§5.31Τῶν δ’ ἐντόμων ὅσα σαρκοφάγα μὲν μή ἐστι, ζῇ δὲ χυμοῖς σαρκὸς ζώσης, οἷον οἵ τε φθεῖρες καὶ αἱ ψύλλαι καὶ κόρεις, ἐκ μὲν τῆς ὀχείας πάντα γεννᾷ τὰς καλουμένας κόνιδας, ἐκ δὲ τούτων ἕτερον οὐθὲν γίνεται πάλιν.
在昆虫中,那些不吃肉但靠活肉的汁液生存的,例如虱子、跳蚤和臭虫,通过交尾都产生所谓的“虮子”,而从这些中不再产生其他任何东西。
Αὐτῶν δὲ γίνονται τούτων αἱ μὲν ψύλλαι ἐξ ἐλαχίστης σηπεδόνος (ὅπου γὰρ ἂν κόπρος ξηρὰ γένηται, ἐνταῦθα συνίστανται), αἱ δὲ κόρεις ἐκ τῆς ἰκμάδος τῆς ἀπὸ τῶν ζῴων συνισταμένης ἐκτός, οἱ δὲ φθεῖρες ἐκ τῶν σαρκῶν.
但这些昆虫本身产生如下:跳蚤产生于极微小的腐败物(因为凡是产生干粪的地方,它们就在那里形成),臭虫产生于动物体外形成的湿气,而虱子产生于肉。
Γίνονται δ’ ὅταν μέλλωσιν, οἷον ἴονθοι μικροί, οὐκ ἔχοντες πύον· τούτους ἄν τις κεντήσῃ, ἐξέρχονται φθεῖρες.
当它们将要产生时,就像没有脓的小丘疹;如果有人刺破这些,虱子就会出来。
Ἐνίοις δὲ τοῦτο συμβαίνει τῶν ἀνθρώπων νόσημα, ὅταν ὑγρασία πολλὴ ἐν τῷ σώματι ᾖ· καὶ διεφθάρησάν τινες ἤδη τοῦτον τὸν τρόπον, ὥσπερ Ἀλκμᾶνά τέ φασι τὸν ποιητὴν καὶ Φερεκύδην τὸν Σύριον.
在某些人中,当体内水分过多时,这会作为一种疾病发生;而且已经有一些人以这种方式被消灭,正如他们所说诗人阿尔克曼和叙罗斯的斐瑞居德斯那样。
Καὶ ἐν νόσοις δέ τισι γίνεται πλῆθος φθειρῶν.
在某些疾病中,也会产生大量的虱子。
Ἔστι δὲ γένος φθειρῶν οἳ καλοῦνται ἄγριοι, καὶ σκληρότεροι τῶν ἐν τοῖς πολλοῖς γιγνομένων· εἰσὶ δ’ οὗτοι καὶ δυσαφαίρετοι ἀπὸ τοῦ χρωτός.
还有一种被称为“野生的”虱子,它们比普通人身上产生的虱子更硬;这些也极难从皮肤上清除。
Παισὶ μὲν οὖν οὖσιν αἱ κεφαλαὶ γίνονται φθειρώδεις, τοῖς δ’ ἀνδράσιν ἧττον.
因此,在儿童时期,头部容易长虱子,但在成年男子中较少。
Γίνονται δὲ καὶ αἱ γυναῖκες τῶν ἀνδρῶν μᾶλλον φθειρώδεις.
而女性也比男性更容易长虱子。
Ὅσοις δ’ ἂν ἐγγίνωνται ἐν τῇ κεφαλῇ, ἧττον πονοῦσι τὰς κεφαλάς.
凡是头部生有虱子的人,头痛的情况较少。
Ἐγγίνονται δὲ καὶ τῶν ἄλλων ζῴων ἐν πολλοῖς φθεῖρες.
在许多其他动物中也产生虱子。
Καὶ γὰρ οἱ ὄρνιθες ἔχουσι, καὶ οἱ καλούμενοι φασιανοὶ ἐὰν μὴ κονιῶνται, διαφθείρονται ὑπὸ τῶν φθειρῶν.
因为鸟类也有它们,所谓的雉鸡如果不在沙土中沐浴,就会被虱子消灭。
Καὶ τῶν ἄλλων δὲ ὅσα πτερὰ ἔχει, τῶν ἐχόντων καυλὸν καὶ τῶν ἐχόντων τρίχας.
其他所有具有羽毛(有羽轴者)和具有毛发的动物也是如此。
Πλὴν ὄνος οὐκ ἔχει οὔτε φθεῖρας οὔτε κρότωνας.
但驴既没有虱子也没有蜱虫。
Οἱ δὲ βόες ἔχουσιν ἄμφω· τὰ δὲ πρόβατα καὶ αἶγες κρότωνας, φθεῖρας δ’ οὐκ ἔχουσιν· καὶ αἱ ὕες φθεῖρας μεγάλους καὶ σκληρούς.
而牛两者都有;绵羊和山羊有蜱虫,但没有虱子;猪则有大而硬的虱子。
Ἐν δὲ τοῖς κυσὶν οἱ καλούμενοι γίνονται κυνοραῖσται.
在狗身上,会产生所谓的狗蜱。
Πάντες δ’ οἱ φθεῖρες ἐν τοῖς ἔχουσιν ἐξ αὐτῶν γίνονται τῶν ζῴων.
所有虱子都产生于宿有它们的动物自身。
Γίνονται δ’ οἱ φθεῖρες μᾶλλον ὅταν μεταβάλλωσι τὰ ὕδατα οἷς λούονται, ὅσα ἔχει τῶν λουομένων φθεῖρας.
当有虱子的动物改变它们洗澡的水时,虱子更容易产生。
Ἐν δὲ τῇ θαλάττῃ γίνονται μὲν ἐν τοῖς ἰχθύσι φθεῖρες, οὗτοι δ’ οὐκ ἐξ αὐτῶν τῶν ἰχθύων ἀλλ’ ἐκ τῆς ἰλύος· εἰσὶ δὲ τὰς ὄψεις ὅμοιοι τοῖς ὄνοις τοῖς πολύποσι, πλὴν τὴν οὐρὰν ἔχουσι πλατεῖαν.
在海中,鱼身上产生虱子,但这些不是产生于鱼自身,而是产生于泥沙;它们的形态类似于多足的鼠妇,只是它们的尾巴是扁平的。
Ἕν δ’ εἶδός ἐστι τῶν φθειρῶν τῶν θαλαττίων, καὶ γίνονται πανταχοῦ, μάλιστα δὲ περὶ τὰς τρίγλας.
海虱只有一种,它们到处产生,尤其是红鱼周围。
Πάντα δὲ πολύποδα ταῦτ’ ἐστὶ καὶ ἄναιμα τὰ ἔντομα.
所有这些昆虫都是多足且无血的。
Ὁ δὲ τῶν θύννων οἶστρος γίνεται μὲν περὶ τὰ πτερύγια, ἔστι δ’ ὅμοιος τοῖς σκορπίοις, καὶ τὸ μέγεθος ἡλίκος ἀράχνης.
而金枪鱼的“牛虻”产生于鳍的周围,它类似于蝎子,大小如蜘蛛。
Ἐν δὲ τῇ θαλάττῃ τῇ ἀπὸ Κυρήνης πρὸς Αἴγυπτον ἔστι περὶ τὸν δελφῖνα ἰχθὺς ὃν καλοῦσι φθεῖρα· ὃς γίνεται πάντων πιότατος διὰ τὸ ἀπολαύειν τροφῆς ἀφθόνου θηρεύοντος τοῦ δελφῖνος.
在从昔兰尼到埃及的海域,在海豚周围有一种被称为“虱子”的鱼;由于在海豚捕猎时它能享受到丰富的食物,它变得最肥胖。