Humanitext Reader

亚里士多德 · 动物志 §6.15

鱼类的自然发生与小白鱼的种类

第 105 段,共 189 段 · 希腊语

内容简介

作者阐述了某些鱼类在没有交尾的情况下,如何从泥土、沙子或雨水中自然发生,并详细介绍了被称为“阿夫罗斯(泡)”的小白鱼的生态及其各种分类。

§6.15Οἱ μὲν οὖν πλεῖστοι, ὥσπερ εἴρηται, τῶν ἰχθύων γίνονται ἐξ ᾠῶν.
大部分的鱼类,正如前文所说,是由卵产生的。
Οὐ μὴν ἀλλ’ ἔνιοι καὶ ἐκ τῆς ἰλύος καὶ ἐκ τῆς ἄμμου γίνονται, καὶ τῶν τοιούτων γενῶν ἃ γίνεται ἐκ συνδυασμοῦ καὶ ᾠῶν, ἐν τέλμασιν ἄλλοις τε, καὶ οἷον περὶ Κνίδον φασὶν εἶναί ποτε, ὃ ἐξηραίνετο μὲν ὑπὸ κύνα καὶ ἡ ἰλὺς ἅπασα ἐξῃρεῖτο, ὕδωρ δ’ ἤρχετο ἐγγίνεσθαι ἅμα τοῖς πρώτοις γιγνομένοις.
然而,有些鱼类也产生于泥土和沙子中,甚至包括那些本是由交尾和卵产生的同类鱼,它们产生于其他积水潭中,例如人们说曾存在于克尼多斯附近的一个积水潭。 该积水潭在大犬座显现之时会干涸,所有的泥土都会被清除,但随着最初的降雨,水开始积聚。
Ἐν τούτῳ ἰχθύδια ἐνεγίνετο ἀρχομένου τοῦ ὕδατος.
在这水中,当水开始积聚时,小鱼便产生出来。
Ἦν δὲ κεστρέων τι γένος τοῦτο, ὃ οὐδὲ γίνεται ἐξ ὀχείας, μέγεθος ἡλίκα μαινίδια μικρά· ᾠὸν δὲ τούτων εἶχεν οὐδὲν οὐδὲ θορόν.
这是鲻鱼的一种,它甚至不是由交尾产生的,大小如同小鲱鱼;它们既不带卵也不带精液。
Γίνεται δὲ καὶ ἐν ποταμοῖς ἐν τῇ Ἀσίᾳ, οὐ διαρρέουσιν εἰς τὴν θάλατταν, ἰχθύδια μικρά, ἡλίκοι ἑψητοί, ἕτερα τὸν αὐτὸν τρόπον τούτοις.
在亚洲那些不流向海洋的河流中,也产生一些大小如小杂鱼的、与这些鱼以相同方式产生的其他小鱼。
Ἔνιοι δὲ καὶ ὅλως φασὶ τοὺς κεστρεῖς φύεσθαι πάντας, οὐκ ὀρθῶς λέγοντες· ἔχουσαι γὰρ φαίνονται καὶ ᾠὰ αἱ θήλειαι αὐτῶν καὶ θορὸν οἱ ἄρρενες.
有些人甚至说所有的鲻鱼都是这样全然自生出来的,这种说法并不正确;因为它们的雌鱼显现出怀卵,雄鱼也显现出带精液。
Ἀλλὰ γένος τί ἐστιν αὐτῶν τοιοῦτον, ὃ φύεται ἐκ τῆς ἰλύος καὶ τῆς ἄμμου.
但在它们之中确实有这样的一种,是产生于泥土和沙子中的。
Ὅτι μὲν οὖν γίνεται αὐτόματα ἔνια οὔτ’ ἐκ ζῴων οὔτ’ ἐξ ὀχείας, φανερὸν ἐκ τούτων.
因此,有些鱼类既不是由动物产生,也不是由交尾产生,而是自然发生的,这从这些事实中显而易见。
Ὅσα δὲ μήτ’ ᾠοτοκεῖ μήτε ζῳοτοκεῖ, πάντα γίνεται τὰ μὲν ἐκ τῆς ἰλύος τὰ δ’ ἐκ τῆς ἄμμου καὶ τῆς ἐπιπολαζούσης σήψεως, οἷον καὶ τῆς ἀφύης ὁ καλούμενος ἀφρὸς γίνεται ἐκ τῆς ἀμμώδους γῆς· καὶ ἔστιν αὕτη ἡ ἀφύη ἀναυξὴς καὶ ἄγονος, καὶ ὅταν πλείων γένηται χρόνος, ἀπόλλυται, ἄλλη δὲ πάλιν ἐπιγίνεται, διὸ ἔξω χρόνου τινὸς ὀλίγου πᾶσαν ὡς εἰπεῖν τὴν ἄλλην γίνεται ὥραν· διαμένει γὰρ ἀρξαμένη ἀπὸ ἀρκτούρου μετοπωρινοῦ μέχρι τοῦ ἔαρος.
凡是既不产卵也不产胎的鱼类,全部都产生于泥土,或产生于沙子和表面的腐败物,正如被称为“泡”的小白鱼也产生于沙质土地中;而这种小白鱼不会长大,也无法繁殖,过了一段时间就会死灭,随后又有别的产生出来,因此,除了某一小段时间外,可以说它在其余的所有季节都会产生;因为它自秋季大角星升起开始,一直存续到春季。
Σημεῖον δ’ ὅτι ἐνίοτ’ ἐκ τῆς γῆς ἀνέρχεται· ἁλιευομένων γάρ, ἐὰν μὲν ᾖ ψῦχος, οὐχ ἁλίσκεται, ἐὰν δ’ ᾖ εὐδία, ἁλίσκεται, ὡς ἐκ τῆς γῆς ἀνιοῦσα πρὸς τὴν ἀλέαν.
它有时从地里上来的证据在于:人们捕捞它时,如果天气寒冷,就捕不到,但如果是晴和的天气,就能捕到,仿佛它是为了避寒趋暖而从地里上来的。
Καὶ ἑλκόντων καὶ ἀναξυομένης τῆς γῆς πλεονάκις πλείων γίνεται καὶ βελτίων.
当人们拖网且地面被反复刮起时,它就会变得更多也更好。
Αἱ δ’ ἄλλαι ἀφύαι χείρους διὰ τὸ ταχὺ λαμβάνειν αὔξησιν.
而其他的小白鱼质量较差,因为它们成长得很快。
Γίνονται δ’ ἐν τοῖς ἐπισκίοις καὶ ἑλώδεσι τόποις, ὅταν εὐημερίας γενομένης ἀναθερμαίνηται ἡ γῆ, οἷον περὶ Ἀθήνας ἐν Σαλαμῖνι καὶ πρὸς τῷ Θεμιστοκλείῳ καὶ ἐν Μαραθῶνι· ἐν γὰρ τούτοις τοῖς τόποις γίνεται ὁ ἀφρός.
它们产生在阴凉和潮湿的地方,当晴好天气来临、土地变暖时,例如在雅典附近的萨拉米斯、地米斯托克利墓附近以及马拉松;因为在这些地方会产生“泡”。
Φαίνεται δ’ ἐν μὲν τόποις τοιούτοις καὶ εὐημερίαις τοιαύταις, γίνεται δ’ ἐνιαχοῦ καὶ ὁπόταν ὕδωρ πολὺ ἐξ οὐρανοῦ γένηται, ἐν τῷ ἀφρῷ τῷ γιγνομένῳ ὑπὸ τοῦ ὀμβρίου ὕδατος, διὸ καὶ καλεῖται ἀφρός· καὶ ἐπιφέρεται ἐνίοτε ἐπιπολῆς τῆς θαλάττης, ὅταν εὐημερία ᾖ, ἐν ᾧ συστρέφεται, οἷον ἐν τῇ κόπρῳ τὰ σκωλήκια, οὕτως ἐν τούτῳ ὁ ἀφρός, ὅπου ἂν συστῇ ἐπιπολῆς· διὸ πολλαχοῦ προσφέρεται ἐκ τοῦ πελάγους ἡ ἀφύη αὕτη.
它显现在这样的地方和这样晴好的天气中,但在某些地方,当天下大雨时,它也会产生于雨水所造成的泡沫中,因此它也被称为“泡”;在天气晴朗时,它有时会漂浮在海面上,并在其中聚集,正如粪便中的蠕虫聚集一样,这个泡在海面聚集之处也是如此;因此在许多地方,这种小白鱼是从外海漂流而来的。
Καὶ εὐθηνεῖ δὲ καὶ ἁλίσκεται πλείστη, ὁπόταν ἔνυγρον καὶ εὐδιεινὸν γένηται τὸ ἔτος.
当这一年多雨且气候温和时,它繁殖最盛,捕获也最多。
Ἡ δ’ ἄλλη ἀφύη γόνος ἰχθύων ἐστίν, ἡ μὲν καλουμένη κωβῖτις κωβιῶν τῶν μικρῶν καὶ φαύλων, οἳ καταδύνουσιν εἰς τὴν γῆν· ἐκ δὲ τῆς φαληρικῆς γίγνονται μεμβράδες, ἐκ δὲ τούτων τριχίδες, ἐκ δὲ τῶν τριχίδων τριχίαι, ἐκ δὲ μιᾶς ἀφύης, οἷον τῆς ἐν τῷ Ἀθηναίων λιμένι, οἱ ἐγκρασίχολοι καλούμενοι.
而其他的小白鱼则是鱼类的后代:被称为“科比特斯”的是那些钻入地里的、弱小而普通的鰕虎鱼的后代;而从法勒隆的小白鱼中产生曼布拉斯,由这些产生特里奇斯,再由特里奇斯产生特里奇亚斯;而从一种小白鱼,例如雅典人港口里的那种中,产生被称为“恩克拉西科洛斯”的鱼。
Ἔστι δὲ καὶ ἄλλη ἀφύη, ἣ γόνος ἐστὶ μαινίδων καὶ κεστρέων.
此外还有另一种小白鱼,它们是迈尼斯和鲻鱼的后代。
Ὁ δ’ ἀφρὸς ὁ ἄγονος ὑγρός ἐστι καὶ διαμένει ὀλίγον χρόνον, καθάπερ εἴρηται πρότερον· τέλος γὰρ λείπεται κεφαλὴ καὶ ὀφθαλμοί.
这种不育的“泡”是水分很多的,并且如前所述,只能存活很短的时间;因为最终只剩下头部和眼睛。
Πλὴν νῦν εὕρηται τοῖς ἁλιεῦσι πρὸς τὸ διακομίζειν· ἁλιζομένη γὰρ πλείω μένει χρόνον.
不过,如今渔民们已经找到了运送它的方法;因为一旦将其盐渍,它就能保存更长的时间。

词汇与语法注释

  1. 6.15καὶ τῶν τοιούτων γενῶν ἃ γίνεται ἐκ συνδυασμοῦ καὶ ᾠῶν — 属格名词短语 τῶν τοιούτων γενῶν 作为前文 ἔνιοι(一些鱼类)的部分属格发挥作用。这表明,即使在那些通常通过交尾和产卵繁殖的鱼类中,在特定条件下(例如干涸的积水潭),有些也能够自然发生。关系代词 ἃ 修饰这一属格短语。
  2. 6.15ἅμα τοῖς πρώτοις γιγνομένοις — 前置词 ἅμα 接与格,意为“与……同时”。现在分词与格中性复数形式 γιγνομένοις 修饰省略的“雨水”等名词,在此最自然的解释为“随着最初的降雨(即秋季的初雨)产生”。
  3. 6.15διὸ ἔξω χρόνου τινὸς ὀλίγου πᾶσαν ὡς εἰπεῖν τὴν ἄλλην γίνεται ὥραν — ἔξω 接属格,在此作为前置词,意为“除……之外”。宾格短语 πᾶσαν τὴν ἄλλην ὥραν 是表示时间持续的“时间宾格”,意为“在其余的所有季节”。整句结构表示“除了极短的一段时间外,可以说在其余的几乎所有季节都会产生”。

引用这一段

亚里士多德, 动物志 §6.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:6.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。