Humanitext Reader

亚里士多德 · 动物志 §6.1

鸟类的交尾产卵频率与筑巢习性

第 91 段,共 189 段 · 希腊语

内容简介

本章节讨论鸟类的繁殖,详细说明母鸡、鸽类及猛禽在产卵频率与数量上的差异,并描述了不同鸟类多样化的筑巢习性。

§6.1## Ζ. Αἱ μὲν οὖν τῶν ὄφεων καὶ τῶν ἐντόμων γενέσεις, ἔτι δὲ τῶν τετραπόδων καὶ ᾠοτόκων, τοῦτον ἔχουσι τὸν τρόπον.
因此,蛇类、昆虫以及有足卵生动物的生殖,就是这样的情况。
Οἱ δ’ ὄρνιθες ᾠοτοκοῦσι μὲν ἅπαντες, ἡ δ’ ὥρα τῆς ὀχείας καὶ οἱ τόκοι οὐ πᾶσιν ὁμοίως ἔχουσιν.
而鸟类虽然全都产卵,但它们交尾的季节和产卵却并非对所有鸟都相同。
Τὰ μὲν γὰρ καὶ ὀχεύεται καὶ τίκτει κατὰ πάντα τὸν χρόνον ὡς εἰπεῖν, οἷον ἀλεκτορὶς καὶ περιστερά, ἡ μὲν ἀλεκτορὶς ὅλον τὸν ἐνιαυτὸν ἔξω δύο μηνῶν τῶν ἐν τῷ χειμῶνι τροπικῶν.
因为有些鸟可以说几乎在所有时间里都交尾并产卵,例如母鸡和家鸽;其中母鸡整年都在产卵,除了冬至前后的两个月。
Πλῆθος δὲ τίκτουσιν ἔνιαι καὶ τῶν γενναίων πρὸ ἐπῳασμοῦ καὶ ἑξήκοντα· καίτοι ἧττον πολυτόκοι αἱ γενναῖαι τῶν ἀγεννῶν εἰσίν.
有些优良品种的母鸡在抱卵前会产下很多蛋,甚至达六十个;然而,优良品种的产蛋量其实不如普通品种。
Αἱ δὲ Ἀδριαναὶ ἀλεκτορίδες εἰσὶ· μὲν μικραὶ τὸ μέγεθος, τίκτουσι δ’ ἀν’ ἑκάστην ἡμέραν· εἰσὶ δὲ χαλεπαί, καὶ κτείνουσι τοὺς νεοττοὺς πολλάκις· χρώματα δὲ παντοδαπὰ ἔχουσιν.
亚德里亚母鸡体型较小,但每天都产卵;然而它们脾气暴躁,经常杀死自己的雏鸡;它们有各种各样的颜色。
Τίκτουσι δὲ καὶ οἰκογενεῖς ἔνιαι δὶς τῆς ἡμέρας· ἤδη δέ τινες λίαν πολυτοκήσασαι ἀπέθανον διὰ ταχέων.
有些家养的母鸡甚至一天产卵两次;曾经有一些母鸡因为产卵过多而很快死去。
Αἱ μὲν οὖν ἀλεκτορίδες τίκτουσιν, ὥσπερ εἴρηται, συνεχῶς· περιστερὰ δὲ καὶ φάττα καὶ τρυγὼν καὶ οἰνὰς διτοκοῦσι μέν, ἀλλ’ αἱ περιστεραὶ καὶ δεκάκις τοῦ ἐνιαυτοῦ τίκτουσιν.
因此,母鸡如前所述是不停产卵的;而家鸽、林鸽、斑鸠和岩鸽虽然一次产两枚蛋,但家鸽在一年中甚至能产卵十次。
Οἱ δὲ πλεῖστοι τῶν ὀρνίθων τίκτουσι τὴν ἐαρινὴν ὥραν, καὶ εἰσὶν οἱ μὲν πολύγονοι αὐτῶν, πολύγονοι δὲ διχῶς, οἱ μὲν τῷ πολλάκις, ὥσπερ αἱ περιστεραί, οἱ δὲ τῷ πολλά, ὥσπερ αἱ ἀλεκτορίδες.
但大多数鸟类在春季产卵,其中有些是多产的,而多产分为两种方式:一种是由于产卵频繁,如家鸽;另一种是由于一次产卵数量多,如母鸡。
Τὰ δὲ γαμψώνυχα πάντα ὀλιγόγονά ἐστιν, ἔξω κεγχρίδος· αὕτη δὲ πλεῖστα τίκτει τῶν γαμψωνύχων.
而所有具有弯爪的鸟都是少产的,红隼除外;红隼在弯爪鸟中产卵最多。
Ὦπται μὲν οὖν καὶ τέτταρα ἤδη, τίκτει δὲ καὶ πλείω.
目前已经观察到过产下四个蛋的情况,甚至还能产下更多。
Τίκτουσι δὲ τὰ μὲν ἄλλα ἐν νεοττιαῖς, τὰ δὲ μὴ πτητικὰ οὐκ ἐν νεοττιαῖς, οἷον αἵ τε πέρδικες καὶ οἱ ὄρτυγες, ἀλλ’ ἐν τῇ γῇ, ἐπηλυγαζόμενα ὕλην.
其他鸟类是在巢中产卵,而那些不善飞行的鸟,例如鹧鸪和鹌鹑,则不在巢中产卵,而是在地面上,用草木遮蔽自己。
Ὡσαύτως δὲ καὶ κόρυδος καὶ τέτριξ.
百灵鸟和特特里克斯也是如此。
Ταῦτα μὲν οὖν ὑπηνέμους ποιεῖται τὰς νεοττεύσεις· ὃν δ’ οἱ Βοιωτοὶ καλοῦσιν εἴροπα, εἰς τὰς ὀπὰς ἐν τῇ γῇ καταδυόμενος νεοττεύει μόνος.
因此,这些鸟把巢建在避风的地方;而波奥蒂亚人称为埃罗普斯的鸟,是唯一钻入地洞中筑巢的鸟。
Αἱ δὲ κίχλαι νεοττιὰν μὲν ποιοῦνται ὥσπερ αἱ χελιδόνες ἐκ πηλοῦ ἐπὶ τοῖς ὑψηλοῖς τῶν δένδρων, ἐφεξῆς δὲ ποιοῦσιν ἀλλήλαις καὶ ἐχομένας, ὥστ’ εἶναι διὰ τὴν συνέχειαν ὥσπερ ὁρμαθὸν νεοττιῶν.
而鸫鸟像燕子一样,用泥土在树的高处筑巢,并且它们把巢一个接一个地紧挨着建在一起,以至于因为这种连续性,它们就像一串鸟巢。
Ὁ δ’ ἔποψ μόνος οὐ ποιεῖται νεοττιὰν τῶν καθ’ ἑαυτὰ νεοττευόντων, ἀλλ’ εἰσδυόμενος εἰς τὰ στελέχη ἐν τοῖς κοίλοι αὐτῶν τίκτει, οὐδὲν συμφορούμενος·
在那些独自筑巢的鸟类中,唯独戴胜不自己建造巢穴,而是钻入树干的空洞中产卵,不收集任何筑巢材料。
Ὁ δὲ κόκκυξ καὶ ἐν οἰκίᾳ νεοττεύει καὶ ἐν πέτραις.
而杜鹃既在房屋中筑巢,也在岩石中筑巢。
Ἡ δὲ τέτριξ, ἣν καλοῦσιν Ἀθηναῖοι οὔραγα, οὔτ’ ἐπὶ τῆς γῆς νεοττεύει οὔτ’ ἐπὶ τοῖς δένδρεσιν, ἀλλ’ ἐπὶ τοῖς χαμαιζήλοις φυτοῖς.
至于特特里克斯,雅典人称之为乌拉克斯,它既不在地面上筑巢,也不在树上筑巢,而是在低矮的植物上筑巢。

词汇与语法注释

  1. 6.1διτοκοῦσι — 动词 διτοκέω 可以解释为“一次产两枚蛋”或“产卵两次”。结合鸠鸽科的生物学特征(每窝产两枚蛋),并与后文的“一年中甚至产卵十次(δεκάκις)”相对应,将其解释为“一次产两枚蛋”在逻辑上最为连贯。
  2. 6.1ὑπηνέμους — 形容词 ὑπήνεμος(避风的、受风保护的)的阴性复数宾语,修饰名词 νεοττεύσεις(筑巢),表述语性修饰,意为“在避风的状态下筑巢”。虽有观点将其解释为“通风的(暴露于风中的)”,但结合在地面和灌木丛中筑巢的鸟类的上下文,解释为“避风的”更为自然。
  3. 6.1τῶν καθ’ ἑαυτὰ νεοττευόντων — 现在分词属格的实体化结构,作前述形容词 μόνος(唯独)的分区属格。介词短语 καθ’ ἑαυτά 意为“独自”、“独立地”,指代那些不依赖其他鸟巢(或寄生)而自主筑巢的鸟类群体。

引用这一段

亚里士多德, 动物志 §6.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。