§5.22#1Εἰσὶ δὲ γένη τῶν μελιττῶν, ἡ μὲν ἀρίστη μικρὰ καὶ στρογγύλη καὶ ποικίλη, ἄλλη δὲ μακρά, ὁμοία τῇ ἀνθρήνῃ, τρίτος δ’ ὁ φὼρ καλούμενος (οὗτος δ’ ἐστὶ μέλας καὶ πλατυγάστωρ), τέταρτος δ’ ὁ κηφήν, μεγέθει μὲν μέγιστος πάντων, ἄκεντος δὲ καὶ νωθρός·
蜜蜂有几种:最优秀的一种体型小、圆且有斑纹;另一种体型长,像黄蜂;第三种被称为“偷蜜蜂” (这种蜂呈黑色,腹部宽大);第四种是雄蜂,体型在所有蜂中最大,但没有刺且懒散。
διὸ καὶ πλέκουσί τινες περὶ τὰ σμήνη ὥστε τὰς μὲν μελίττας εἰσδύεσθαι, τοὺς δὲ κηφῆνας μὴ διὰ τὸ εἶναι αὐτοὺς μείζους.
因此,有些人在蜂箱周围编织网格,以便蜜蜂能够钻进去,而雄蜂因为体型较大而无法钻入。
Ἡγεμόνων δὲ γένη δύο ἐστίν, ὥσπερ εἴρηται καὶ πρότερον.
领袖有两种,如前所述。
Εἰσὶ δὲ πλείους ἐν ἑκάστῳ σμήνει ἡγεμόνες, καὶ οὐχ εἷς μόνος· ἀπόλλυται δὲ τὸ σμῆνος, ἐάν τε ἡγεμόνες μὴ ἱκανοὶ ἐνῶσιν (οὐχ οὕτω διὰ τὸ ἄναρχοι εἶναι, ἀλλ’ ὡς φασίν, ὅτι συμβάλλονται εἰς τὴν γένεσιν τὴν τῶν μελιττῶν) ἐάν τε πολλοὶ ὦσιν οἱ ἡγεμόνες· διασπῶσι γάρ.
每个蜂群中有多个领袖,而不仅仅是一个;如果其中的领袖数量不足(这与其说是由于处于无政府状态,不如说是如人们所说,因为他们对蜜蜂的产生有所贡献),或者如果领袖太多,蜂群就会灭亡;因为他们会分裂蜂群。
Ὅταν μὲν οὖν ἔαρ ὄψιον γένηται, καὶ ὅταν αὐχμοὶ καὶ ἐρυσίβη, ἐλάττων γίνεται ὁ γόνος· ἀλλ’ αὐχμοῦ μὲν ὄντος μέλι ἐργάζονται μᾶλλον, ἐπομβρίας δὲ γόνον, διὸ καὶ ἅμα συμβαίνει ἐλαιῶν φορὰ καὶ ἐσμῶν.
因此,当春季来得迟,或者出现干旱和霉病时,产下的幼子就会较少;但在干旱时,它们会制造更多的蜂蜜,而在多雨时,它们会繁育更多的幼子,因此,油橄榄的丰收和蜂群的出现会同时发生。
Ἐργάζονται δὲ πρῶτον μὲν τὸ κηρίον, εἶτα τὸν γόνον ἐναφιᾶσιν, ὡς μὲν ἔνιοι λέγουσιν, ἐκ τοῦ στόματος, ὅσοι φέρειν φασὶν ἄλλοθεν, εἶθ’ οὕτω τὸ μέλι τροφὴν τὴν μὲν τοῦ θέρους τὴν δὲ τοῦ μετοπώρου· ἄμεινον δ’ ἐστὶ τὸ μετοπωρινὸν μέλι.
它们首先筑造巢房,然后将幼子放进去,正如一些人所说,是从口中放出的(那些主张从别处运来幼子的人是这样认为的),然后以这种方式将蜂蜜放入作为食物,一部分作为夏季的食物,另一部分作为秋季的食物;秋季的蜂蜜更好。
Γίνεται δὲ κηρίον μὲν ἐξ ἀνθέων, κήρωσιν δὲ φέρουσιν ἀπὸ τοῦ δακρύου τῶν δένδρων, μέλι δὲ τὸ πῖπτον ἐκ τοῦ ἀέρος, καὶ μάλιστα ἐν ταῖς τῶν ἄστρων ἐπιτολαῖς, καὶ ὅταν κατασκήψῃ ἡ ἶρις· ὅλως δ’ οὐ γίνεται μέλι πρὸ Πλειάδος ἐπιτολῆς.
巢房是用花建造的,而封巢的粘性物质则是它们从树木的眼泪中运来的;至于蜂蜜,则是从空中降落的物质,尤其是在星辰升起和彩虹降临时;通常在昴星团升起之前,不会产生蜂蜜。
Τὸν μὲν οὖν κηρὸν ποιεῖ, ὥσπερ εἴρηται, ἐκ τῶν ἀνθέων· τὸ δὲ μέλι ὅτι οὐ ποιεῖ ἀλλὰ φέρει τὸ πῖπτον, σημεῖον· ἐν μιᾷ γὰρ ἢ δυσὶν ἡμέραις πλήρη εὑρίσκουσι τὰ σμήνη οἱ μελιττουργοὶ μέλιτος.
那么,蜡如前所述是用花制造的;至于它们不制造蜂蜜而是运送降落的蜂蜜,这有一个证据:因为在一天或两天内,养蜂人就会发现蜂箱里装满了蜂蜜。
Ἔτι δὲ τοῦ μετοπώρου ἄνθη μὲν γίνεται, μέλι δ’ οὔ, ὅταν ἀφαιρεθῇ.
此外,在秋季花虽开放,但如果蜂蜜被取走,就不会产生新的蜂蜜。
Ἀφῃρημένου οὖν ἤδη τοῦ γενομένου μέλιτος, καὶ τροφῆς ἢ οὐκ ἐνούσης ἔτι ἢ σπανίας, ἐνεγίνετο ἄν, εἴπερ ἐποίουν ἐκ τῶν ἀνθέων.
因此,在已产生的蜂蜜被取走后,如果食物已经没有或稀少,要是它们能用花制造蜂蜜的话,它就会重新产生。
Συνίσταται δὲ τὸ μέλι πεττόμενον· ἐξ ἀρχῆς γὰρ οἷον ὕδωρ γίνεται, καὶ ἐφ’ ἡμέρας μέν τινας ὑγρόν ἐστι (διὸ κἂν ἀφαιρεθῇ ἐν ταύταις ταῖς ἡμέραις, οὐκ ἔχει πάχος), ἐν εἴκοσι δὲ μάλιστα συνίσταται.
蜂蜜是通过熟化而凝固的;因为最初它就像水一样,在几天内是液体(因此即使在这几天被取走,它也没有粘稠度),但在大约二十天内就会凝固。
Δῆλον δ’ ἐστὶν εὐθέως τὸ ἀπὸ τοῦ χυμοῦ· διαφέρει γὰρ τῇ γλυκύτητι καὶ τῷ πάχει.
源自这种汁液的差异立刻就很明显;因为它在甜度和粘稠度上有所不同。
Φέρει δ’ ἀπὸ πάντων ἡ μέλιττα ὅσα ἐν κάλυκι ἀνθεῖ, καὶ ἀπὸ τῶν ἄλλων δὲ ὅσα ἂν γλυκύτητα ἔχῃ, οὐθένα βλάπτουσα καρπόν· τοὺς δὲ χυμοὺς τούτων τῷ ὁμοίῳ τῇ γλώττῃ ἀναλαμβάνουσα κομίζει.
蜜蜂从所有在花萼中开花的植物以及其他具有甜味的植物中运送材料,而不伤害任何果实;它们用类似于舌头的器官吸取这些汁液并运回。