Humanitext Reader

亚里士多德 · 动物志 §6.16

鳗鱼的自然发生与观察证据

第 106 段,共 189 段 · 希腊语

内容简介

说明鳗鱼并非通过交尾或产卵产生,而是从被称为“大地的肠”等物质中自然发生,并从环境因素和观察事实两方面提供了证据。

§6.16Αἱ δ’ ἐγχέλυς οὔτ’ ἐξ ὀχείας γίνονται οὔτ’ ᾠοτοκοῦσιν, οὐδ’ ἐλήφθη πώποτε οὔτε θορὸν ἔχουσα οὐδεμία οὔτ’ ᾠά, οὔτ’ ἀνασχισθεῖσαι ἐντὸς θορικοὺς πόρους οὔθ’ ὑστερικοὺς ἔχουσιν· ἀλλὰ τοῦτο ὅλον τὸ γένος τῶν ἐναίμων οὐ γίνεται οὔτ’ ἐξ ὀχείας οὔτ’ ἐξ ᾠῶν.
鳗鱼既非产生于交尾,亦不产卵,而且从未有人捕获过带有精液或带有卵的任何鳗鱼,剖开后它们内部既没有输精管,也没有输卵管;事实上,这一整类有血动物既不通过交尾也不通过卵来产生。
Φανερὸν δ’ ἐστὶν ὅτι οὕτως ἔχει· ἐν ἐνίαις γὰρ τελματώδεσι λίμναις τοῦ τε ὕδατος παντὸς ἐξαντληθέντος καὶ τοῦ πηλοῦ ξυσθέντος γίνονται πάλιν, ὅταν ὕδωρ γένηται ὄμβριον· ἐν δὲ τοῖς αὐχμοῖς οὐ γίνονται, οὐδ’ ἐν ταῖς διαμενούσαις λίμναις· καὶ γὰρ ζῶσι καὶ τρέφονται ὀμβρίῳ ὕδατι.
显然事实正是如此:因为在一些沼泽般的湖泊中,即使将所有的水排干、泥土刮净,一旦下起雨来,它们又会重新产生;但在干旱时期它们不会产生,在常年存水的湖泊中也不会产生;因为它们依靠雨水生存和获取养分。
Ὅτι μὲν οὖν οὔτ’ ἐξ ὀχείας οὔτ’ ἐξ ᾠῶν γίνονται, φανερόν ἐστιν· δοκοῦσι δέ τισι γεννᾶν, ὅτι ἐν ἐνίαις τῶν ἐγχελύων ἑλμίνθια ἐγγίνεται· ἐκ τούτων γὰρ οἴονται γίνεσθαι ἐγχέλυς.
因此,它们既非产生于交尾亦非产生于卵是显而易见的;但有些人认为它们能够生育,是因为在一些鳗鱼体内会产生小寄生虫,他们便以为鳗鱼是由这些小虫产生的。
Τοῦτο δ’ ἐστὶν οὐκ ἀληθές, ἀλλὰ γίγνονται ἐκ τῶν καλουμένων γῆς ἐντέρων, ἃ αὐτόματα συνίσταται ἐν τῷ πηλῷ καὶ ἐν τῇ γῇ τῇ ἐνίκμῳ.
但这并不真实,它们其实产生于所谓的“大地的肠”,这是在泥土和湿润的土地中自然形成的。
Καὶ ἤδη εἰσὶν ὠμμέναι αἱ μὲν ἐκδύνουσαι ἐκ τούτων, αἱ δ’ ἐν διακνιζομένοις καὶ διαιρουμένοις γίνονται φανεραί.
而且已经观察到,有些鳗鱼正从这些东西中爬出来,有些则在这些东西被切碎和剖开时显现出来。
Καὶ ἐν τῇ θαλάττῃ δὲ καὶ ἐν τοῖς ποταμοῖς γίνονται τὰ τοιαῦτα, ὅταν ᾖ μάλιστα σῆψις, τῆς μὲν θαλάττης πρὸς τοῖς τοιούτοις τόποις οὗ ἂν ᾖ φῦκος, τῶν δὲ ποταμῶν καὶ λιμνῶν περὶ τὰ χείλη· ἐνταῦθα γὰρ ἡ ἀλέα ἰσχύουσα σήπει.
此外,在海洋和河流中也产生此类生物,尤其是在最易发生腐败的地方:在海洋中是靠近长有海藻的那些地方,在河流和湖泊中则是靠近岸边;因为在这些地方,强烈的热量会促进腐败。
Περὶ μὲν οὖν τῆς τῶν ἐγχελύων γενέσεως τοῦτον ἔχει τὸν τρόπον.
因此,关于鳗鱼的产生,情况就是这样。

词汇与语法注释

  1. §6.16οὐδ’ ἐλήφθη πώποτε οὔτε θορὸν ἔχουσα οὐδεμία οὔτ’ ᾠά — 动词 `ἐλήφθη`(`λαμβάνω` 的直陈式不定过去时被动第三人称单数)的主语是阴性单数代词 `οὐδεμία`。分词 `ἔχουσα` 在性、数、格上与该主语一致。`οὔτε θορὸν ... οὔτ’ ᾠά` 作为分词 `ἔχουσα` 的直接宾语,整句构成双重否定,意为“从未有任何一条[鳗鱼]被捕获时被发现带有精液或卵”。
  2. ¦p.210¦εἰσὶν ὠμμέναι — 这是一个迂回式完成时被动结构,由 `ὁράω`(看)的完成时被动分词阴性复数形式 `ὠμμέναι`(相当于雅典散文中的 `ἑωραμέναι`)和系动词 `εἰσίν` 组成。其在性、数上与阴性复数主语 `ἐγχέλυς`(鳗鱼)一致,表示“已被观察到”。
  3. ¦p.210¦ἐν διακνιζομένοις καὶ διαιρουμένοις — 介词 `ἐν` 所支配的中性复数与格现在时被动分词。它们暗指前文的“大地的肠”(`γῆς ἔντερα`),表示在这些东西“被细细抓碎和分割的过程中”。

引用这一段

亚里士多德, 动物志 §6.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。