§6.2#1Τὸ δ’ ᾠὸν ἁπάντων ὁμοίως τῶν ὀρνίθων σκληρόδερμόν τ’ ἐστίν, ἐὰν γόνῳ γένηται καὶ μὴ διαφθαρῇ (ἔνια γὰρ μαλακὰ τίκτουσιν αἱ ἀλεκτορίδες), καὶ δίχροα τὰ ᾠὰ τὰ τῶν ὀρνίθων, ἐκτὸς μὲν τὸ λευκόν, ἐντὸς δὲ τὸ ὠχρόν.
所有鸟类的蛋同样都是硬壳的,只要它是通过受精产生的且没有损坏(因为有些母鸡会产下软壳蛋),而且鸟蛋是双色的,外侧是白色,内侧是黄色。
Διαφέρουσι δὲ καὶ τὰ τῶν περὶ ποταμοὺς καὶ λίμνας γινομένων ὀρνέων πρὸς τὰ τῶν ξηροβατικῶν· πολλαπλάσιον γὰρ ἔχει τὰ τῶν ἐνύδρων κατὰ λόγον τὸ ὠχρὸν πρὸς τὸ λευκόν.
栖息于江河湖泊周围的鸟蛋,与陆栖鸟蛋也有所不同;因为水生鸟蛋按比例,其黄色的部分要比白色的部分多出好几倍。
Καὶ τὰ χρώματα δὲ τῶν ᾠῶν διαφέρει κατὰ τὰ γένη τῶν ὀρνίθων· τῶν μὲν γὰρ λευκά ἐστι τὰ ᾠά, οἷον περιστερᾶς καὶ πέρδικος, τῶν δ’ ὠχρά, οἷον τῶν περὶ τὰς λίμνας, τῶν δὲ κατεστιγμένα, οἷον τὰ τῶν μελεαγρίδων καὶ φασιανῶν· τὰ δὲ τῆς κεγχρίδος ἐρυθρά ἐστιν ὥσπερ μίλτος.
鸟蛋的颜色也因鸟的属类而异;有些鸟的蛋是白色的,例如鸽子和鹧鸪,有些则是黄色的,例如湖泊周围的鸟,有些则带有斑点,例如珍珠鸡和雉鸡;而红隼的蛋则像红土一样红。
Ἔχει δὲ τὸ ᾠὸν διαφοράν· τῇ μὲν γὰρ ὀξὺ τῇ δὲ πλατύτερόν ἐστιν· ἐξιόντος δ’ ἡγεῖται τὸ πλατύ.
蛋也有形状上的差异;它一端尖,另一端较宽;产出时,宽的一端先出来。
Ἔστι δὲ τὰ μὲν μακρὰ καὶ ὀξέα τῶν ᾠῶν θήλεα, τὰ δὲ στρογγύλα καὶ περιφέρειαν ἔχοντα κατὰ τὸ ὀξὺ ἄρρενα.
在蛋中,长而尖的是雌性,圆而尖端有圆弧形的是雄性。
Ἐκπέττεται μὲν οὖν ἐπῳαζόντων τῶν ὀρνίθων, οὐ μὴν ἀλλὰ καὶ αὐτόματα ἐν τῇ γῇ ὥσπερ ἐν Αἰγύπτῳ, κατορυττόντων εἰς τὴν κόπρον· καὶ ἐν Συρακούσαις δὲ φιλοπότης τις ὑποτιθέμενος ὑπὸ τὴν ψίαθον εἰς τὴν γῆν τοσοῦτον ἔπινεν, ὡς φασί, χρόνον συνεχῶς, ἕως ἐκλέποι τὰ ᾠά.
蛋在鸟类孵化时变熟,但也可以像在埃及那样,通过把它们埋在粪土中,在泥土里自然孵化;在叙拉古,据说有一个嗜酒之人,把蛋放在草席下的地里,他就一直喝酒喝了那么长时间,直到蛋孵化出来。
Ἤδη δὲ καὶ κείμενα ἐν ἀγγείοις ἀλεεινοῖς ἐξεπέφθη καὶ ἐξῆλθεν αὐτόματα.
也有过把蛋放在温暖的器皿中,自然孵化并破壳而出的情况。
Ἡ μὲν οὖν γονὴ πάντων τῶν ὀρνίθων λευκή, ὥσπερ καὶ τῶν ἄλλων ζῴων· ὅταν δ’ ὀχευθῇ, ἄνω πρὸς τὸ ὑπόζωμα λαμβάνει ἡ θήλεια.
所有鸟类的精液都是白色的,和其他动物一样;但当交尾发生后,雌鸟在上方靠近横隔膜处接收它。
Καὶ τὸ μὲν πρῶτον μικρὸν καὶ λευκὸν φαίνεται, ἔπειτα ἐρυθρὸν καὶ αἱματῶδες, αὐξανόμενον δὲ ὠχρὸν καὶ ξανθὸν ἅπαν· ὅταν δ’ ἤδη γίγνηται ἁδρότερον, διακρίνεται, καὶ ἔσω μὲν τὸ ὠχρὸν ἔξω δὲ τὸ λευκὸν περιίσταται.
起初,它显得小而白,接着呈红色且带血色,随着它的长大,整个变成黄色和淡黄色;当它已经变得更粗大时,便发生了分化,黄色居于内部,白色环绕在外部。
Ὅταν δὲ τελειωθῇ, ἀπολύεταί τε καὶ ἐξέρχεται οὕτω τῷ καιρῷ ἐκ τοῦ μαλακὸν εἶναι μεταβάλλον ἐπὶ τὸ σκληρόν, ὥστ’ ἐξέρχεται μὲν οὔπω πεπηγός, ἐξελθὸν δ’ εὐθέως πήγνυται καὶ γίνεται σκληρόν, ἐὰν μὴ ἐξίῃ νενοσηκός.
当它发育完全时,便脱落并产出,在产出时,它从软变硬的契机把握得如此微妙,以至于它产出时虽尚未凝固,但一产出便立即凝固并变硬,除非它是因病态而产出。
Ἐφάνη δ’ ἤδη, οἷον ἔν τινι καιρῷ γίνεται τὸ ᾠόν (ἅπαν γὰρ ὠχρὸν ὁμοίως ἐστίν, ὥσπερ ὕστερον ὁ νεοττός), τοιαῦτα καὶ ἐν ἀλεκτρυόνι διαιρουμένῳ ὑπὸ τὸ ὑπόζωμα, οὗπερ αἱ θήλειαι ἔχουσι τὰ ᾠά, τὸ μὲν εἶδος ὠχρὰ ὅλα, τὸ δὲ μέγεθος ἡλίκα ᾠά· ἃν ἐν τέρατος λόγῳ τιθέασιν.
曾有人在剖开的母鸡横隔膜下方(即母鸟怀蛋之处),观察到了处于某一时期状态的卵(因为此时它同样全都是黄色的,就像后来的雏鸡一样),其外观全都是黄色的,大小则与成熟的蛋相当;人们把这当作异兆。
Οἱ δὲ λέγοντες ὅτι ὑπολείμματά ἐστι τὰ ὑπηνέμια τῶν ἔμπροσθεν ἐξ ὀχείας γινομένων, οὐκ ἀληθῆ λέγουσιν· ὦπται γὰρ ἱκανῶς ἤδη ἀνόχευτοι νεοττίδες ἀλεκτορίδων καὶ χηνῶν τίκτουσαι ὑπηνέμια.
那些说无精卵(风卵)是以前交尾产生的蛋的残留物的人,说得并不对;因为已经有充分的观察表明,未交尾的母鸡和母鹅也会产下无精卵。
Τὰ δ’ ᾠὰ τὰ ὑπηνέμια ἐλάττω μὲν τῷ μεγέθει γίνεται καὶ ἧττον ἡδέα καὶ ὑγρότερα τῶν γονίμων, πλήθει δὲ πλείω· ὑποτιθεμένων δὲ τῇ ὄρνιθι οὐθὲν παχύνεται τὸ ὑγρόν, ἀλλὰ τό τε ὠχρὸν διαμένει καὶ τὸ λευκὸν ὅμοια ὄντα.
无精卵在体积上较小,味道也不那么好,且比有精卵更稀薄,但在数量上更多;即使把它们放在鸟身下,其液体也完全不会变稠,而是蛋黄和蛋白都保持原来的状态。
Γίνεται δ’ ὑπηνέμια πολλῶν, οἷον ἀλεκτορίδος, πέρδικος, περιστερᾶς, ταῶνος, χηνός, χηναλώπεκος.
许多鸟都会产生无精卵,例如母鸡、鹧鸪、鸽子、孔雀、鹅、翘鼻麻鸭。
Ἐκλέπεται δ’ ἐπῳαζουσῶν ἐν τῷ θέρει θᾶττον ἢ ἐν τῷ χειμῶνι· ἐν ὀκτωκαίδεκα γὰρ ἡμέραις αἱ ἀλεκτορίδες ἐν τῷ θέρει ἐκλέπουσιν, ἐν δὲ τῷ χειμῶνι ἐνίοτ’ ἐν πέντε καὶ εἴκοσιν.
在夏天,鸟类孵蛋比在冬天更快破壳;因为在夏天,母鸡孵蛋只需十八天,而在冬天有时需要二十五天。
Διαφέρουσι μέντοι καὶ ὄρνιθες ὀρνίθων τῷ ἐπῳαστικώτεραι εἶναι ἕτεραι ἑτέρων.
不过,鸟与鸟之间也有差异,有些鸟比其他鸟更善于(热心于)孵卵。
Ἐὰν δὲ βροντήσῃ ἐπῳαζούσης, διαφθείρεται τὰ ᾠά.
如果在孵卵时打雷,蛋就会坏掉。
Τὰ δὲ καλούμενα ὑπό τινων κυνόσουσα καὶ οὔρια γίνεται τοῦ θέρους μᾶλλον.
那些被一些人称为“犬尾蛋”和“顺风蛋”的蛋,在夏天发生得更多。
Ζεφύρια δὲ καλεῖται τὰ ὑπηνέμια ὑπό τινων, ὅτι ὑπὸ τὴν ἐαρινὴν ὥραν φαίνονται δεχόμεναι τὰ πνεύματα αἱ ὄρνιθες· τοιοῦτον δὲ ποιοῦσι καὶ τῇ χειρί πως ψηλαφώμεναι.
无精卵也被一些人称为“西风蛋”,因为在春季,人们看到母鸟似乎在接受微风;当用手以某种方式抚摸它们时,它们也会做出同样的反应。