§5.9Ἡ δ’ αἴθυια καὶ οἱ λάροι τίκτουσι μὲν ἐν ταῖς περὶ θάλατταν πέτραις, τὸ μὲν πλῆθος δύο ἢ τρία· ἀλλ’ ὁ μὲν λάρος τοῦ θέρους, ἡ δ’ αἴθυια ἀρχομένου τοῦ ἔαρος εὐθὺς ἐκ τροπῶν, καὶ ἐπικαθεύδει ὥσπερ αἱ ἄλλαι ὄρνιθες.
鸬鹚和鸥在海边的岩石上产卵,数量为两个或三个;但鸥在夏天产卵,而鸬鹚则在冬至过后、初春伊始时立即产卵,并像其他鸟类一样孵卵。
Οὐδέτερον δὲ φωλεύει τούτων τῶν ὀρνέων.
这两种鸟都不冬眠。
Πάντων δὲ σπανιώτατον ἰδεῖν ἁλκυόνα ἐστίν· σχεδὸν γὰρ περὶ Πλειάδος δύσιν καὶ τροπὰς ὁρᾶται μόνον, καὶ ἐν τοῖς ὑφόρμοις πρῶτον ὅσον περιιπταμένη περὶ τὸ πλοῖον ἀφανίζεται εὐθύς, διὸ καὶ Στησίχορος τοῦτον τὸν τρόπον ἐμνήσθη περὶ αὐτῆς.
在所有鸟类中,最难见到的是翠鸟;因为几乎只有在昴星团西沉和冬至前后才能见到它,而且在港口里,它首先只是在船只周围飞一圈,随即立刻消失,因此斯特西科罗斯也以这种方式提及它。
Τίκτει δὲ καὶ ἡ ἀηδὼν τοῦ θέρους ἀρχομένου, τίκτει δὲ πέντε καὶ ἓξ ᾠά· φωλεύει δὲ ἀπὸ τοῦ μετοπώρου μέχρι τοῦ ἔαρος.
夜莺也在夏天开始时产卵,产五个或六个卵;它从秋天到春天冬眠。
Τὰ δὲ ἔντομα καὶ τοῦ χειμῶνος ὀχεύεται καὶ γίνεται, ὅταν εὐημερίαι γένωνται καὶ νότια, ὅσα μὴ φωλεύει αὐτῶν, οἷον μυῖαι καὶ μύρμηκες.
至于昆虫,其中不冬眠的那些,如苍蝇和蚂蚁,在冬天只要天气晴朗且刮南风时,也会交配并繁衍。
Τίκτει δ’ ἅπαξ τοῦ ἐνιαυτοῦ τὰ πολλὰ τῶν ἀγρίων, ὅσα μὴ ἐπικυΐσκεται ὥσπερ δασύπους.
大多数野生动物一年只产仔一次,除了像野兔那样会重孕的动物。
Ὁμοίως δὲ καὶ τῶν ἰχθύων οἱ πλεῖστοι ἅπαξ, οἷον οἱ χυτοί (καλοῦνται δὲ χυτοὶ οἱ τῷ δικτύῳ περιεχόμενοι), θύννος, πηλαμύς, κεστρεύς, χαλκίδες, κοχλίαι, χρόμις, ψῆττα καὶ τὰ τοιαῦτα, πλὴν ὁ λάβραξ· οὗτος δὲ δὶς τούτων μόνος, γίνεται δ’ ὁ τόκος αὐτῷ ὁ ὕστερος ἀσθενέστερος.
同样,大多数鱼类也只产卵一次,例如“群聚鱼”(用网围捕的鱼被称为群聚鱼)、金枪鱼、鲣鱼、鲻鱼、鲱鱼类、螺类、雀鲷、鲆及此类鱼,但鲈鱼除外;这是其中唯一产卵两次的鱼,且其后一次产的卵较为虚弱。
Καὶ ὁ τριχίας δὲ καὶ τὰ πετραῖα δίς, ἡ δὲ τρίγλη μόνη τρίς.
此外,毛鲱和岩礁鱼也产卵两次,而绯鲵鲣则独自产卵三次。
Τεκμαίρονται δ’ ἐκ τοῦ γόνου· τρὶς γὰρ φαίνεται ὁ γόνος περί τινας τόπους.
人们根据幼鱼来推测这一点;因为在某些地方,幼鱼会接连出现三次。
Ὁ δὲ σκορπίος τίκτει δίς.
蝎鱼产卵两次。
Τίκτει δὲ καὶ ὁ σάργος δίς, ἔαρος καὶ μετοπώρου· ἡ δὲ σάλπη μετοπώρου ἅπαξ.
鳉也产卵两次,在春季和秋季;但萨尔帕只在秋季产卵一次。
Ἡ δὲ θυννὶς ἅπαξ τίκτει, ἀλλὰ διὰ τὸ τὰ μὲν πρώϊα τὰ δ’ ὄψια προΐεσθαι δὶς δοκεῖ τίκτειν· ἔστι δ’ ὁ μὲν πρῶτος τόκος περὶ τὸν Ποσειδεῶνα πρὸ τροπῶν, ὁ δ’ ὕστερος τοῦ ἔαρος.
雌金枪鱼只产卵一次,但因为其产卵有早有晚,所以看起来像是产卵两次;第一次产卵是在冬至前波塞冬月前后,后一次在春季。
Διαφέρει δ’ ὁ θύννος ὁ ἄρρην τοῦ θήλεος, ὅτι ἡ μὲν ἔχει ὁ δ’ οὐκ ἔχει ὑπὸ τῇ γαστρὶ πτερύγιον, ὃ καλοῦσιν ἀφαρέα.
雄金枪鱼与雌金枪鱼的不同之处在于,雌鱼在腹部下方有被称为臀鳍的鳍,而雄鱼没有。
§5.10Τῶν δὲ σελαχῶν ἡ ῥίνη μόνη τίκτει δίς· τίκτει γὰρ καὶ ἀρχομένου τοῦ φθινοπώρου καὶ περὶ Πλειάδος δύσιν, εὐημερεῖ δ’ ἐν τῷ φθινοπώρῳ μᾶλλον· ὁ δ’ εἷς τόκος γίνεται περὶ ἑπτὰ ἢ ὀκτώ.
在软骨鱼中,只有扁鲨产卵两次;因为它在秋季开始和昴星团西沉前后都会产仔,而且它在秋季更享受晴朗的天气;一次所产数量约为七或八个。
Δοκοῦσι δ’ ἔνιοι τῶν γαλεῶν, οἷον ὁ ἀστερίας, δὶς τοῦ μηνὸς τίκτειν· τοῦτο δὲ συμβαίνει, ὅτι οὐχ ἅμα πάντα λαμβάνει τελέωσιν τὰ ᾠά.
某些鲨鱼,例如星鲨,似乎一个月产仔两次;这之所以发生,是因为卵并不同时发育成熟。
Ἔνια δὲ τίκτει πᾶσαν ὥραν, οἷον ἡ σμύραινα.
有些在所有季节都产卵,例如海鳝。
Τίκτει δ’ αὕτη ᾠὰ πολλά, καὶ ἐκ μικροῦ ταχεῖαν τὴν αὔξησιν λαμβάνουσι τὰ γενόμενα, ὥσπερ καὶ τὰ τοῦ ἱππούρου· καὶ γὰρ ταῦτα ἐξ ἐλαχίστου μέγιστα γίνεται τάχιστα, πλὴν ἡ μὲν σμύραινα πᾶσαν ὥραν τίκτει, ὁ δ’ ἵππουρος ἔαρος.
这种鱼产卵很多,且孵化出的幼鱼从小体型便迅速生长,就像鲯鳅的幼鱼一样;因为这些鱼也是从极小体型最快长到极大的,不过海鳝在所有季节都产卵,而鲯鳅则在春季产卵。
Διαφέρει δ’ ὁ σμῦρος καὶ ἡ σμύραινα· ἡ μὲν γὰρ σμύραινα ποικίλον καὶ ἀσθενέστερον, ὁ δὲ σμῦρος ὁμόχρους καὶ ἰσχυρός, καὶ τὸ χρῶμα ἔχει ὅμοιον τῇ πίτυϊ, καὶ ὀδόντας ἔχει καὶ ἔσωθεν καὶ ἔξωθεν.
斯米洛斯和海鳝有所不同;因为海鳝有斑纹且较虚弱,而斯米洛斯则是单色且强壮,其颜色与松树相似,且内外均有牙齿。
Φασὶ δ’ ὥσπερ καὶ τἆλλα, τὸν μὲν ἄρρενα τὴν δὲ θήλειαν εἶναι.
人们说,就像在其他情况中一样,前者是雄性,后者是雌性。
Ἐξέρχεται δὲ ταῦτα εἰς τὴν ξηράν, καὶ λαμβάνονται πολλάκις.
它们会来到陆地上,并经常被捕获。
Συμβαίνει μὲν οὖν σχεδὸν πᾶσι ταχεῖαν γίνεσθαι τὴν αὔξησιν τοῖς ἰχθύσιν, οὐχ ἥκιστα δὲ κορακίνῳ τῶν μικρῶν· τίκτει δὲ πρὸς τῇ γῇ καὶ βρυώδεσι καὶ δασέσιν.
因此,几乎所有鱼类的生长都是迅速的,在小型鱼类中,乌鱼尤其如此;它在靠近陆地、多苔藓和茂密的地方产卵。
Ταχὺ δὲ καὶ ὁ ὀρφὼς ἐκ μικροῦ γίνεται μέγας.
石斑鱼也很快从小体型长成巨型。
Αἱ δὲ πηλαμύδες καὶ οἱ θύννοι τίκτουσιν ἐν τῷ Πόντῳ, ἄλλοθι δ’ οὔ· κεστρεῖς δὲ καὶ χρυσόφρυες καὶ λάβρακες μάλιστα οὗ ἂν ποταμοὶ ῥέωσιν· οἱ δ’ ὄρκυνες καὶ σκορπίδες καὶ ἄλλα πολλὰ γένη ἐν τῷ πελάγει.
鲣鱼和金枪鱼在黑海产卵,而不在其他地方;鲻鱼、金头鲷和鲈鱼主要在河流注入的地方产卵;而大金枪鱼、蝎鱼以及许多其他物种则在外海中产卵。