§6.12δελφὶς δὲ καὶ φάλαινα καὶ τὰ ἄλλα κήτη, ὅσα μὴ ἔχει βράγχια ἀλλὰ φυσητῆρα, ζῳοτοκοῦσιν, ἔτι δὲ πρίστις καὶ βοῦς·
海豚、鲸鱼以及其他所有没有鳃而有喷气孔的鲸类,都是胎生的,此外还有锯鳐和牛鳐。
οὐδὲν γὰρ τούτων φαίνεται ἔχον ᾠά, ἀλλ’ εὐθέως κύημα, ἐξ οὗ διαρθρουμένου γίνεται τὸ ζῷον, καθάπερ ἄνθρωπος καὶ τῶν τετραπόδων τὰ ζῳοτόκα.
因为这些动物中没有一种被发现有卵,而是直接产生胚胎,通过胚胎的器官分化而形成动物,正如人类和四肢动物中的胎生动物一样。
Τίκτει δ’ ὁ μὲν δελφὶς τὰ μὲν πολλὰ ἕν, ἐνίοτε δὲ καὶ δύο· ἡ δὲ φάλαινα ἢ δύο τὰ πλεῖστα καὶ πλεονάκις, ἢ ἕν.
海豚大多产一仔,有时也产两仔;鲸鱼最多产两仔,而更经常是产一仔。
Ὁμοίως δὲ τῷ δελφῖνι καὶ ἡ φώκαινα· καὶ γάρ ἐστιν ὅμοιον δελφῖνι μικρῷ, γίνεται δ’ ἐν τῷ Πόντῳ.
鼠海豚也与海豚相似;因为它确实像一只小海豚,并且生活在黑海中。
Διαφέρει δὲ φώκαινα δελφῖνος· ἔστι γὰρ τὸ μέγεθος ἔλαττον, εὐρύτερον δ’ ἐκ τοῦ νώτου· τὸ χρῶμα ἔχει κυανοῦν.
但鼠海豚与海豚有所不同;因为它的体型较小,背部较宽;颜色为暗蓝色。
Πολλοὶ δὲ δελφίνων τι γένος εἶναί φασι τὴν φώκαιναν.
许多人说鼠海豚是海豚的一种。
Ἀναπνεῖ δὲ πάντα ὅσα ἔχει φυσητῆρα, καὶ δέχεται τὸν ἀέρα· πλεύμονα γὰρ ἔχουσιν.
所有有喷气孔的动物都呼吸,并吸入空气;因为它们有肺。
Καὶ ὅ γε δελφὶς ὦπται, ὅταν καθεύδῃ, ὑπερέχων τὸ ῥύγχος, καὶ ῥέγχει καθεύδων.
至少海豚已被观察到在睡觉时将吻部露出水面,并且在睡觉时打鼾。
Ἔχει δ’ ὁ δελφὶς καὶ ἡ φώκαινα γάλα, καὶ θηλάζονται· καὶ εἰσδέχονται δὲ τὰ τέκνα μικρὰ ὄντα.
海豚和鼠海豚有乳汁,并进行哺乳;当幼仔还小时,它们也会将它们接收到体内。
Τὴν δ’ αὔξησιν τὰ τέκνα τῶν δελφίνων ποιοῦνται ταχεῖαν· ἐν ἔτεσι γὰρ δέκα μέγεθος λαμβάνουσι τέλεον.
海豚幼仔生长迅速;因为在十年内它们就能达到完全发育的大小。
Κύει δὲ δέκα μῆνας.
妊娠期为十个月。
Τίκτει δ’ ὁ δελφὶς ἐν τῷ θέρει, ἐν ἄλλῃ δ’ ὥρᾳ οὐδεμιᾷ· συμβαίει δὲ καὶ ἀφανίζεσθαι αὐτὸν ὑπὸ κύνα περὶ τριάκονθ’ ἡμέρας.
海豚在夏天产仔,在其他任何季节都不产仔;而在天狼星上升的时期,它们也会消失大约三十天。
Παρακολουθεῖ δὲ τὰ τέκνα πολὺν χρόνον, καὶ ἔστι τὸ ζῷον φιλότεκνον.
亲鱼会陪伴幼仔很长时间,这种动物非常疼爱其后代。
Ζῇ δ’ ἔτη πολλά· δῆλοι γὰρ ἔνιοι γεγόνασι βιοῦντες οἱ μὲν πέντε καὶ εἴκοσιν ἔτη, οἱ δὲ τριάκοντα· ἀποκόπτοντες γὰρ ἐνίων τὸ οὐραῖον οἱ ἁλιεῖς ἀφιᾶσιν, ὥστε τούτῳ γνωρίζεσθαι τοὺς χρόνους αὐτῶν.
它们寿命很长;因为已知有些活了二十五年,有些活了三十年;因为渔民会切断其中一些的尾鳍然后放走,以便以此来辨认它们的年龄。
Ἡ δὲ φώκη ἔστι μὲν τῶν ἐπαμφοτεριζόντων ζῴων· οὐ δέχεται μὲν γὰρ τὸ ὕδωρ, ἀλλ’ ἀναπνεῖ καὶ καθεύδει καὶ τίκτει ἐν τῇ γῇ μέν, πρὸς αἰγιαλοῖς δέ, ὡς οὖσα τῶν πεζῶν, διατρίβει δὲ τοῦ χρόνου τὸν πολὺν καὶ τρέφεται ἐκ τῆς θαλάττης, διὸ μετὰ τῶν ἐνύδρων περὶ αὐτῆς λεκτέον.
而海豹属于具有双重性质的动物;因为它们不吸入水,而是在陆地上、在海岸附近呼吸、睡觉并生产,就像陆生动物一样,但它们一生的大部分时间都在海里度过,并从海洋中获取食物,因此必须将它们与水生动物一起进行讨论。
Ζῳοτοκεῖ μὲν οὖν εὐθὺς ἐν αὑτῇ, καὶ τίκτει ζῷα, καὶ χόριον καὶ τἆλλα προΐεται ὥσπερ πρόβατον.
海豹在体内直接进行胎生,并产下活的动物,排出胎盘和其他物质,就像绵羊一样。
Τίκτει δ’ ἓν ἢ δύο, τὰ δὲ πλεῖστα τρία.
它产一仔或两仔,最多三仔。
Καὶ μαστοὺς δ’ ἔχει δύο, καὶ θηλάζεται ὑπὸ τῶν τέκνων καθάπερ τὰ τετράποδα.
它还有两个乳房,像四肢动物一样被幼仔吸乳。
Τίκτει δ’ ὥσπερ ἄνθρωπος πᾶσαν ὥραν τοῦ ἔτους, μάλιστα δ’ ἅμα ταῖς πρώταις αἰξίν.
它像人类一样在一年中的任何季节生产,但尤其与第一批山羊的生产期相同。
Ἄγει δὲ περὶ δωδεκαταῖα ὄντα τὰ τέκνα εἰς τὴν θάλατταν πολλάκις τῆς ἡμέρας, συνεθίζουσα κατὰ μικρόν· τὰ δὲ κατάντη φέρεται, ἀλλ’ οὐ βαδίζει, διὰ τὸ μὴ δύνασθαι ἀπερείδεσθαι τοῖς ποσίν.
在幼仔出生大约十二天时,它会一天多次带它们去大海,逐渐让它们习惯;幼仔会在斜坡上滑行,但不会行走,因为它们无法用脚支撑身体。
Συνάγει δὲ καὶ συστέλλει ἑαυτήν· σαρκῶδες γάρ ἐστι καὶ μαλακόν, καὶ ὀστᾶ χονδρώδη ἔχει.
它也会收缩和拉紧自己;因为它是肉质且柔软的,并且拥有软骨质的骨骼。
Ἀποκτεῖναι δὲ φώκην χαλεπὸν βιαίως, ἐὰν μή τις πατάξῃ παρὰ τὸν κρόταφον· τὸ γὰρ σῶμα σαρκῶδες αὐτῆς.
通过暴力杀死海豹是困难的,除非有人击打它的太阳穴;因为它的身体是多肉的。
Ἀφίησι δὲ φωνὴν ὁμοίαν βοΐ.
它发出类似于牛的声音。
Ἔχει δὲ καὶ τὸ αἰδοῖον ἡ θήλεια ὅμοιον βατίδι, πάντα δὲ τἆλλα γυναικί.
雌性海豹的外阴也类似于鳐鱼,但在其他所有方面都像女人。
Περὶ μὲν οὖν τῶν ἐνύδρων καὶ ζῳοτοκούντων ἢ ἐν αὑτοῖς ἢ ἔξω ἡ γένεσις καὶ τὰ περὶ τὸν τόκον τοῦτον ἔχει τὸν τρόπον·
总之,关于在体内或体外胎生的水生动物,它们的产生以及关于其分娩的事项就是这样的。