Humanitext Reader

亚里士多德 · 动物志 §6.20

狗的交配妊娠与寿命及品种差异

第 112 段,共 189 段 · 希腊语

内容简介

本章探讨了狗的繁殖、妊娠期、发情征兆、产仔数、寿命以及换牙特征,并详细说明了拉科尼亚犬与其他品种的差异。

§6.20Τῶν δὲ κυνῶν ἔστι μὲν γένη πλείω, ὀχεύει δὲ κύων ἡ Λακωνικὴ μὲν ὀκτάμηνος καὶ ὀχεύεται· καὶ τὸ σκέλος δ’ αἴροντες οὐροῦσιν ἤδη ἔνιοι περὶ τὸν χρόνον τοῦτον.
狗有许多品种,拉科尼亚犬在八个月大时交尾并接受交尾;其中一些狗在这个时期已经开始抬起一条腿排尿。
Κυΐσκεται δὲ κύων ἐκ μιᾶς ὀχείας· δῆλον δὲ τοῦτο γίνεται μάλιστα ἐν τοῖς κλέπτουσι τὰς ὀχείας· ἅπαξ γὰρ ἐπιβάντες πληροῦσιν.
狗通过一次交尾就能受孕;这在偷情交尾的狗身上表现得最为明显;因为公狗只需骑上一次就能使母狗受孕。
Κύει δ’ ἡ μὲν Λακωνικὴ ἕκτον μέρος τοῦ ἐνιαυτοῦ (τοῦτο δ’ ἐστὶν ἡμέραι ἑξήκοντα), κἂν ἄρα μιᾷ ἢ δυσὶν ἢ τρισὶ πλείονας ἡμέρας καὶ ἐλάττους μιᾷ.
拉科尼亚犬怀孕一年的六分之一时间(即六十天),或许也会多一天、两天或三天,或少一天。
Τυφλὰ δὲ γίνεται αὐτῇ τὰ σκυλάκια, ὅταν τέκῃ, δώδεκα ἡμέρας.
它的幼崽在出生时是瞎的,持续十二天。
Τεκοῦσα δὲ πάλιν ὀχεύεται ἕκτῳ μηνί, καὶ οὐ πρότερον.
产仔后,母狗在第六个月再次交尾,不会提前。
Ἔνιαι δὲ κύουσι τῶν κυνῶν τὸ πέμπτον μέρος τοῦ ἐνιαυτοῦ (τοῦτο δ’ ἐστὶν ἡμέραι ἑβδομήκοντα καὶ δύο), τυφλὰ δὲ γίνεται τὰ σκυλάκια τούτων τῶν κυνῶν ἡμέρας δεκατέτταρας.
有些狗怀孕一年的五分之一时间(即七十二天),这些狗的幼崽在十四天内是瞎的。
Ἔνιαι δὲ κύουσι μὲν τέταρτον μέρος τοῦ ἐνιαυτοῦ (τοῦτο δ’ ἐστὶ τρεῖς μῆνες ὅλοι), τυφλὰ δὲ τὰ σκυλάκια τούτων γίνεται ἑπτακαίδεχ’ ἡμέραις.
还有些狗怀孕一年的四分之一时间(即整整三个月),这些狗的幼崽在十七天内是瞎的。
Δοκεῖ δὲ σκυζᾶν τὸν ἴσον χρόνον κύων.
狗发情的时间似乎也是相同长度。
Τὰ δὲ καταμήνια ταῖς κυσὶν ἑπτὰ ἡμέραις γίνεται· συμβαίνει δ’ ἅμα καὶ ἔπαρσις αἰδοίου.
母狗的经期持续七天;同时伴有阴部肿胀。
Ἐν δὲ τῷ χρόνῳ τούτῳ οὐ προσίενται ὀχείαν, ἀλλ’ ἐν ταῖς μετὰ ταύτας ἑπτὰ ἡμέραις· τὰς γὰρ πάσας δοκεῖ σκυζᾶν ἡμέρας τέτταρας καὶ δέκα ὡς ἐπὶ τὸ πολύ, οὐ μὴν ἀλλά τισι καὶ περὶ ἑκκαίδεχ’ ἡμέρας γεγένηται τοῦτο τὸ πάθος.
在这段时间里,它们不接受交尾,而是在这之后的七天里接受;因为它们总共发情的时间,在大体上似乎是十四天,不过在某些狗身上,这种状态也曾持续大约十六天。
Ἡ δ’ ἐν τοῖς τόκοις κάθαρσις γίνεται ἅμα τοῖς σκυλακίοις τικτομένοις, ἔστι δ’ αὕτη παχεῖα καὶ φλεγματώδης· καὶ τὸ πλῆθος δ’, ὅταν ἐκτέκωσιν, ἀπισχναίνεται ἔλαττον ἢ κατὰ τὸ σῶμα.
产仔时的恶露与幼崽出生同时排出,这种分泌物黏稠且呈黏液状;在它们产仔完毕后,其量的减少与身体相比并不算明显。
Τὸ δὲ γάλα αἱ κύνες ἴσχουσι πρὸ τοῦ τεκεῖν ὡς ἐπὶ τὸ πολὺ ἡμέρας πέντε· οὐ μὴν ἀλλ’ ἐνίαις καὶ ἑπτὰ γίνεται πρότερον καὶ τέτταρσιν.
母狗在产仔前大体上五天就会有奶水;不过在某些狗身上,也会提前七天或四天出现。
Χρήσιμον δ’ εὐθύς ἐστι τὸ γάλα, ὅταν τέκωσιν.
当它们产仔后,这奶水立刻就能派上用场。
Ἡ δὲ Λακωνικὴ μετὰ τὴν ὀχείαν τριάκονθ’ ἡμέραις ὕστερον.
而拉科尼亚犬则在交尾后三十天就有奶水。
Τὸ μὲν οὖν πρῶτον παχύ ἐστι, χρονιζόμενον δὲ γίνεται λεπτότερον.
起初奶水黏稠,但随着时间推移会变稀。
Διαφέρει δὲ παχύτητι τὸ κύνειον τῶν ἄλλων ζῴων μετὰ τὸ ὕειον καὶ δασυπόδειον.
犬乳的黏稠度在所有动物中仅次于猪乳和野兔乳。
Γίνεται δὲ σημεῖον καὶ ὅταν ἡλικίαν ἔχωσι τοῦ ὀχεύεσθαι· ὥσπερ γὰρ τοῖς ἀνθρώποις, ἐπὶ ταῖς θηλαῖς τῶν μαστῶν ἐπιγίνεται ἀνοίδησίς τις καὶ χόνδρον ἴσχουσιν· οὐ μὴν ἀλλ’ ἔργον μὴ συνήθει ὄντι ταῦτα καταμαθεῖν· οὐ γὰρ ἔχει μέγεθος οὐθὲν τὸ σημεῖον.
当它们达到交尾年龄时,也会出现征兆;因为正如人类一样,它们的乳头会出现某种肿胀,并带有软骨般的硬度;不过,对于不熟悉的人来说,要察觉这一点是件难事,因为这一征兆并不明显。
Τῇ μὲν οὖν θηλείᾳ τοῦτο συμβαίνει, τῷ δ’ ἄρρενι οὐθὲν τούτων.
母狗会出现这种情况,而雄狗则完全没有这些征兆。
Τὸ δὲ σκέλος αἴροντες οὐροῦσιν οἱ ἄρρενες ὡς μὲν ἐπὶ τὸ πολὺ ὅταν ἑξάμηνοι ὦσιν· ποιοῦσι δέ τινες τοῦτο καὶ ὕστερον, ἤδη ὀκτάμηνοι ὄντες, καὶ πρότερον ἢ ἑξάμηνοι· ὡς γὰρ ἁπλῶς εἰπεῖν, ὅταν ἰσχύειν ἄρξωνται, αὐτὸ ποιοῦσιν.
雄狗抬腿排尿,大体上是在六个月大时;但有些狗更晚,已经到八个月大时才这样做,有些则早于六个月;简单来说,当它们开始变得强壮时,就会这样做。
Αἱ δὲ θήλειαι πᾶσαι καθεζόμεναι οὐροῦσιν· ἤδη δέ τινες καὶ τούτων ἄρασαι τὸ σκέλος οὔρησαν.
雌狗全部蹲着排尿;但其中也有一些已经抬起腿排尿过。
Τίκτει δὲ κύων σκυλάκια τὰ πλεῖστα δώδεκα, ὡς δ’ ἐπὶ τὸ πολὺ πέντε ἢ ἕξ· ἤδη δὲ καὶ ἓν ἔτεκέ τις· αἱ δὲ Λακωνικαὶ ὡς ἐπὶ τὸ πολὺ ὀκτώ.
母狗最多产下十二只幼崽,但大体上是五只或六只;也曾有母狗只产下一只;而拉科尼亚犬大体上产下八只。
Ὀχεύονται δ’ αἱ θήλειαι καὶ ὀχεύουσιν οἱ ἄρρενες ἕως ἂν ζῶσιν.
只要活着,雌狗就会接受交尾,雄狗也会进行交尾。
Ἴδιον δ’ ἐπὶ τῶν Λακωνικῶν συμβαίνει πάθος· πονήσαντες γὰρ μᾶλλον δύνανται ὀχεύειν ἢ ἀργοῦντες.
在拉科尼亚犬身上发生了一种奇特的现象:比起闲散时,它们在劳作或活动后更容易进行交尾。
Ζῇ δ’ ἡ μὲν Λακωνικὴ κύων ὁ μὲν ἄρρην περὶ ἔτη δέκα, ἡ δὲ θήλεια περὶ ἔτη δώδεκα, τῶν δ’ ἄλλων κυνῶν αἱ μὲν πλεῖσται περὶ ἔτη τετταρακαίδεκα ἢ πεντεκαίδεκα, ἔνιαι δὲ καὶ εἴκοσιν· διὸ καὶ Ὅμηρον οἴονταί τινες ὀρθῶς ποιῆσαι τῷ εἰκοστῷ ἔτει ἀποθανόντα τὸν κύνα τοῦ Ὀδυσσέως.
拉科尼亚犬中,公狗活大约十年,母狗活大约十二年;而其他狗大多活大约十四年或十五年,有些甚至能活二十年;因此,有人认为荷马让奥德修斯的狗在第二十年死去是写得很正确的。
Ἐπὶ μὲν οὖν τῶν Λακωνικῶν διὰ τὸ πονεῖν τοὺς ἄρρενας μᾶλλον μακροβιώτεραι αἱ θήλειαι τῶν ἀρρένων· ἐπὶ δὲ τῶν ἄλλων λίαν μὲν οὐκ ἐπίδηλον, μακροβιώτεροι δ’ ὅμως οἱ ἄρρενες τῶν θηλειῶν εἰσίν.
因此在拉科尼亚犬中,由于公狗劳作较多,母狗比公狗更长寿;但在其他狗中,虽然不太明显,但公狗还是比母狗长寿。
Ὀδόντας δὲ κύων οὐ βάλλει πλὴν τοὺς καλουμένους κυνόδοντας· τούτους δ’ ὅταν ὦσι τετράμηνοι, ὁμοίως αἵ τε θήλειαι καὶ οἱ ἄρρενες.
狗除了所谓的犬齿外不换牙;无论是母狗还是公狗,都在四个月大时换犬齿。
Διὰ δὲ τὸ τούτους μόνους βάλλειν ἀμφισβητοῦσί τινες· οἱ μὲν γὰρ διὰ τὸ δύο μόνους βάλλειν ὅλως οὔ φασι (χαλεπὸν γὰρ ἐπιτυχεῖν τούτοις), οἱ δ’ ὅταν ἴδωσι τούτους, ὅλως οἴονται βάλλειν καὶ τοὺς ἄλλους.
因为它们只换这些牙,所以有些人对此有争议:有些人因为它们只换两颗,便说它们根本不换牙(因为很难碰巧看到这些牙掉落);而另一些人看到这些牙掉落,就以为它们也会换掉其他所有的牙。
Τὰς δ’ ἡλικίας ἐκ τῶν ὀδόντων σκοποῦσιν· οἱ μὲν γὰρ νέοι λευκοὺς καὶ ὀξεῖς ἔχουσιν, οἱ δὲ πρεσβύτεροι μέλανας καὶ ἀμβλεῖς.
人们根据牙齿来判断狗的年龄:因为年轻的狗牙齿又白又尖,而年老的狗牙齿则又黑又钝。

词汇与语法注释

  1. §6.20κἂν ἄρα μιᾷ ἢ δυσὶν ἢ τρισὶ πλείονας ἡμέρας καὶ ἐλάττους μιᾷ — κἂν(καὶ ἐάν)表示让步或条件(“或者即使”),而 πλείονας ἡμέρας 和 ἐλάττους 是表示时间多寡的对格。μιᾷ, δυσίν 和 τρισί 是表示程度差异的与格(度量与格)。
  2. §6.20τὸν ἴσον χρόνον — 表示动作持续时间的副词性对格,意为“相同长度的时间”,指代前文提到的各品种狗的妊娠期(或幼崽失明的时间)。
  3. §6.20ἔλαττον ἢ κατὰ τὸ σῶμα — 比较级 ἔλαττον 后接连词 ἤ,介词短语 κατὰ τὸ σῶμα(按身体比例,与身体相应)作为比较对象。这表示恶露的排出量与母狗的身体大小相比并不算太少。

引用这一段

亚里士多德, 动物志 §6.20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。