Humanitext Reader

亚里士多德 · 动物志 §6.13

卵生鱼类的产卵受精与胚胎发育

第 103 段,共 189 段 · 希腊语

内容简介

本章描述了卵生鱼类生殖器官的结构和产卵过程,详细说明了通过雄鱼洒精进行受精的机制,以及乌贼等软体动物的类似行为,最后阐述了产卵后胚胎发育至稚鱼的阶段。

§6.13οἱ δ’ ᾠοκοκοῦντες τῶν ἰχθύων τὴν μὲν ὑστέραν δικρόαν ἔχουσι καὶ κάτω, καθάπερ ἐλέχθη πρότερον (ᾠοτοκοῦσι δὲ πάντες οἵ τε λεπιδωτοί, οἷον λάβραξ κεστρεὺς κέφαλος ἐτελίς, καὶ οἱ λευκοὶ καλούμενοι πάντες, καὶ οἱ λεῖοι πλὴν ἐγχέλυος), ᾠὸν δ’ ἴσχουσι ψαθυρόν.
在卵生的鱼类中,它们的子宫呈分叉状且位置较低,正如之前所说的那样(所有有鳞的鱼——例如鲈鱼、鲻鱼的一类、鲻鱼、埃特利斯等——以及所有被称为白身鱼的鱼,以及除鳗鱼之外的无鳞鱼,都是卵生的),并且它们拥有易碎的卵。
Τοῦτο δὲ φαίνεται διὰ τὸ τὴν ὑστέραν εἶναι πλήρη πᾶσαν ᾠῶν, ὥστ’ ἔν γε τοῖς μικροῖς τῶν ἰχθύων δοκεῖν ᾠὰ μόνον εἶναι δύο· διὰ τὴν μικρότητα γὰρ καὶ τὴν λεπτότητα ἄδηλος ἐν αὐτοῖς ἡ ὑστέρα.
这一点是显而易见的,因为子宫完全充满了卵,以至于在小鱼中似乎只有两个卵;因为由于子宫的微小和纤薄,在它们体内子宫是看不见的。
Περὶ μὲν οὖν τῆς ὀχείας πάντων τῶν ἰχθύων εἴρηται πρότερον.
关于所有鱼类的交秘,之前已经谈过。
Εἰσὶ δὲ τῶν ἰχθύων οἱ μὲν πλεῖστοι ἄρρενες καὶ θήλεις, περὶ δ’ ἐρυθρίνου καὶ χάννης ἀπορεῖται· πάντες γὰρ ἁλίσκονται κυήματα ἔχοντες.
然而,大多数鱼类分公和母,但关于红鲷鱼和石斑鱼则存在疑问;因为捕获的所有这些鱼都带有胚胎。
Συνίσταται μὲν οὖν καὶ ὀχευομένων ᾠὰ τοῖς συνδυαζομένοις τῶν ἰχθύων, ἴσχουσι δὲ καὶ ἄνευ ὀχείας.
因此,当成对的鱼交配时也会形成卵,但它们在没有交配的情况下也会有卵。
Δηλοῦσι δ’ ἔνιοι τῶν ποταμίων· εὐθὺς γὰρ γεννώμενοι ὡς εἰπεῖν καὶ μικροὶ ὄντες οἱ φοξῖνοι κυήματ’ ἔχουσιν.
一些河鱼说明了这一点;因为鱥鱼可以说在刚出生、体型还小的时候就带有胚胎。
Ἀπορραίνουσι δὲ τὰ ᾠά, καὶ καθάπερ λέγεται, τὰ μὲν πολλὰ ᾠὰ οἱ ἄρρενες ἀνακάπτουσι, τὰ δ’ ἀπόλλυται ἐν τῷ ὑγρῷ· ὅσα δ’ ἂν ἐκτέκωσιν εἰς τοὺς τόπους εἰς οὓς ἐκτίκτουσι, ταῦτα σώζεται· εἰ γὰρ πάντα ἐσώζετο, παμπληθὲς ἂν τὸ γένος ἦν ἑκάστων.
它们排出卵,正如人们所说,雄鱼会吞食大部分的卵,而其他卵则在水中流失;但只要它们在产卵的地方产下卵,这些卵就会保留下来;因为如果所有的卵都保留下来,每种鱼的族群都将是无限庞大的。
Καὶ τούτων δ’ οὐ γίνεται τὰ πολλὰ γόνιμα, ἀλλ’ ὅσα ἂν ἐπιρράνῃ ὁ ἄρρην τῷ θορῷ· ὅταν γὰρ ἐκτέκῃ, παρεπόμενος ὁ ἄρρην ἐπιρραίνει ἐπὶ τὰ ᾠὰ τὸν θορόν, καὶ ὅσα μὲν ἂν ἐπιρρανθῇ, ἐκ πάντων γίνεται ἰχθύδια, ἐκ δὲ τῶν ἄλλων ὅπως ἂν τύχῃ.
即使是这些卵,大多数也不会受精,而只有雄鱼洒上精液的那些才会受精;因为当雌鱼产卵时,雄鱼紧随其后将精液洒在卵上,凡是被洒上精液的,都会发育成小鱼,而其余的则听天由命。
Ταὐτὸ δὲ συμβαίνει τοῦτο καὶ ἐπὶ τῶν μαλακίων· ὁ γὰρ ἄρρην τῶν σηπιῶν, ὅταν ἐκτέκῃ ἡ θήλεια, ἐπιρραίνει τὰ ᾠά.
这同样发生在软体动物身上;因为雄性乌贼在雌性产卵时也会将精液洒在卵上。
Ὅπερ εὔλογον συμβαίνειν καὶ ἐπὶ τῶν ἄλλων μαλακίων, ἀλλ’ ἐπὶ τῶν σηπιῶν ὦπται ἐν τῷ παρόντι μόνον.
这在其他软体动物中也发生是合理的,但目前仅在乌贼身上观察到。
Ἐκτίκτουσι δὲ πρὸς τῇ γῇ, οἱ μὲν κωβιοὶ πρὸς τοῖς λίθοις, πλὴν πλατὺ καὶ ψαθυρὸν τὸ ἀποτικτόμενόν ἐστιν.
它们在陆地附近产卵,虾虎鱼在石头附近产卵,除了产下的东西是扁平且易碎的之外。
Ὁμοίως δὲ καὶ οἱ ἄλλοι· ἀλεεινά τε γάρ ἐστι τὰ περὶ τὴν γῆν, καὶ τροφὴν ἔχει μᾶλλον, καὶ πρὸς τὸ μὴ κατεσθίεσθαι ὑπὸ τῶν μειζόνων τὰ κυήματα.
其他鱼类也是如此;因为陆地附近的地方温暖,且有更多的食物,并且可以保护胚胎不被较大的鱼吞食。
Διὸ καὶ ἐν τῷ Πόντῳ περὶ τὸν Θερμώδοντα ποταμὸν οἱ πλεῖστοι τίκτουσιν· νήνεμος γὰρ ὁ τόπος καὶ ἀλεεινὸς καὶ ἔχων ὕδατα γλυκέα.
因此,在黑海的热尔莫东河周围,大多数鱼都在那里产卵;因为那个地方避风、温暖且有淡水。
Τίκτουσι δ’ οἱ μὲν ἄλλοι τῶν ᾠοτόκων ἰχθύων ἅπαξ τοῦ ἐνιαυτοῦ, πλὴν τῶν μικρῶν φυκίδων· αὗται δὲ δίς.
其他卵生鱼类每年产卵一次,只有小型的藻鱼除外;它们产卵两次。
Διαφέρει δ’ ὁ ἄρρην φύκης τῆς θηλείας τῷ μελάντερος εἶναι καὶ μείζους ἔχειν τὰς λεπίδας.
雄性藻鱼与雌性的区别在于它更黑,并且有更大的鳞片。
Οἱ μὲν οὖν ἄλλοι ἰχθύες ἐν γόνῳ τίκτουσι καὶ τὰ ᾠὰ ἀφιᾶσιν· ἣν δὲ καλοῦσί τινες βελόνην, ὅταν ἤδη ὥρα ᾖ τοῦ τίκτειν, διαρρήγνυται, καὶ οὕτω τὰ ᾠὰ ἐξέρχεται.
那么,其他鱼类以普通的方式产卵并排出卵;但有些人称为针鱼的那种鱼,在到了产卵季节时,腹部会裂开,卵就这样排出来。
Ἔχει γάρ τινα ὁ ἰχθὺς οὗτος διάφυσιν ὑπὸ τὴν γαστέρα καὶ τὸ ἦτρον, ὥσπερ οἱ τυφλίναι ὄφεις· ὅταν δ’ ἐκτέκῃ, συμφύεται ταῦτα πάλιν.
因为这种鱼在腹部和下腹部下方有某种裂缝,就像盲蛇一样;当它产卵后,这些裂缝会重新闭合。
Ἡ δὲ γένεσις ἐκ τοῦ ᾠοῦ ὁμοίως συμβαίνει ἐπί τε τῶν ἔσω ᾠοτοκούντων καὶ ἐπὶ τῶν ἔξω· ἐπ’ ἄκρου τε γὰρ γίνεται καὶ ὑμένι περιέχεται, καὶ πρῶτον διάδηλοι οἱ ὀφθαλμοὶ μεγάλοι καὶ σφαιροειδεῖς ὄντες.
无论是体内卵生还是体外卵生,从卵到孵化的过程都是相似的;因为孵化发生在边缘并包裹在膜中,首先清晰可见的是大而圆的眼睛。
Ἧι καὶ δῆλον ὅτι οὐχ ὥσπερ τινές φασιν, ὁμοίως γίνονται τοῖς ἐκ τῶν σκωλήκων γινομένοις· τοὐναντίον γὰρ συμβαίνει ἐπ’ ἐκείνων, τὰ κάτω μείζω πρῶτον, οἱ δ’ ὀφθαλμοὶ καὶ ἡ κεφαλὴ ὕστερον.
由此也清楚表明,它们并不像有些人所说的那样,其产生方式与由蠕虫产生的生物相似;因为在它们的情况下发生了相反的事情,下部首先较大,而眼睛和头部在后。
Ὅταν δ’ ἀναλωθῇ τὸ ᾠόν, γίνονται γυρινώδεις, καὶ τὸ μὲν πρῶτον οὐδεμίαν τροφὴν λαμβάνοντα αὐξάνονται ἐκ τῆς ἀπὸ τοῦ ᾠοῦ ἐγγιγνομένης ὑγρότητος, ὕστερον δὲ τρέφονται ἕως ἂν αὐξηθῶσι τοῖς ποταμίοις ὕδασιν.
当卵被消耗完时,它们会变得像蝌蚪一样,起初不摄取任何食物,而是靠卵中产生的营养水分成长,随后在河水中进食直到长大。
Τοῦ δὲ Πόντου καθαιρομένου ἐπιφέρεταί τι κατὰ τὸν Ἑλλήσποντον ὃ καλοῦσι φῦκος· ἔστι δ’ ὠχρὸν τοῦτο.
当黑海被净化时,会沿着赫勒斯滂海峡运送一些被称为藻类的东西;这是黄色的。
Οἱ δέ τινές φασι τοῦτο ἄνθος εἶναί τι φυσικὸν τὸ φυκίον.
一些人说这种小藻类是某种自然之花。
Ἀρχομένου δὲ γίνεται τοῦ θέρους.
它在夏天开始时出现。
Τούτῳ τρέφεται καὶ τὰ ὄστρεα καὶ τὰ ἰχθύδια τὰ ἐν τοῖς τόποις τούτοις.
这些地方的贝类和小鱼都以此为食。
Φασὶ δέ τινες τῶν θαλαττίων καὶ τὴν πορφύραν ἴσχειν ἀπὸ τούτου τὸ ἄνθος.
也有人说,在海洋生物中,紫螺也是通过这种东西获得紫红色素的。

词汇与语法注释

  1. §6.13ᾠοκοκοῦντες — 抄本中的拼写 `ᾠοκοκοῦντες` 显然是 `ᾠοτοκοῦντες`(卵生的)的抄写错误。因此,翻译时是按照其在上下文中的实际含义“卵生鱼类”来处理的。
  2. ¦p.203¦περὶ δ’ ἐρυθρίνου καὶ χάννης ἀπορεῖται — 此处使用了无人称被动动词 `ἀπορεῖται`(被怀疑/有疑问),并带有介词短语 `περὶ δ’ ...`,构成了“关于红鲷鱼和石斑鱼存在疑问”的句式。该句意在讨论这两种鱼类是否存在公母之分。
  3. ¦p.204¦τῷ μελάντερος εἶναι — 带冠词的与格不定词短语(`τῷ` + 不定词)在此处起副词性作用,用以解释差异的原因或方式(“通过变得更黑”)。
  4. ¦p.204¦τοῦ δὲ Πόντου καθαιρομένου — 这是一个使用现在分词的属格独立结构(Genitive Absolute),表示时间或伴随发生的状况:“当黑海(的杂质)被清除时”。

引用这一段

亚里士多德, 动物志 §6.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。