§5.2Ὀχεύεται μὲν οὖν ταῦτα τῶν ζῴων ἐν οἷς ὑπάρχει τὸ θῆλυ καὶ τὸ ἄρρεν, εἰσὶ δ’ αἱ ὀχεῖαι οὔθ’ ὅμοιαι πᾶσιν οὔθ’ ὁμοίως ἔχουσαι.
在具有雌雄之分的动物中,它们会进行交配,但它们的交配方式既不完全相同,也不以同样的方式进行。
Τὰ μὲν γὰρ ζῳοτόκα καὶ πεζὰ τῶν ἐναίμων ἔχει μὲν ὄργανα πάντα τὰ ἄρρενα πρὸς τὴν πρᾶξιν τὴν γεννητικήν, οὐ μὴν ὁμοίως γε πάντα πλησιάζουσιν, ἀλλὰ τὰ μὲν ὀπισθουρητικὰ συνιόντα πυγηδόν, οἷον λέοντες καὶ δασύποδες καὶ λύγκες· τῶν δὲ δασυπόδων καὶ πολλάκις ἡ θήλεια προτέρα ἀναβαίνει ἐπὶ τὸν ἄρρενα.
有血的胎生陆生动物的雄性都拥有用于生育行为的器官,然而它们并非都以同样的方式交配,有些属于向后排尿的动物,它们通过臀部相对来结合,例如狮子、野兔和猞猁;而在野兔中,雌兔甚至经常先骑到雄兔身上。
Τῶν δ’ ἄλλων τῶν μὲν πλείστων ὁ αὐτὸς τρόπος· τὸν ἐνδεχόμενον γὰρ ποιοῦνται συνδυασμὸν τά τε πλεῖστα τῶν τετραπόδων, ἐπιβαίνοντος ἐπὶ τὸ θῆλυ τοῦ ἄρρενος, καὶ τὸ τῶν ὀρνίθων ἅπαν γένος οὕτω τε καὶ μοναχῶς.
对于其他大多数动物,其方式是相同的;因为大多数四足动物通过雄性骑在雌性身上的可行方式进行交配,而所有的鸟类也是如此且仅以此种方式交配。
Εἰσὶ δὲ διαφοραί τινες καὶ περὶ τοὺς ὄρνιθας· τὰ μὲν γὰρ συγκαθείσης τῆς θηλείας ἐπὶ τὴν γῆν ἐπιβαίνει τὸ ἄρρεν, ὥσπερ αἱ ὠτίδες καὶ οἱ ἀλεκτρυόνες, τὰ δ’ οὐ συγκαθείσης τῆς θηλείας, οἷον αἱ γέρανοι· ἐν τούτοις γὰρ ὁ ἄρρην ἐπιπηδῶν ὀχεύει τὴν θήλειαν, καὶ συγγίνεται ὥσπερ καὶ τὰ στρουθία ὀξέως.
不过,在鸟类中也存在一些差异;因为在某些鸟类中,雌鸟伏在地上,雄鸟骑上去,例如鸨和家鸡;而在另一些鸟类中,雌鸟并不下伏,例如鹤;因为在这些鸟中,雄鸟跃起并与雌鸟交配,且像麻雀一样快速结合。
Τῶν δὲ τετραπόδων αἱ ἄρκτοι παρακεκλιμέναι τὸν αὐτὸν τρόπον ὅνπερ τἆλλα ἐπὶ τῶν ποδῶν ποιούμενα τὴν ὀχείαν, πρὸς τὰ πρανῆ τῶν θηλειῶν τὰ ὕπτια τῶν ἀρρένων· οἱ δὲ χερσαῖοι ἐχῖνοι ὀρθοὶ τὰ ὕπτια πρὸς ἄλληλα ἔχοντες.
在四足动物中,熊以躺卧的方式交配,其方式与那些站立在脚上交配的其他动物相同——即雄性的腹部贴着雌性的背部;而陆生刺猬则直立着,彼此腹部相对。
Τῶν δὲ ζῳοτόκων καὶ μέγεθος ἐχόντων οὔτε τοὺς ἄρρενας ἐλάφους αἱ θήλειαι ὑπομένουσιν, εἰ μὴ ὀλιγάκις, οὔτε τοὺς ταύρους αἱ βόες διὰ τὴν τοῦ αἰδοίου συντονίαν, ἀλλ’ ὑπάγοντα τὰ θήλεα δέχονται τὴν γονήν· καὶ γὰρ ἐπὶ τῶν ἐλάφων ὦπται τοῦτο συμβαῖνον, τῶν γε τιθασσῶν.
在体型庞大的胎生动物中,雌鹿不(或很少)等候雄鹿,雌牛也不等候公牛,这是因为其雄性生殖器的坚挺,而是雌性在走动中接受精液;事实上,在鹿中,至少是在驯养的鹿中,已观察到这种情况发生。
Λύκος δ’ ὀχεύει καὶ ὀχεύεται τὸν αὐτὸν τρόπον ὅνπερ καὶ κύων.
狼的交配方式与狗完全相同。
Οἱ δ’ αἴλουροι οὐκ ὄπισθεν συνιόντες, ἀλλ’ ὁ μὲν ὀρθός, ἡ δὲ θήλεια ὑποτίθησιν ἑαυτήν· εἰσὶ δὲ τῇ φύσει αἱ θήλειαι ἀφροδισιαστικαί, καὶ προσάγονται τοὺς ἄρρενας εἰς τὰς ὀχείας, καὶ συνοῦσαι κράζουσιν.
猫交配时并非从后方结合,而是雄猫直立,雌猫将自己置于其下;雌猫天生性欲旺盛,会引诱雄猫交配,并在交配时发出叫声。
Αἱ δὲ κάμηλοι ὀχεύονται τῆς θηλείας καθημένης· περιβεβηκὼς δὲ ὁ ἄρρην ὀχεύει οὐκ ἀντίπυγος, ἀλλὰ καθάπερ καὶ τὰ ἄλλα τετράποδα· καὶ διημερεύει τὸ μὲν ὀχεῦον τὸ δ’ ὀχευόμενον.
骆驼交配时雌驼坐着;雄驼跨上去交配,并非臀部相对,而是像其他四足动物一样;交配者和被交配者会持续一整天。
Ἀποχωροῦσι δ’ εἰς ἐρημίαν, ὅταν ποιῶνται τὴν ὀχείαν, καὶ οὐκ ἔστι πλησιάσαι ἀλλ’ ἢ τῷ βόσκοντι.
它们在交配时会退入荒野,除了牧人之外,任何人都无法接近。
Τὸ δ’ αἰδοῖον ἔχει ὁ κάμηλος νεῦρον οὕτως ὥστε καὶ νευρὰν ἐκ τούτου ποιεῖσθαι τοῖς τόξοις.
骆驼的生殖器是由肌腱构成的,以至于甚至可以用它来制作弓弦。
Οἱ δ’ ἐλέφαντες ὀχεύονται μὲν ἐν ταῖς ἐρημίαις, μάλιστα δὲ περὶ τοὺς ποταμοὺς καὶ οὗ διατρίβειν εἰώθασιν· ὀχεύεται δ’ ἡ μὲν θήλεια συγκαθιεῖσα καὶ διαβαίνουσα, ὁ δ’ ἄρρην ἐπαναβαίνων ὀχεύει.
大象在荒野中交配,特别是在河流附近以及它们通常活动的地方;雌象蹲下并张开双腿,雄象则骑上去进行交配。
Ὀχεύεται δὲ καὶ ἡ φώκη καθάπερ τὰ ὀπισθουρητικὰ τῶν ζῴων, καὶ συνέχονται ἐν τῇ ὀχείᾳ πολὺν χρόνον, ὥσπερ καὶ αἱ κύνες· ἔχουσι δὲ τὸ αἰδοῖον μέγα οἱ ἄρρενες.
海豹也像向后排尿的动物那样交配,并且像狗一样在交配中持续很长时间;雄性拥有巨大的生殖器。
§5.3Τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν πεζῶν τὰ τετράποδα καὶ ᾠοτόκα ποιεῖται τὴν ὀχείαν.
以同样的方式,陆生、四足且卵生的动物也进行交配。
Τὰ μὲν γὰρ ἐπιβαίνοντα καθάπερ τὰ ζῳοτόκα, οἷον χελώνη καὶ ἡ θαλαττία καὶ ἡ χερσαία.
因为有些像胎生动物一样骑上去,例如海龟和陆龟。
Ἔχουσι δέ τι εἰς ὃ οἱ πόροι συνάπτουσιν καὶ ᾧ ἐν τῇ ὀχείᾳ πλησιάζουσιν, οἷον τρυγόνες καὶ βάτραχοι καὶ πᾶν τὸ τοιοῦτον γένος.
它们有一个通道相汇合的部位,并借此在交配中结合,例如斑鸠、青蛙以及所有此类动物。
§5.4Τὰ δ’ ἄποδα καὶ μακρὰ τῶν ζῴων, οἷον ὄφεις τε καὶ σμύραιναι, περιπλεκόμενοι τοῖς ὑπτίοις πρὸς τὰ ὕπτια.
无足且身长的动物,如蛇和鯙(油鳗),通过腹部相对缠绕来交配。
Οὕτω δὲ σφόδρα οἱ ὄφεις περιελίττονται ἀλλήλοις, ὥστε δοκεῖν ἑνὸς ὄφεως δικεφάλου εἶναι τὸ σῶμα ἅπαν.
蛇彼此缠绕得如此紧密,以至于整个身体看起来像是一条双头蛇。
Τὸν αὐτὸν δὲ τρόπον καὶ τὸ τῶν σαύρων γένος· ὁμοίᾳ γὰρ περιπλοκῇ ποιοῦνται τὴν ὀχείαν.
蜥蜴类也是如此;因为它们以相似的缠绕方式进行交配。