汁的粘稠度与猪乳相似。
Τίκτει δὲ τυφλά, ὥσπερ τὰ πολλὰ τῶν πολυσχιδῶν.
它产下失明的幼仔,就像大多数多趾动物一样。
§6.34Ἡ δ’ ἀλώπηξ ὀχεύει μὲν ἀναβαίνουσα, τίκτει δ’ ὥσπερ ἡ ἄρκτος, καὶ ἔτι μᾶλλον ἀδιάρθρωτον.
狐狸通过骑跨进行交配,但其生产情况像熊一样,而且幼仔甚至更加不分化。
Ὅταν δὲ μέλλῃ τίκτειν, ἐκτοπίζει οὕτως ὥστε σπάνιον εἶναι τὸ ληφθῆναι κύουσαν.
当它将要生产时,它会改变栖息地,以至于极少能捕获到怀孕的狐狸。
Ὅταν δ’ ἐκτέκῃ, τῇ γλώττῃ λείχουσα ἐκθερμαίνει καὶ συμπέττει.
当它生产后,用舌头舔舐以使其温暖并使其成形。
Τίκτει δὲ τέτταρα τὰ πλεῖστα.
它最多产下四仔。