Humanitext Reader

亚里士多德 · 动物志 §5.23-5.27

黄蜂、蚂蚁与蜘蛛等昆虫的繁殖及习性

第 87 段,共 189 段 · 希腊语

内容简介

描述了野蜂与黄蜂的筑巢和繁殖过程、某些蜂类的泥巢,以及蚂蚁、蝎子和蜘蛛的繁殖与成长过程,并详细叙述了毒蜘蛛(phalangia)的生态特征。

§5.23Αἱ δ’ ἀνθρῆναι καὶ οἱ σφῆκες ποιοῦσι κηρία τῷ γόνῳ, ὅταν μὲν μὴ ἔχωσιν ἡγεμόνα ἀλλ’ ἀποπλανηθῶσι καὶ μὴ εὑρίσκωσιν, αἱ μὲν ἀνθρῆναι ἐπὶ μετεώρου τινός, οἱ δὲ σφῆκες ἐν τρώγλαις, ὅταν δ’ ἔχωσιν ἡγεμόνα, ὑπὸ γῆν.
而野蜂和黄蜂也为后代筑造巢房;当它们没有领袖而迷失方向且找不到领袖时,野蜂会筑在高处,而黄蜂则筑在洞穴中,但当它们有领袖时,则筑在地下。
Ἑξάγωνα μὲν οὖν πάντα ἐστὶ τὰ κηρία αὐτῶν, ὥσπερ καὶ τὰ τῶν μελιττῶν, σύγκειται δ’ οὐκ ἐκ κηροῦ ἀλλ’ ἐκ φλοιώδους καὶ ἀραχνώδους ὕλης τὸ κηρίον· γλαφυρώτερον δὲ πολλῷ τὸ τῶν ἀνθρηνῶν ἐστὶν ἢ τὸ τῶν σφηκῶν κηρίον.
因此,它们的巢房全都是六角形的,正如蜜蜂的巢房一样,但其巢房不是由蜡组成,而是由像树皮和蛛网一般的物质组成;而且野蜂的巢房比黄蜂的巢房要精细得多。
Ἐναφιᾶσι δὲ γόνον, ὥσπερ αἱ μέλιτται, ὅσον σταλαγμὸν εἰς τὸ πλάγιον τοῦ κυττάρου, καὶ προσέχεται τῷ τοίχῳ.
它们也像蜜蜂一样,在巢房的侧面产下如一滴大小的幼子,并附着在墙壁上。
Οὐχ ἅμα δὲ πᾶσι τοῖς κυττάροις ἔνεστι γόνος, ἀλλ’ ἐνίοις μὲν ἤδη μεγάλα ἔνεστιν ὥστε καὶ πέτεσθαι, ἐνίοις δὲ νύμφαι, ἐν τοῖς δὲ σκώληκες ἔτι.
但并不是所有的巢房中同时都有幼子,而是一些巢房中已有大到可以飞行的个体,一些巢房中有蛹,另一些巢房中则仍是幼虫。
Κόπρος δὲ μόνον περὶ τοῖς σκώληξιν, ὥσπερ καὶ ταῖς μελίτταις.
而粪便只在幼虫周围,正如在蜜蜂中一样。
Καὶ ἔστ’ ἂν νύμφαι ὦσιν, ἀκινητίζουσι καὶ ἐπαλήλιπται ὁ κύτταρος.
只要它们还是蛹,它们就保持不动,且巢房会被封盖起来。
Καταντικρὺ δ’ ἐν τῷ κυττάρῳ τοῦ γόνου ὅσον σταλαγμὸς ἐγγίνεται μέλιτος ἐν τοῖς τῆς ἀνθρήνης κηρίοις.
而在野蜂的巢房中,在有幼子的巢房正对面,会产生约一滴大小的蜂蜜。
Γίνονται δ’ αἱ σχάδονες οὐκ ἐν τῷ ἔαρι τούτων, ἀλλ’ ἐν τῷ μετοπώρῳ· τὴν δ’ αὔξησιν ἐπίδηλον λαμβάνουσι μάλιστ’ ἐν ταῖς πανσελήνοις.
而它们的幼虫房并不是在春季产生,而是在秋季;且它们在满月时生长增加最为明显。
Ἔχεται δὲ καὶ ὁ γόνος καὶ οἱ σκώληκες οὐ κάτωθεν τοῦ κυττάρου, ἀλλ’ ἐκ τῶν πλαγίων.
而且幼子和幼虫都不是附着在巢房的底部,而是附着在侧面。
§5.24Ἔνια δὲ τῶν βομβυκίων πρὸς λίθῳ ἢ τοιούτῳ τινὶ ποιοῦσι πήλινον ὀξύ, ὥσπερ οἱ ἅλες καταλείφονται· τοῦτο δὲ σφόδρα παχὺ καὶ σκληρόν· λόγχῃ γὰρ μόλις διαιροῦσιν.
\n 而某些蜂类在石头或类似物旁筑造尖尖的泥巢,就像留存下来的盐堆一样;这泥巢非常厚实且坚硬,用矛几乎都难以刺破。
Ἐνταῦθα δὲ τίκτουσι, καὶ γίνεται σκωλήκια λευκὰ ἐν ὑμένι μέλανι.
它们在其中产卵,黑色的膜中便产生出白色的幼虫。
Χωρὶς δὲ τοῦ ὑμένος ἐν τῷ πηλῷ ἐγγίνεται κηρός· οὗτος δ’ ὁ κηρὸς πολύ ἐστιν ὠχρότερος τοῦ τῶν μελιττῶν.
而在膜之外的泥土中会产生蜡;这种蜡比蜜蜂的蜡要淡黄得多。
§5.25Ὀχεύονται δὲ καὶ οἱ μύρμηκες καὶ τίκτουσι σκωλήκια, ἃ οὐ προσπέφυκεν οὐδενί· αὐξανόμενα δὲ ταῦτα ἐκ μικρῶν καὶ στρογγύλων τὸ πρῶτον μακρὰ γίνεται καὶ διαρθροῦται· ἡ δὲ γένεσίς ἐστι τούτοις τοῦ ἔαρος.
\n 蚂蚁也会交尾并地产下幼虫,这些幼虫不附着在任何东西上;它们在成长过程中,起初微小而圆,随后变长并显现出肢体结构;它们的诞生是在春季。
§5.26Τίκτουσι δὲ καὶ οἱ σκορπίοι οἱ χερσαῖοι σκωλήκια ᾠοειδῆ πολλά, καὶ ἐπῳάζουσιν.
\n 陆生蝎子也会产下许多卵状的幼虫,并对其进行孵化。
Ὅταν δὲ τελειωθῇ, ἐκβάλλονται, ὥσπερ οἱ ἀράχναι, καὶ ἀπόλλυνται ὑπὸ τῶν τέκνων· πολλάκις γὰρ γίγνονται περὶ ἕνδεκα τὸν ἀριθμόν.
当它们发育成熟时,便被排出,就像蜘蛛一样,且它们会被自己的后代杀死;因为它们的数目常常在十一只左右。
§5.27Τὰ δ’ ἀράχνια ὀχεύεται μὲν πάντα τὸν εἰρημένον τρόπον, γεννᾷ δὲ σκωλήκια μικρὰ πρῶτον· ὅλα γὰρ μεταβάλλοντα γίνεται ἀράχνια, καὶ οὐκ ἐκ μέρους, ἐπεὶ στρογγύλα ἐστὶ κατ’ ἀρχάς· ὅταν δὲ τέκῃ, ἐπῳάζει τε καὶ ἐν τρισὶν ἡμέραις διαρθροῦται.
\n 而蜘蛛全都以所述的方式进行交尾,起初产下微小的幼虫;因为它们是通过整体转变而成为蜘蛛的,而不是局部转变,因为它们在开始时是圆形的;当它产卵后,便进行孵化,并在三天内显现出肢体结构。
Τίκτει δὲ πάντα μὲν ἐν ἀραχνίῳ, ἀλλὰ τὰ μὲν ἐν λεπτῷ καὶ μικρῷ, τὰ δ’ ἐν παχεῖ, καὶ τὰ μὲν ὅλως ἐν κύτει στρογγύλῳ, τὰ δὲ μέχρι τινὸς περιέχεται ὑπὸ τοῦ ἀραχνίου.
它们全都产在蛛网中,但有的产在薄而小的网中,有的产在厚的网中,有的完全产在圆形的容器中,而有的则在一定程度上被蛛网所包围。
Οὐχ ἅμα δὲ πάντα ἀράχνια γίνεται· πηδᾷ δ’ εὐθὺς καὶ ἀφίησιν ἀράχνιον.
它们并不是同时都变成蜘蛛的;但它们一出生就立刻跳跃并吐出蛛丝。
Ὁ δὲ χυμὸς ὅμοιος ἐν τοῖς σκώληξι θλιβομένοις καὶ ἐν αὐτοῖς νέοις οὖσι, παχὺς καὶ λευκός.
而幼虫被挤压时的体液与幼蛛体内的体液相似,都是浓稠且白色的。
Αἱ δὲ λειμώνιαι ἀράχναι προαποτίκτουσιν εἰς ἀράχνιον, οὗ τὸ μὲν ἥμισυ πρὸς αὐταῖς ἐστί, τὸ δ’ ἥμισυ ἔξω· καὶ ἐν τούτῳ ἐπῳάζουσαι ζῳοποιοῦσιν.
草地蜘蛛会预先产在蛛网中,其中一半贴在它们自己身上,另一半在外面;它们在其中进行孵化并产下幼蛛。
Τὰ δὲ φαλάγγια τίκτει εἰς γύργαθον πλεξάμενα παχύν, ἐφ’ ᾧ ἐπῳάζουσιν.
而毒蜘蛛则产在编织好的厚织囊中,并在上面进行孵化。
Τίκτουσι δ’ αἱ μὲν γλαφυραὶ ἐλάττω τὸ πλῆθος, τὰ δὲ φαλάγγια πολὺ πλῆθος· καὶ αὐξηθέντα περιέχει κύκλῳ τὸ φαλάγγιον, καὶ ἀποκτείνει τὴν τεκοῦσαν ἐκβάλλοντα, πολλάκις δὲ καὶ τὸν ἄρρενα, ἐὰν λάβωσιν· συνεπῳάζει γὰρ τῇ θηλείᾳ.
精巧的蜘蛛产下较少数量的卵,而毒蜘蛛则产下极多数量;当它们长大时,它们会环绕着毒蜘蛛,将其赶出并杀死生育它们的母亲,如果抓得到,往往也会杀死雄蛛;因为雄蛛与雌蛛共同进行孵化。
Ἐνίοτε δὲ τὸ πλῆθος γίνονται καὶ τριακόσια περὶ ἓν φαλάγγιον.
有时,在同一只毒蜘蛛周围,它们的数量甚至会达到三百只。
Ἐκ δὲ μικρῶν τέλειοι οἱ ἀράχναι γίνονται περὶ τὰς ἑπτάδας τὰς τέτταρας.
而蜘蛛从微小发育至完全成熟,大约需要四个七天。

词汇与语法注释

  1. 5.23αἱ μὲν ἀνθρῆναι ἐπὶ μετεώρου τινός — 此句中省略了主动词 `ποιοῦσι`(及其宾语 `κηρία`),并且在随后的分句中也重复了同样的省略。应当补充理解为:`αἱ μὲν ἀνθρῆναι [ποιοῦσι κηρία] ἐπὶ μετεώρου τινός, οἱ δὲ σφῆκες [ποιοῦσι κηρία] ἐν τρώγλαις` 以及 `ὅταν δ’ ἔχωσιν ἡγεμόνα, [ποιοῦσι κηρία] ὑπὸ γῆν`。
  2. 5.27ὅλα — 形容词 `ὅλος` 的中性复数主格形式作为主谓形容词,与主语(`τὰ ἀράχνia`)一致,表示“作为整体”或“整个”。这与后面的 `οὐκ ἐκ μέρους`(并非局部地)形成对比,意味着蜘蛛的身体并不是经历局部的变态,而是从最初的圆形状态整个一次性转变为蜘蛛的形状。
  3. 5.27τὰς ἑπτάδας τὰς τέτταρας — 意思是“七个一组(七天)”的阴性名词 `ἑπτάς` 的复数形式,由数词 `τέτταρες`(四个)的阴性形式修饰,表示“四个七天”(即二十八天或四周)。此处使用宾格以表示时间的持续。

引用这一段

亚里士多德, 动物志 §5.23-5.27. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:5.23-5.27

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。